- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:729.25-731.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐明,作为时间中唯独实存者的‘现在’正如移动事物之于运动一样是最易被认识的;‘现在’在基底上是同一的而在关系与定义上有所不同;进而论证时间与‘现在’彼此依赖、共存共灭。
" Καὶ γνώριμον δὲ 〈μάλιστα〉 τοῦτό ἐστι· καὶ γὰρ ἡ κίνησις διὰ τὸ κινούμενον καὶ ἡ φορὰ διὰ τὸ φερόμενον· τόδε γάρ τι τὸ φερόμενον, ἡ δὲ κίνησις οὔ.1" Ἐν πᾶσι τὴν τοῦ νῦν πρὸς τὸ φερόμενον ὁμοιότητα δεῖξαι βουλόμενος καὶ τοῦτο προσέθηκε, καὶ ἄλλως καὶ καθ’ αὑτὸ χρήσιμον τῇ περὶ τοῦ χρόνου θεωρίᾳ. εὐλόγως γάρ, φησί, καὶ τοῦ χρόνου τὸ νῦν μάλιστά ἐστι γνώριμον· μόνον γὰρ τοῦ χρόνου τὸ νῦν ἐν ὑπάρξει ἐστί. καὶ γὰρ ἡ κίνησις καθ’ αὑτὴν ἄγνωστος οὖσα τῷ φερομένῳ γνωρίζεται, τῷ δὲ φερομένῳ τὸ νῦν ἕπεται, καὶ ὃν ἔχει λόγον τὸ φερόμενον πρὸς τὴν κίνησιν, ταύτῃ τὸ νῦν πρὸς τὸν χρόνον. εὐλόγως ἄρα καὶ διὰ τοῦ νῦν τὸν χρόνον γνωρίζομεν, ἐπεὶ καὶ διὰ τοῦ κινουμένου τὴν κίνησιν. ὅτι δὲ ἡ φορὰ γνώριμός ἐστι διὰ τὸ φερόμενον, ἔδειξεν εἰπὼν τόδε γάρ τι τὸ φερόμενον, ἡ δὲ κίνησις οὔ· τὸ γὰρ κινούμενον οὐσία τέ ἐστι καὶ ὑφεστώς, ἡ δὲ κίνησις οὐχ ὑφέστηκεν, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει· τῇ γὰρ τοῦ κινουμένου μεταβάσει τὸ εἶναί ἐστι τῇ κινήσει.2 καὶ ἄλλως εἰ τὸ μὲν κινούμενον οὐσία, ἡ δὲ κίνησις ἐνέργεια, τρανέστεραι δὲ τῶν ἐνεργειῶν αἱ οὐσίαι ἐν πολλοῖς, εἰκότως τῷ κινουμένῳ ἡ κίνησις γνώριμος. εἰπὼν δὲ καὶ γὰρ ἡ κίνησις διὰ τοῦ κινουμένου ἐπήγαγε καὶ ἡ φορὰ διὰ τὸ φερόμενον, ἤτοι ἐκ παραλλήλου τὸ αὐτὸ λέγων, ἢ μᾶλλον ἐκ τοῦ γενικωτέρου καὶ ἀσαφεστέρου ἐπὶ τὸ εἰδικώτερον καὶ σαφέστερον μεταβαίνων· ἔστι μὲν γὰρ καὶ ἐπὶ ἀλλοιώσεως ἡ ἀλλοίωσις γνώριμος διὰ τὸ ἀλλοιούμενον, ὁμοίως δὲ καὶ ἐπὶ αὐξήσεως καὶ μειώσεως, ἐναργέστατα δὲ ἐπὶ τῆς φορᾶς τῷ φερομένῳ ἡ φορὰ γνωρίζεται.
“而这[‘现在’]是〈最〉可被认识的;因为运动是通过被移动之物而被认识的,位移是通过移动之物而被认识的;因为移动之物是‘某这个’,但运动不是。” 由于希望在所有方面表明‘现在’与移动之物的相似性,他也补充了这一点,这在其他方面以及就其自身而言对于关于时间的考察都是有用的。因为他说,在时间之中‘现在’是最可被认识的,这是合乎情理的;因为在时间之中唯有‘现在’是实存着的。因为运动就其自身而言是不可知的,它是通过移动之物而被认识的,而‘现在’追随移动之物,且移动之物相对于运动具有何种比例,‘现在’在此方面相对于时间也具有何种比例。因此,既然我们也是通过被移动之物认识运动,合乎情理地我们也就是通过‘现在’认识时间。至于位移是通过移动之物而被认识的,他通过说“因为移动之物是‘某这个’,但运动不是”表明了这一点;因为被移动之物既是实体又是自立存在者,而运动并不自立存在,而是在生成之中具有其存在;因为正是通过被移动之物的转移,存在才属于运动。另外,如果被移动之物是实体,而运动是现实活动,并且实体在许多情况下比现实活动更为明晰,那么运动自然是通过被移动之物而被认识的。在说了“因为运动是通过被移动之物[而被认识的]”之后,他又接着说“位移是通过移动之物[而被认识的]”,这要么是以平行并列的方式说着同样的事,要么倒不如说是从更普遍、更模糊的事物过渡到更特殊、更明晰的事物;因为在质变中,质变也是通过被质变之物而被认识的,在增长与缩减中也是同样,但在位移中,位移最清晰显明地是通过移动之物而被认识的。
"Ἔστι μὲν οὖν ὡς τὸ αὐτὸ τὸ νῦν, ἔστι δὲ ὡς οὐ τὸ αὐτό· καὶ γὰρ καὶ τὸ φερόμενον." Ὥσπερ συμπέρασμά ἐστι τοῦτο τῶν εἰρημένων· ὃ γὰρ ἔδειξεν ἀνωτέρω, τοῦτο ὡς ἐν συμπεράσματι νῦν φησιν. ὡς γὰρ τὸ φερόμενον τῷ μὲν ὑποκειμένῳ τὸ αὐτό, τῇ σχέσει δὲ καὶ τῷ λόγῳ διάφορον, οὕτω καὶ τὸ νῦν.
