← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§726.31-728.14

作为作因的现在及其基底上的同一性

注解者依据亚里士多德的论证,说明点、移动的事物与‘现在’分别是量度、运动和时间的作因,阐明线和时间是通过单一者的流动而非多个单位的并置生成的。进而通过引用诡辩家关于科里斯库斯的论点以及梯子的例子,阐明‘现在’为何在基底上同一而在定义(先与后)上不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.260#2

εἶπε γὰρ ἐν τοῖς ἔμπροσθεν ἀκολουθεῖν τῷ μὲν μεγέθει τὴν κίνησιν, ταύτῃ δὲ τὸν χρόνον· τῷ γὰρ εἶναι ἐν τῷ μεγέθει τὸ πρότερον καὶ τὸ ὕστερον καὶ προσέτι τὸ συνεχές, ταύτῃ καὶ ἐν τῇ κινήσει τὸ πρότερον ἦν καὶ ὕστερον καὶ ἡ συνέχεια, διὰ δὲ τὴν κίνησιν καὶ ἐν τῷ χρόνῳ, πλὴν ὅτι ἐν μὲν τῷ μεγέθει “θέσει” ἦν τὸ πρότερον καὶ τὸ ὕστερον, διότι τὴν ἀρχὴν ἀφ’ οἱουδήποτε μορίου ποιήσασθαι δυνατόν, ἐπὶ δὲ τῆς κινήσεως καὶ τοῦ χρόνου οὐκέτι· οὐ γὰρ οἷόν τε ἐν τούτοις τὸ πρότερον ὕστερον γενέσθαι, οὐδ’ ἔμπαλιν τὸ ὕστερον πρότερον. ὥσπερ οὖν, φησί, ταῦτα ἕπονται ἀλλήλοις, οὕτως καὶ τὰ οἱονεὶ γεννητικὰ τούτων καὶ ποιητικά. τοῦτο δὲ ἐδήλωσεν εἰπὼν ὁμοίως δὲ καὶ τῇ στιγμῇ τὸ φερόμενον, ᾧ τὴν κίνησιν γνωρίζομεν. ἔστι γὰρ τοῦ μὲν μεγέθους ἡ στιγμὴ ποιητική (ῥυϊσκόμενον γὰρ τὸ σημεῖον γεννᾷ τὴν γραμμήν, πρῶτον δὲ μέγεθος ἡ γραμμή), τῆς δὲ κινήσεως ποιητικὸν τὸ φερόμενον· τοῦ γὰρ γενέσθαι τὴν ἀπὸ Ἀθηνῶν εἰς Θήβας κίνησιν αἴτιον τὸ φερόμενον, εἴτε ἄνθρωπος εἴη εἴτε ὁτιδήποτε, καὶ τοῦ γενέσθαι τὴν ἀπὸ Κριοῦ ἐπὶ Ταῦρον κίνησιν αἴτιος τυχὸν ὁ ἥλιος ὁ ταύτην κινηθεὶς ἢ ἕτερός τις τῶν ἀστέρων. τούτῳ καὶ γνωρίζεται ἡ κίνησις· καθ’ αὑτὴν γὰρ ἀγνώριστος ὑπάρχουσα τῷ κινουμένῳ γνωρίζεται. τὸ γὰρ γεγενῆσθαι τὴν ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ τοῦ οὐρανοῦ κίνησιν καὶ περιφορὰν οὐκ ἄλλῳ τινὶ γνωρίζομεν ἢ αὐτῷ τῷ οὐρανῷ· τῷ γὰρ τὸ αὐτὸ αὐτοῦ μόριον δὶς ἐν τῷ αὐτῷ μορίῳ τοῦ ὁρίζοντος ἰδεῖν γενόμενον,1 οὕτω τοσήνδε γεγενῆσθαι κίνησιν γνωρίζομεν. καὶ τὸ νῦν δὲ τοῦ χρόνου ποιητικὸν αἴτιον· ἡ γὰρ τούτου ῥύσις γεννᾷ τὸν χρόνον. εἰ τοίνυν ὡς τὸ σημεῖον πρὸς τὸ μέγεθος ἔχει καὶ τὸ κινούμενον πρὸς τὴν κίνησιν, οὕτω καὶ τὸ νῦν πρὸς τὸν χρόνον, τὸ δὲ σημεῖον ἓν ὂν καὶ τὸ αὐτὸ γεννᾷ τὸ μέγεθος (οὐ γὰρ παραθέσει πλειόνων στιγμῶν γεννᾶται ἡ γραμμή, ἀλλὰ μιᾶς ῥύσει), ἔτι δὲ καὶ τὸ κινούμενον ἓν ὂν γεννᾷ τὴν κίνησιν, ἀκόλουθον δήπου καὶ τὸ νῦν ἓν ὂν γεννᾶν τὸν χρόνον. οὐ γὰρ ἐκ πολλῶν νῦν παρακειμένων ἀλλήλοις γεννᾶται ὁ χρόνος· οὐ γὰρ σύγκειται ἐκ τῶν νῦν, ἀλλ’ ἑνὸς ῥύσει· τῷ γὰρ τὸ αὐτὸ νῦν πρότερον καὶ ὕστερον λαμβάνεσθαι τὸ εἶναι ἔχει ὁ χρόνος. ὥσπερ οὖν τὸ κινούμενον ὃ μέν ποτε ὂν τὸ αὐτό ἐστιν (ἢ γὰρ λίθος ἐστὶν ἢ ἄνθρωπος ἢ ἀστὴρ ἢ ἕτερόν τι), τῷ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβάνεσθαι, ταύτῃ ἕτερον (ὡς γὰρ εἶπον, ἄλλο ἐστὶ Σωκράτει τὸ ἐν οἴκῳ εἶναι καὶ ἄλλο τὸ ἐν ἀγορᾷ), οὕτω δὴ καὶ τὸ νῦν τῷ μὲν ὑποκειμένῳ καὶ τῇ οὐσίᾳ τὸ αὐτὸ τὸ πρότερον τῷ ὑστέρῳ, τῷ δὲ πρότερον ἢ ὕστερον εἶναι, ταύτῃ δὴ τῷ λόγῳ ἕτερον. παραδείγματος δὲ χάριν καὶ σαφηνείας, ἵνα δείξῃ πῶς τὸ αὐτὸ λέγομεν κατὰ τὸ ὑποκείμενον, διάφορον δὲ κατὰ τὸν λόγον, ἐμνημόνευσε τοῦ ὑπὸ τῶν σοφιστῶν λεγομένου. λαμβάνοντες γὰρ ἐκεῖνοι τὸ ἕτερον εἶναι τῷ Κορίσκῳ τὸ ἐν Λυκείῳ εἶναι καὶ ἕτερον τὸ ἐν ἀγορᾷ, τὴν κατὰ συμβεβηκὸς ταύτην καὶ κατὰ τὸν λόγον διαφορὰν ἐπὶ τὸ ὑποκείμενον μετέφερον· εἰ γὰρ ἄλλο, φασίν, ἐστὶ τῷ Κορίσκῳ τὸ ἐν Λυκείῳ εἶναι καὶ ἄλλο τὸ ἐν ἀγορᾷ, ὁ ἄρα Κορίσκος αὐτὸς ἑαυτοῦ ἕτερός ἐστιν. ἀλλ’ οὐκ ἀνάγκη, εἰ κατὰ τὸν λόγον ἕτερόν τι εἴη καὶ κατὰ συμβεβηκός, ἤδη καὶ κατὰ τὸ ὑποκείμενον ἕτερον εἶναι, ἐπεὶ καὶ ἡ κλῖμαξ μία καὶ ἡ αὐτὴ τῷ λόγῳ ἑτέρα οὖσα καὶ ἑτέρα·2 ἄλλο γάρ ἐστιν αὐτῇ τὸ ἀναβάσει εἶναι καὶ ἄλλο τὸ καταβάσει. οὕτως οὖν καὶ τὸ νῦν καὶ ταὐτὸν καὶ ἕτερον, τῷ λόγῳ μὲν ἕτερον πρότερόν τε λαμβανόμενον καὶ ὕστερον, τῷ ὑποκειμένῳ δὲ τὸ αὐτό.

