← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§71.16-73.1

定义的复合性与存在的多数性

斐洛波诺斯针对186b14的题元进行注解,指出即便将存在设定为完全排除偶性的单一实体,但由于作为教导与学习工具的定义(logos)必然由多个语词构成,存在物也必然是多数,并预先列出了用于该论证的四个公理中的第一个。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.45#1

" Ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄν τι ἄλλο καὶ τῷ λόγῳ φανερόν." Διελὼν τὸ κυρίως ἕν, λέγω δὲ τὸ τῷ ἀριθμῷ, εἴς τε τὸ συνεχὲς καὶ τῷ λόγῳ ταὐτόν, καὶ εἰπὼν ὅτι1 εἰ ὡς συνεχὲς ἓν εἴη τὸ ὄν, ἢ οὐσία ἔσται ἢ συμβεβηκός (εἰ γὰρ σύνθετον ἐξ ἀμφοῖν, ἐναργῶς πολλὰ τὰ ὄντα), εἶτα δείξας ὅτι οὐδ’ εἰ οὐσία μόνον εἴη, ἐπειδὴ ἡ οὐσία δεκτική ἐστι τῶν συμβεβηκότων καί ἐστιν ἀληθὲς εἰπεῖν ὅτι ἡ οὐσία λευκόν ἐστι, τὸ δὲ λευκὸν οὐκ ὄν, καὶ ἡ οὐσία οὐκ ὄν ἐστιν, ὑπέκειτο δὲ καὶ ὂν εἶναι, τὸ αὐτὸ ἄρα καὶ ὂν ἔσται καὶ μὴ ὄν· ἐπειδὴ ἐκ τοῦ ὑποτίθεσθαι τὴν οὐσίαν δεκτικὴν εἶναι τῶν συμβεβηκότων συνήχθη τὸ ἄτοπον, εἶπε δὲ ἄν τις ὅτι μήποτε οὐδ’ ὅλως δεῖ ὑποτίθεσθαι εἶναι τὰ συμβεβηκότα, ἀλλὰ μόνην τὴν οὐσίαν εἶναι, διὰ τοῦτο νῦν τοῦτο προτίθεται δεῖξαι ὅτι, κἂν τὸ ὂν τὴν οὐσίαν ὑποθώμεθα εἶναι καὶ ταύτην ἀριθμῷ μίαν καὶ μηδ’ ὅλως ὑπάρχειν αὐτῇ τὰ συμβεβηκότα, καὶ οὕτως δειχθήσεται οὐδὲν ἧττον πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν. λέγει δὲ δυνάμει ταῦτα· πότερον διδάσκετε ἡμᾶς περὶ τῆς οὐσίας ταύτης ἢ οὔ; εἰ μὲν οὖν οὐδὲν ἡμᾶς διδάσκετε, ἀλλ’ ἀξιοῦτε ἡμᾶς ταῖς ἀποφάνσεσιν ὑμῶν ἕπεσθαι, οὐ πεισόμεθα ὑμῖν· εἰ δὲ διδάσκετε, ἢ δι’ ὀνόματος πάντως ἡμᾶς διδάσκετε, ἢ διὰ λόγου. εἰ μὲν οὖν δι’ ὀνόματος ἡμᾶς διδάσκετε, οὐ πεφύκασι τὰ ὀνόματα τὴν φύσιν τῶν πραγμάτων ἡμῖν παριστᾶν· ὁ γὰρ τὴν τοῦ ἀνθρώπου μαθεῖν θέλων φύσιν οὐδὲν πλέον εἴσεται διὰ τῆς ‘ἀνθρώπου’ φωνῆς. καὶ ἄλλως εἰ τὰ ὀνόματα