“因此,‘现在’在某种意义上是同一的,而在某种意义上不是同一的;因为移动之物也是如此。” 这就像是对先前所言之事的一个结论;因为他在上文中所证明的,现在就像在结论中那样陈述出来。因为正如移动之物在基底上是同一的,但在关系与定义上是不同的,‘现在’也是如此。
"Φανερὸν δὲ καὶ ὅτι εἴτε χρόνος μὴ εἴη,3 τὸ νῦν οὐκ ἂν εἴη, εἴτε τὸ νῦν μὴ εἴη, χρόνος οὐκ ἂν εἴη." Δείξας ὅτι ὁ χρόνος ἀριθμός ἐστι τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν τῇ κινήσει, τοῦτο δέ ἐστι τὸ νῦν (τὸ γὰρ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον τὸ νῦν ἐστιν), εὐλόγως συνάγει ὅτι ἀδύνατον τὸ ἕτερον αὐτῶν χωρὶς τοῦ ἑτέρου εἶναι. εἰ γὰρ ὡς τὸ φερόμενον ἔχει πρὸς τὴν φορὰν οὕτω καὶ τὸ νῦν πρὸς τὸν χρόνον, οὔτε δὲ φερόμενόν τι εἶναι ἐνδέχεται φορᾶς μὴ οὔσης οὐδ’ αὖ φορὰν εἶναι φερομένου μὴ ὄντος, οὕτω δηλονότι καὶ τὸν χρόνον ἔχειν ἀνάγκη καὶ τὸ νῦν, καὶ εἰ τὸ ἕτερον τεθείη, εἰσάγεσθαι καὶ τὸ λοιπόν, εἴτε ἀναιρεθείη τὸ ἕν, καὶ τὸ λοιπὸν συναναιρεῖσθαι. ὡσαύτως γὰρ ἔχει καὶ τὸ σημεῖον καὶ ἡ γραμμή· συνεισάγει γὰρ καὶ συναναιρεῖ ἄλληλα.
“而且同样显明的是,假若没有时间,就不会有‘现在’,假若没有‘现在’,也不会有时间。” 在表明了时间是运动中先与后的数目,且这就是‘现在’(因为运动中的先与后就是‘现在’)之后,他合乎情理地推导出:它们之中的任何一方都不可能脱离另一方而存在。因为如果‘现在’相对于时间的关系,正如移动之物相对于位移的关系,而在没有位移时不可能有任何移动之物存在,反过来在没有移动之物时也不可能有位移存在,那么显然时间和‘现在’也必然是如此,若确立了其中之一,余下的一方也被引入,若否定了其中之一,余下的一方也被共同否定。因为点和线也是同样的关系;因为它们相互共同引入,并相互共同否定。
- 4.264τόδε γάρ τι τὸ φερόμενον, ἡ δὲ κίνησις οὔ
在后半句 ἡ δὲ κίνησις οὔ 中,省略了谓词 τόδε τι 和系动词 ἐστί(“但运动不是[某这个]”)。此处需承前补充亚里士多德范畴论中表示第一实体的专门术语 τόδε τι 以构成对比。
- 4.264τῇ γὰρ τοῦ κινουμένου μεταβάσει τὸ εἶναί ἐστι τῇ κινήσει
句法上结合了两个与格:τῇ τοῦ κινουμένου μεταβάσει 是方式或原因与格(“通过被移动之物的位移”),而 τῇ κινήσει 则与主语不定词 τὸ εἶναι 连用,构成属有与格(“存在属于运动”)。
- 4.266εἴτε χρόνος μὴ εἴη, τὸ νῦν οὐκ ἂν εἴη
这是由条件从句中的 εἴτε (εἰ) + 祈愿语气以及主句中的 ἄν + 祈愿语气构成的潜能条件句,表达的是逻辑推论上的相互依赖关系,而非过去未实现的反事实假设。
