← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§728.15-729.24

追随移动事物的现在与定义上的差异

约翰·斐洛庞诺斯注解了亚里士多德《物理学》219b22–219b26,论证了正如时间追随运动一样,‘现在’追随移动的事物,并阐明了‘现在’在基底上是同一的,但作为先与后被计数时在定义(或存在)上是相异的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.261

" Τῷ δὲ φερομένῳ ἀκολουθεῖ τὸ νῦν, ὥσπερ ὁ χρόνος τῇ κινήσει." Εἰπὼν ὅτι ἀκολουθεῖ “τῷ μὲν μεγέθει ἡ κίνησις, ταύτῃ δὲ ὁ χρόνος, ὁμοίως δὲ καὶ τῇ στιγμῇ τὸ φερόμενον,” εἶτα μεταξὺ τὸν τῶν σοφιστῶν ἐμβαλὼν λόγον, ἐπάγει ἐν τούτοις τὸ λεῖπον, ὅτι καὶ τῷ φερομένῳ ἀκολουθεῖ τὸ νῦν· τῷ γὰρ τὸ φερόμενον λαμβάνεσθαι ἐν προτέρῳ καὶ ὑστέρῳ τινὶ καὶ ἀριθμεῖσθαι τὰς μεταβάσεις αὐτοῦ, ταύτῃ τὸ νῦν τὴν ὑπόστασιν ἔχει.1 ὅτι δὲ ἀκολουθεῖ τὸ νῦν τῷ φερομένῳ, ἐδήλωσεν εἰπὼν τῷ γὰρ φερομένῳ γνωρίζομεν τὸ πρότερον καὶ ὕστερον ἐν κινήσει. ὡς γὰρ πᾶς ὁ χρόνος τῇ κινήσει πάσῃ παρακολουθεῖ καὶ συνεκτείνεται, οὕτω καὶ τὸ νῦν τῷ φερομένῳ· ἀνάλογον γὰρ ὡς τὸ φερόμενον πρὸς τὴν κίνησιν, οὕτω καὶ τὸ νῦν πρὸς τὸν χρόνον, ὥστε καὶ ἐναλλὰξ ὡς ἡ κίνησις πρὸς τὸν χρόνον, οὕτω καὶ τὸ φερόμενον πρὸς τὸ νῦν. εἰ οὖν τὸ φερόμενον ἓν καὶ τὸ αὐτὸ ὁτιποτέ ἐστιν, εἴτε στιγμὴ εἴτε λίθος εἴτε ὁτιδήποτε, διαφέρει δὲ κατὰ τὸν λόγον τῷ ἐν ἄλλῳ καὶ ἄλλῳ γίνεσθαι, τοιοῦτον ἂν εἴη πάντως καὶ τὸ νῦν.

“而‘现在’追随移动的事物,正如时间追随运动。” 在说了“运动追随量度,而时间追随这[运动],同样地移动的事物追随点”之后,他又在中间插入了诡辩家们的论辩,随后在这些文句中补足了所缺失的部分,即‘现在’也追随移动的事物;因为由于移动的事物在某种先与后之中被把握,且其位移被计算,‘现在’正是在这一点上具有其实体存在。至于‘现在’追随移动的事物,他通过说“因为我们正是通过移动的事物认识运动中的先与后”表明了这一点。因为正如全部时间伴随全部运动并与之一同伸展,‘现在’也是如此伴随移动的事物;因为按比例而言,正如移动的事物相对于运动,‘现在’也是如此相对于时间,以至于交错来看,正如运动相对于时间,移动的事物也是如此相对于‘现在’。因此,如果移动的事物就其所是的东西而言是单一且同一的,无论它是一个点、一块石头还是任何东西,但由于出现在一个又一个不同的地方而在定义上有所不同,那么‘现在’也必定完全是这样的。

§4.262

"Ἧι δὲ ἀριθμητὸν τὸ πρότερον καὶ ὕστερον, τὸ νῦν ἐστιν." Εἰπὼν “τῷ γὰρ φερομένῳ γνωρίζομεν τὸ πρότερον καὶ ὕστερον ἐν κινήσει,” προσέθηκεν ᾗ δὲ ἀριθμητὸν τὸ πρότερον καὶ ὕστερον, τὸ νῦν ἐστι, συνάγων καὶ διὰ τούτων ὅτι τῷ φερομένῳ τὸ νῦν ἀκολουθεῖ· εἰ γὰρ τῷ μὲν φερομένῳ τὸ πρότερον καὶ τὸ ὕστερον ἕπεται τὸ ἐν κινήσει, τὸ δὲ πρότερον καὶ ὕστερον τὸ ἐν κινήσει τὸ νῦν ἐστι (καθὸ γὰρ ἀριθμητόν ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον τὸ ἐν κινήσει, τὸ νῦν ἐστι), τῷ φερομένῳ ἂν τὸ νῦν ἕποιτο.