τῶν πραγμάτων ἱκανὰ ἦν εἰς παράστασιν τῆς οὐσίας αὐτῶν, πάντες ἄνθρωποι ὁμοίως ἦμεν ἐπιστήμονες, ὁμοίως εἰδότες τί ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαίνεται. εἰ δὲ διὰ λόγου, ἢ δι’ ὁρισμοῦ πάντως ἢ δι’ ὑπογραφῆς. καὶ καθόλου πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις κατὰ τρεῖς γίνεται τρόπους· ἢ γὰρ κατὰ ἀπόφασιν (ὥσπερ ὁ Πλάτων τὴν περὶ θεοῦ φησι γίνεσθαι καὶ τῆς ὕλης διδασκαλίαν· ὅτι οὔτε τόδε ἐστὶν οὔτε τόδε θεός, ἀλλ’ ὅτι “ὑπὲρ ταῦτα”,2 ὥσπερ καὶ ἐπὶ τῆς ὕλης ὅτι χείρων τούτων), ἢ κατὰ ἀναλογίαν (ᾧ τρόπῳ πάλιν ἐπὶ θεοῦ καὶ τῆς ὕλης κέχρηται, λέγων ὅτι ὃν λόγον ἔχει ὁ ἥλιος πρὸς τὰ ἐγκόσμια πάντα, τοῦτον ὁ θεὸς ἁπλῶς πρὸς πάντα τὰ ὄντα, καὶ ὃν λόγον ἔχει ὁ χαλκὸς πρὸς τὰ χαλκᾶ σκεύη, τοῦτον τὸν λόγον ἡ ὕλη πρὸς τὰ ἔνυλα πάντα), ἢ δι’ ὁρισμῶν. πᾶς δὲ ὁρισμὸς καὶ ὑπογραφὴ ἐκ πλειόνων ἐστὶν ὀνομάτων, ἢ ὀνομάτων καὶ ῥημάτων. τὰ οὖν πλείονα ταῦτα ὀνόματα ἤτοι ἓν καὶ ταὐτὸν σημαίνουσιν, ἢ πλείονα καὶ διάφορα· ἀλλ’ εἰ μὲν ἓν καὶ ταὐτὸν σημαίνοιεν, πάλιν δι’ ὀνόματός ἐστιν ἡ διδασκαλία (τί γὰρ διαφέρει διὰ τοῦ ξίφους ἢ μαχαίρας ἢ σπάθης διδάξαι τὸ ὑποκείμενον; καθ’ ἕκαστον γὰρ ὄνομα τὸ αὐτὸ σημαίνομεν ὑποκείμενον), εἰ δὲ πλείονα καὶ διάφορα σημαίνουσιν αἱ ἐν τῷ ὁρισμῷ παραλαμβανόμεναι φωναί, ἤτοι οὐσίας πλείους σημαίνουσιν ἢ συμβεβηκότα. εἰ μὲν οὖν οὐσίας πλείους σημαίνουσιν, αὐτόθεν πολλὰ τὰ ὄντα (πολλαὶ γὰρ οὐσίαι, αἱ δὲ οὐσίαι ὄντα εἰσίν), εἰ δὲ συμβεβηκότα, ἢ αὐτῷ τῷ ὄντι συμβεβήκασιν ἢ ἑτέρῳ, καὶ ἢ χωριστά εἰσιν ἢ ἀχώριστα. Δείκνυσιν οὖν ὅτι οὐδεμία ὑπόθεσις ἀληθὴς εἶναι δύναται, πρὸς δὲ τὴν δεῖξιν τούτων προλαμβάνει τέσσαρά τινα ἀξιώματα. ἓν μὲν ὅτι τὸ χωριστὸν συμβεβηκὸς δύναται καὶ ἀπογίνεσθαι τοῦ ὑποκειμένου.