因为他在前文中说过,运动追随量度,而时间追随这[运动];因为由于先与后以及连续性存在于量度之中,正是由于这一点,先与后以及连续性也存在于运动之中,并且通过运动也存在于时间之中,不同之处仅在于:在量度中,先与后是“就位置而言”存在的(因为可以从任何一个部分开始设定起点),但在运动与时间上却不再如此;因为在这些之中,先者不可能变为后者,后者反过来也不可能变为先者。因此,他说,正如这些事物彼此追随,那些仿佛是它们的生成因和作因的事物也是如此。而他通过说“同样地,移动的事物追随点,我们正是通过这[移动的事物]来认识运动”表明了这一点。因为点是量度的作因(因为流动的点生成线,而线是最初的量度),移动的事物则是运动的作因;因为从雅典到底比斯的运动得以产生的原因是移动的事物,无论它是一个人还是任何别的什么,而从白羊座到金牛座的运动得以产生的原因,或许是进行了这一运动的太阳,或是其他天体之一。运动也是通过这[移动的事物]而被认识的;因为运动就自身而言是不可认识的,它正是通过被移动的事物而被认识的。因为对于天宇从同一处到同一处的运动和旋转之发生,我们唯独是通过天宇自身来认识的;因为通过看到天宇的同一部分两次出现在地平线的同一部分中,我们由此认识到发生了如此程度的运动。而‘现在’也是时间的作因;因为它的流动生成了时间。因此,如果正如点相对于量度、被移动者相对于运动那样,‘现在’也是如此相对于时间的,并且点作为单一且同一的东西生成了量度(因为线并不是由多个点的并置而生成的,而是由单个点的流动生成的),而且被移动者作为单一的东西也生成了运动,那么理所当然,‘现在’作为单一的东西也会生成时间。因为时间不是由许多彼此并列的‘现在’生成的;因为时间并非由诸‘现在’复合而成,而是由单个‘现在’的流动生成的;因为正是由于同一个‘现在’被把握为先和后,时间才具有其存在。因此,正如被移动者就其作为所是的东西而言是同一的(因为它要么是石头,要么是人,要么是星体,要么是别的某种东西),但由于在一个又一个不同事物中被把握,它在这一点上是相异的(因为正如我说过的,对于苏格拉底而言,存在于家中是一回事,存在于广场上是另一回事),正如这样,‘现在’在基底和实体上,先者与后者也是同一的,但由于其作为先或后,在这一点上它在定义上是相异的。为了举例和说明清楚,为了表明我们是如何说在基底上是同一的而在定义上是相异的,他提到了诡辩家们所说的论点。因为那些人抓住对于科里斯库斯而言存在于吕克昂是一回事而存在于广场上是另一回事这一点,便将这种偶性的以及在定义上的差异转移到了基底之上;因为他们说,如果对于科里斯库斯而言存在于吕克昂是一回事而存在于广场上是另一回事,那么科里斯库斯自身就不同于自身了。但是,如果某物在定义上且在偶性上是不同的,并没有必然性因此就在基底上也必定是不同的,正如梯子本身是单一且同一的,但在定义上却是彼此不同的;因为对于梯子而言,作为向上登是一回事,作为向下行是另一回事。因此,‘现在’同样既是同一的又是不同的:在被把握为先和后时在定义上是不同的,但在基底上是同一的。

语法注2 条
  1. 4.260τῷ γὰρ τὸ αὐτὸ αὐτοῦ μόριον δὶς ἐν τῷ αὐτῷ μορίῳ τοῦ ὁρίζοντος ἰδεῖν γενόμενον

    这是由表示原因或方式的与格冠词 τῷ 与不定式 ἰδεῖν 构成的结构。ἰδεῖν 的隐性语义主语在语境中是“我们”(ἡμᾶς),其直接宾语是 τὸ αὐτὸ αὐτοῦ μόριον,而 γενόμενον 则是受感官动词 ἰδεῖν 支配的补充性分词(“通过看到它的同一部分……两次到达”)。

  2. 4.260ἐπεὶ καὶ ἡ κλῖμαξ μία καὶ ἡ αὐτὴ τῷ λόγῳ ἑτέρα οὖσα καὶ ἑτέρα

    在由引导解释或举例的连词 ἐπεὶ 所引出的分句中,省略了系动词(ἐστί)。句子的核心结构是 ἡ κλῖμαξ μία καὶ ἡ αὐτή [ἐστι](“梯子[是]单一且同一的”),而 τῷ λόγῳ ἑτέρα οὖσα καὶ ἑτέρα 则是修饰主语的让步/对照性分词短语(“虽然在定义上彼此相异”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:726.31-728.14