← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§731.5-732.4

作为构成时间单位的现在与移动之物的数

针对亚里士多德在《物理学》220a1中论述的“现在”与时间的共存关系,菲洛波庞解释了原文中“‘现在’如同移动之物”实指“移动之物的数目”,阐明如同单位构成数目一样,“现在”构成时间,并以太阳穿过黄道十二宫的运动为例,说明了“现在”作为计数移动之物的先与后的单位的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.267

" Ἅμα γὰρ ὥσπερ τὸ φερόμενον καὶ ἡ φορά, οὕτω καὶ ὁ ἀριθμὸς τοῦ φερομένου καὶ ὁ τῆς φορᾶς· χρόνος μὲν γὰρ ὁ τῆς φορᾶς ἀριθμός, τὸ νῦν1 δὲ ὡς τὸ φερόμενον, οἷον μονὰς ἀριθμοῦ." Τοῦ μὲν φερομένου ἀριθμὸν τὸ νῦν φησι, τῆς δὲ φορᾶς ἀριθμὸν τὸν χρόνον. ὥσπερ οὖν ἅμα ἢ εἰσὶν ἢ οὐκ εἰσὶ τὸ φερόμενον καὶ ἡ φορά, οὕτω δὴ καὶ ὁ ἀριθμὸς τοῦ φερομένου καὶ τῆς φορᾶς, τουτέστι τὸ νῦν καὶ ὁ χρόνος, ἅμα ἢ εἰσὶν ἢ οὐκ εἰσίν. εἰπὼν δὲ χρόνος μὲν γὰρ ὁ τῆς φορᾶς ἀριθμός, δέον ἐπαγαγεῖν ‘τὸ νῦν δὲ ἀριθμὸς τοῦ φερομένου’, εἶπε τὸ νῦν δὲ ὡς τὸ φερόμενον,2 διὸ καὶ ἀσαφεστέραν τὴν λέξιν ἐποίησε. πῶς δὲ τὸ νῦν ἀριθμός ἐστι τοῦ φερομένου, ἐπήγαγεν οἷον μονὰς ἀριθμοῦ· ὡς γὰρ ἐν ἀριθμῷ ἡ μονὰς πάλιν καὶ πάλιν λαμβανομένη τὸν ἀριθμὸν τῶν ἀριθμουμένων ποιεῖ ἀδιαίρετος οὖσα αὐτή, οὕτως καὶ τὸ νῦν ἀδιαίρετον καὶ ὡς μονὰς ὂν πάλιν καὶ πάλιν λαμβανόμενον τὸν χρόνον ποιεῖ. ὥσπερ οὖν ὁ χρόνος ἐκ τοῦ νῦν γεννώμενος μετρεῖ τὴν κίνησιν, οὕτω καὶ τὸ νῦν μετρεῖ τὸ κινούμενον, καὶ ἔστιν ὁ χρόνος ἀριθμὸς τῆς κινήσεως καὶ τὸ νῦν τοῦ φερομένου. πῶς δὲ τῆς φορᾶς ὁ χρόνος ἀριθμός ἐστιν, εἶπεν ἤδη· οὐ γὰρ ὡς ἀριθμῶν αὐτήν, ἀλλ’ ὡς ἐν τῷ ἀριθμεῖσθαι αὐτὴν τὸ εἶναι ἔχων. ἀριθμεῖ δὲ οὐ καθὸ φορά ἐστιν, ἀλλὰ ᾗ τὸ πρότερον ἐν αὐτῇ καὶ τὸ ὕστερον· οὐ γὰρ ὁ αὐτῆς τῆς κινήσεως ἀριθμὸς χρόνος, ἀλλὰ τὸ τοῦ προτέρου ἐν αὐτῇ καὶ ὑστέρου διάστημα μεταξύ. καὶ τοῦ φερομένου δὲ ἀριθμός, τὸ νῦν, οὐχ ᾗ φερόμενόν ἐστιν, ἀλλ’ ᾗ ἐν προτέρῳ καὶ ὑστέρῳ τινὶ λαμβάνεται· ἡ γὰρ λῆψις τοῦ προτέρου καὶ ὑστέρου καθ’ ἃ γίνεται, ταῦτά ἐστι τὰ νῦν. τὸ γὰρ νῦν, καθ’ ὃ ἐν Κριῷ γέγονεν ὁ ἥλιος, καὶ πάλιν τὸ νῦν, καθ’ ὃ γέγονεν ἐν Ταύρῳ, ἀριθμὸς ἂν εἴη αὐτοῦ τοῦ ἡλίου, ὡς ἐν προτέρῳ τινὶ καὶ ὑστέρῳ γινομένου, ἐοικὸς ταῖς ἐν τῷ ἀριθμῷ μονάσιν. ὥσπερ γὰρ τῇ μονάδι τὸν ἀριθμὸν ἀριθμοῦμεν, ἢ ἁπλῶς τὸ ἀριθμητὸν ὅτι ποτ’ ἂν ᾖ (τοὺς γὰρ δέκα ἵππους τῇ μονάδι καὶ τοὺς δέκα λίθους· κατὰ μονάδα γὰρ ἐπισωρεύοντες, οὕτως ἀριθμοῦμεν ἕκαστον), οὕτω δὲ καὶ τὸ φερόμενον τῷ νῦν ἀριθμοῦμεν, τὸ πρότερον αὐτοῦ καὶ τὸ ὕστερον ἐν οἷς καὶ ἀεὶ γίνεται ἄλλοτε ἐν ἄλλῳ ἀριθμοῦντες·3 οἷον ὁ ἥλιος γίνεται πρότερον Ταύρου ἐν Κριῷ, ὕστερον δὲ τοῦ Κριοῦ ἐν τῷ Ταύρῳ, καὶ Διδύμων μὲν πρότερον ἐν Ταύρῳ, τούτου δὲ ὕστερον ἐν Διδύμοις, καὶ οὕτως ἐφεξῆς.