“但是,本然的存在被分割为另一个某种本然的存在,这根据定义也是明显的。” 在将严格意义上的一,即在数目上的一,区分为连续之物与在定义上相同之物,并指出如果存在作为连续之物是一,它要么是实体,要么是偶性(因为如果是两者的复合,存在物显然就是多数);随后又表明即使仅仅是实体也不能成立——因为实体能接受偶性,且说实体是白的是真的,而白是非存在,实体也是非存在,但它又被假定为存在,从而同一事物就将既是存在又是非存在——由于从假定实体能接受偶性中推导出了这一荒谬,有人可能会说,也许根本不应当假定偶性存在,而唯有实体存在;因此,他现在打算证明这一点:即便我们假定存在是实体,且此实体在数目上是一,偶性根本不属于它,即便如此,同样可以表明存在物是多数而不是一。而他实际上是这样说的:你们关于这个实体是在教导我们,还是没有?如果你们根本不教导我们,而只要求我们遵从你们的断言,我们就不会听从你们;但如果你们在教导,你们无论如何要么通过名称教导我们,要么通过说明。如果你们通过名称教导我们,名称生来并不能向我们显明事物的本性;因为想要了解人的本性的人,通过“人”这个声音并不会多了解什么。此外,如果事物的名称足以显明其实体,所有人就都会同样具备知识,因为他们同样知道各个名称所指示的是什么。但如果是通过说明,无论如何要么是通过定义,要么是通过概括。普遍而言,所有的教导和所有的学习都是通过三种方式进行的:要么是通过否定(正如柏拉图所说关于神和质料的教导是这样进行的:神既非此物亦非彼物,而是“超越于这些事物”,正如在质料的情形中说它劣于这些事物一样);要么是通过类比(他在关于神和质料的情形中再次使用了这种方式,他说太阳对于世界中的一切事物具有何种比例,神对于所有的存在物就简明地具有何种比例,青铜对于青铜器具具有何种比例,质料对于一切具质料的事物就具有何种比例);要么是通过定义。然而每一个定义和概括都是由多个名词,或者名词和动词构成的。那么,这多个名称要么指示一且相同的事物,要么指示多数且相异的事物。如果它们指示一且相同的事物,教导就再次是通过名称进行的(因为用利剑、短刀还是宽刃刀来教导这一底层事物,又有什么区别呢?因为根据每一个名称,我们所指示的都是同一底层);但如果定义中所采用的声音指示多数且相异的事物,它们要么指示多数实体,要么指示偶性。如果它们指示多数实体,存在物立刻就是多数(因为有多个实体,而实体是存在物);但如果是偶性,它们要么偶然属于存在本身,要么属于另一事物,并且它们要么是可分离的,要么是不可分离的。因此他证明没有一种假说能够为真;而为了证明这些,他预先设定了四个公理。其中之一是:可分离的偶性也能够从底层中脱离。

语法注2 条
  1. 1.45Διελὼν ... διὰ τοῦτο νῦν τοῦτο προτίθεται δεῖξαι ὅτι

    这是一个长大的倒置与离隔结构。句首的三个分词短语(Διελών、εἰπών、εἶτα δείξας)作为表示时间或伴随情况的状语分词,回顾了此前的论证,并修饰主句动词 προτίθεται(主语为亚里士多德)。其间插入了原因从句 ἐπειδὴ ... συνήχθη τὸ ἄτοπον 和虚拟/潜在语气的分句 εἶπε δὲ ἄν τις,最终落实于主句骨架:διὰ τοῦτο νῦν τοῦτο προτίθεται δεῖξαι ὅτι(“因此他现在打算证明……”)。

  2. 1.45ἀλλ’ ὅτι “ὑπὲρ ταῦτα”

    承接前文的 οὔτε τόδε ἐστὶν οὔτε τόδε θεός(“神既非此物亦非彼物”),在 ἀλλ’ ὅτι 之后省略了主语“神”和系动词,介词短语 ὑπὲρ ταῦτα 充当表语(即“[神是]超越于这些事物”)。随后的 ὥσπερ καὶ ἐπὶ τῆς ὕλης ὅτι χείρων τούτων 也是相同的省略结构,意即“[质料]劣于这些事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:71.16-73.1