“而在先与后作为可数之物的限度内,‘现在’存在。” 在说了“因为我们正是通过移动的事物认识运动中的先与后”之后,他补充道“而在先与后作为可数之物的限度内,‘现在’存在”,以此也推导出‘现在’追随移动的事物这一结论;因为如果运动中的先与后追随移动的事物,而运动中的先与后就是‘现在’(因为在运动中的先与后作为可数之物的限度内,它就是‘现在’),那么‘现在’就会追随移动的事物。

§4.263

"Ὥστε καὶ ἐν τούτοις, ὃ μέν ποτε ὂν νῦν2 ἐστι, τὸ αὐτό (τὸ πρότερον γὰρ ἢ ὕστερόν ἐστι τὸ ἐν κινήσει), τὸ δὲ εἶναι ἕτερον· 〈ᾗ〉 ἀριθμητὸν γὰρ τὸ πρότερον καὶ τὸ ὕστερον, τὸ νῦν ἐστιν." Οὕτω λοιπὸν τὸ προκείμενον συνάγει, λέγω δὴ ὅτι τὸ νῦν τῷ μὲν ὑποκειμένῳ τὸ αὐτό ἐστι, τῷ δὲ λόγῳ ἄλλο καὶ ἄλλο. τὸ γὰρ ὥστε καὶ ἐν τούτοις ἀντὶ τοῦ ἐν τοῖς νῦν· ὥσπερ γὰρ καὶ τὸ σημεῖον τὸ γεννητικὸν τῆς γραμμῆς ἓν καὶ τὸ αὐτὸ τῷ ὑποκειμένῳ, καὶ τὸ φερόμενον τὸ γεννητικὸν τῆς κινήσεως, οὕτω δὲ καὶ τὸ νῦν τὸ τοῦ χρόνου γεννητικόν. ὃ μέν ποτε ὂν νῦν ἐστι, τουτέστιν ὁτιδήποτε κατὰ τὸ ὑποκείμενον ὑπάρχει τε καὶ ἔστι νῦν, ἕν ἐστι καὶ τὸ αὐτό. εἶτα καὶ τί ἐστιν ἐπάγει· τὸ πρότερον γάρ, φησίν, ἢ ὕστερον τὸ ἐν κινήσει· ταὐτὸν γὰρ τὸ ἐν κινήσει πρότερον καὶ ὕστερον κατὰ τὸ ὑποκείμενον, ἐπεὶ καὶ ἐπὶ τῆς κινήσεως τὸ φερόμενον. τὸ δὲ εἶναι ἕτερον, τουτέστι κατὰ τὸν λόγον· τὸ γὰρ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον, μὴ ὡς ἀριθμούμενον λαμβανόμενον μηδὲ ὡς πρότερον καὶ ὕστερον, τὸ ὑποκείμενόν ἐστι τοῖς νῦν, τοῦτο δὲ αὐτὸ ὅταν ὡς πρότερον καὶ ὕστερον ληφθῇ καὶ ὡς κατὰ διαφορὰν τῆς κινήσεως γινόμενον, τότε δὴ ἄλλο καὶ ἄλλο ἐστὶ κατὰ τὸν λόγον· ἄλλο γάρ ἐστιν αὐτῷ τὸ προτέρῳ εἶναι καὶ ἄλλο τὸ ὑστέρῳ.3

“因此在这些之中,无论作为‘现在’的存在是什么,它都是同一的(因为它是运动中的先或后),但其存在是相异的;因为在先与后作为可数之物的限度内,‘现在’存在。” 他就这样得出了所设定的论题,我指的是,‘现在’在基底上是同一的,但在定义上是互不相同的。因为“因此在这些之中”代替的是“在诸‘现在’之中”;因为正如生成线的点在基底上是单一且同一的,生成运动的移动事物也是如此,生成时间的‘现在’同样也是如此。“无论作为‘现在’的存在是什么”,也就是说,无论在基底上实存且是‘现在’的东西是什么,它都是单一且同一的。接着他又补充了它是什么:他说,“因为它是运动中的先或后”;因为运动中的先与后在基底上是同一的,因为在运动的情况中移动的事物也是如此。“但其存在是相异的”,也就是说在定义上[是相异的];因为运动中的先与后,在不作为被计数者也不作为先与后而被把握时,是诸‘现在’的基底,但当这同一个东西作为先与后且作为随着运动的差异而产生者被把握时,那时它在定义上确实是互不相同的;因为对于它而言,作为先是一回事,而作为后是另一回事。

语法注3 条
  1. 4.261τῷ γὰρ τὸ φερόμενον λαμβάνεσθαι ἐν προτέρῳ καὶ ὑστέρῳ τινὶ καὶ ἀριθμεῖσθαι τὰς μεταβάσεις αὐτοῦ, ταύτῃ τὸ νῦν τὴν ὑπόστασιν ἔχει

    带定冠词与格不定式 τῷ ... λαμβάνεσθαι ... καὶ ἀριθμεῖσθαι 构成表原因的短语,与后文的指示副词 ταύτῃ(“正是在这一点上”)相呼应。不定式的语义主语是对格的 τὸ φερόμενον,其后的 τὰς μεταβάσεις αὐτοῦ 则充当 ἀριθμεῖσθαι 的受词或宾格成分。

  2. 4.263ὃ μέν ποτε ὂν νῦν ἐστι, τουτέστιν ὁτιδήποτε κατὰ τὸ ὑποκείμενον ὑπάρχει τε καὶ ἔστι νῦν

    对于亚里士多德特有的公式化表达 ὃ μέν ποτε ὄν(“无论作为其所是的存在是什么”),注疏家斐洛庞诺斯在 τουτέστιν 引出的解释句中将其语法及概念上等同于“在基底上(κατὰ τὸ ὑποκείμενον)”。主句的述语是其后的 ἕν ἐστι καὶ τὸ αὐτό。

  3. 4.263ἄλλο γάρ ἐστιν αὐτῷ τὸ προτέρῳ εἶναι καὶ ἄλλο τὸ ὑστέρῳ

    表示本质或定义的“与格+εἶναι”句式。主语是带冠词的不定式短语 τὸ προτέρῳ εἶναι 和 τὸ ὑστέρῳ εἶναι,述语为形容词 ἄλλο。与格代词 αὐτῷ(指代作为基底的“先与后”)所带的不定式 εἶναι,其表语形容词 προτέρῳ / ὑστέρῳ 依从一致关系同样采用与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:728.15-729.24