“因为正如移动之物与位移相伴存在,移动之物的数目与位移的数目也是如此;因为时间是位移的数目,而‘现在’如同移动之物,就像数目的单位。” 他把‘现在’称为移动之物的数目,而把时间称为位移的数目。因此,正如移动之物与位移要么一同存在,要么一同不存在,移动之物的数目与位移的数目——即‘现在’与时间——也正是这样要么一同存在,要么一同不存在。在说了“因为时间是位移的数目”之后,本应接着说“而‘现在’是移动之物的数目”,他却说了“而‘现在’如同移动之物”,这也因此使语句显得更加晦涩。至于‘现在’如何是移动之物的数目,他接着说:“就像数目的单位”;因为正如在数目中,单位自身虽然不可分,但通过被反复摄取便构成了被数之物的数目,‘现在’也是如此,它自身不可分且作为单位,通过被反复摄取而构成了时间。因此,正如时间从‘现在’产生出来并度量运动,‘现在’也同样度量被移动之物,并且时间是运动的数目,‘现在’是移动之物的[数目]。至于时间如何是位移的数目,他已经说过了;因为这并不是说它主动计数位移,而是在位移被计数之中具有其存在。并且它进行计数并不是就其为位移而言,而是就其中有先与后而言;因为时间并不是运动自身的数目,而是运动中先与后之间的间隔。而作为移动之物的数目的‘现在’,也不是就其为移动之物而言[是数目],而是就其在某种先与后之中被把握而言[是数目];因为先与后的领会依据它们而发生,这些就是‘现在’。实际上,太阳处于白羊座所依据的‘现在’,以及再次,太阳处于金牛座所依据的‘现在’,将是太阳自身的数目,因为太阳是在某种先与后之中生成的,这类似于数目中的单位。因为正如我们通过单位计数数目,或者简单地说计数无论何种可被数之物(因为我们用单位计数十匹马,也计数十块石头;因为我们通过逐个单位累加,这样来计数每一事物),我们也同样通过‘现在’来计数移动之物,计数它总是不同时间处于不同事物之中的先与后;例如太阳在金牛座之前处于白羊座,在白羊座之后处于金牛座,在双子座之前处于金牛座,在此之后处于双子座,依此类推。

语法注3 条
  1. 4.267ἡ γὰρ λῆψις τοῦ προτέρου καὶ ὑστέρου καθ’ ἃ γίνεται, ταῦτά ἐστι τὰ νῦν

    复数关系代词 ἅ 的先行词是主句的指示代词表语 ταῦτα(即 τὰ νῦν)。该句为倒装结构,骨干结构为“先与后的把握依据它们而发生(καθ’ ἅ),这些就是‘现在’(ταῦτά ἐστι τὰ νῦν)”。

  2. 4.267δέον ἐπαγαγεῖν ‘τὸ νῦν δὲ ἀριθμὸς τοῦ φερομένου’, εἶπε τὸ νῦν δὲ ὡς τὸ φερόμενον

    δέον 是无人称动词 δεῖ 的绝对宾格分词,带有“本应当接着说……却……”的让步与对照转折意味,在句法上与主句动词 εἶπε 及其直接引语形成对比。

  3. 4.267τὸ πρότερον αὐτοῦ καὶ τὸ ὕστερον ἐν οἷς καὶ ἀεὶ γίνεται ἄλλοτε ἐν ἄλλῳ ἀριθμοῦντες

    分词 ἀριθμοῦντες 的直接宾语是 τὸ πρότερον αὐτοῦ καὶ τὸ ὕστερον。关系代词短语 ἐν οἷς 限定这一“先与后”,而 ἄλλοτε ἐν ἄλλῳ(“不同时间处于不同事物之中”)作副词短语修饰 γίνεται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:731.5-732.4