← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§725.16-726.31

现在的同一性与相异性及与移动事物的对应

斐洛庞努斯指出关于‘现在’在先与后中是同一还是相异的疑难源于划分的不完备,通过区分实体(基底)上的同一与关系(定义)上的相异来解决这一疑难,并进而论述量度、运动、时间与移动事物之间的对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.260#1

" Τὸ δὲ νῦν ἔστι μὲν ὡς τὸ αὐτό, ἔστι δὲ ὡς οὐ τὸ αὐτό." Ἐπειδὴ ἐν τοῖς ἔμπροσθεν ἠπόρει περὶ τοῦ νῦν, πότερον τὸ αὐτό ἐστι τὸ πρότερον τῷ ὑστέρῳ ἢ ἕτερον, εἶτα ἐδείκνυεν ἑκάτερον ἄτοπον (εἴτε γὰρ τὸ αὐτὸ εἴη, ὁμόχρονα εἶναι πάντα ἀνάγκη, εἴτε μὴ εἴη τὸ αὐτό, ἐπειδὴ μὴ πέφυκε τὸ πρότερον μένειν τοῦ ὑστέρου ἐπιγενομένου, ἀνάγκη δήπου ἐφθάρθαι, καὶ ἤτοι ἐν ἑαυτῷ ἢ ἐν ἄλλῳ νῦν, ἑκάτερον δὲ ἀδύνατον), ἐπειδὴ τοῦτο μάλιστα τοῦ παραλογισμοῦ αἴτιον ἦν, τὸ ἀτελὲς τῆς διαιρέσεως, διὰ τοῦτο τὸ λεῖπον τῆς διαιρέσεως ἐνταῦθα ἐκτίθεται·1 τὸ γὰρ πρότερον νῦν τῷ ὕστερον οὔτε ἁπλῶς τὸ αὐτό ἐστιν οὔτε ἁπλῶς ἕτερον, ἀλλὰ πῇ μὲν τὸ αὐτό ἐστι πῇ δὲ οὐ τὸ αὐτό. τοῦτο δὲ ἐκεῖ μὲν παραιτεῖται δι’ ἐπίκρυψιν τοῦ παραλογισμοῦ, ἐνταῦθα δὲ αὐτὸ τίθησιν, ἵνα ἐκείνην ἐπιλύσηται τὴν ἀπορίαν, ὅτι ἔστι τῇ μὲν οὐσίᾳ τὸ αὐτὸ τὸ πρότερον νῦν τῷ ὕστερον, τῇ δὲ σχέσει οὐ τὸ αὐτό· ἄλλο γὰρ αὐτῷ ἐστι τὸ προτέρῳ εἶναι καὶ ἄλλο τὸ ὑστέρῳ,2 ὥσπερ, φησί, καὶ οἱ σοφισταί φασιν ἄλλον εἶναι Κορίσκον ἐν Λυκείῳ καὶ ἄλλον ἐν ἀγορᾷ, ταύτῃ γε ἀληθῶς λέγοντες· οὐ γὰρ ταὐτόν ἐστι τῷ αὐτῷ ἐνταῦθα εἶναι ἢ ἐκεῖ. καὶ τὸ νῦν οὖν εἴτε καὶ τῷ ἀριθμῷ ἓν καὶ ταὐτὸν εἶναί τις θείη καὶ τῇ τούτου ῥύσει γεννᾶσθαι τὸν χρόνον, οὐ συμβήσεται τὰ πρὶν γενόμενα τοῖς νῦν γενομένοις τὰ αὐτὰ εἶναι· εἰ γὰρ καὶ ἐν τῷ αὐτῷ, ἀλλ’ οὐχ ὡσαύτως ἔχοντι, ἐπεὶ οὐδὲ τὰ αὐτά ἐστιν ἢ ἅμα τὰ ἐν Κορίσκῳ γενόμενα ἐν Λυκείῳ τε ὄντι καὶ ἐν ἀγορᾷ, οἷον εἰ ἐνταῦθα μὲν ἐθερμαίνετο ἐκεῖ δὲ ἐψύχετο, ἤ τι τοιοῦτον. εἴτε οὖν ἓν καὶ ταὐτὸν ὑποκέοιτο τὸ νῦν κατὰ ἀριθμόν, οὐδὲν τῶν εἰρημένων ἀτόπων συμβήσεται, ἐπεὶ μὴ καὶ κατὰ σχέσιν τὸ αὐτὸ ὑπόκειται, εἴτε καὶ οὐσίας μὲν εἴη τῆς αὐτῆς τὸ πρότερον τῷ ὕστερον μὴ εἴη δὲ τῷ ἀριθμῷ τὸ αὐτό, ὅπερ ἐστὶ καὶ μᾶλλον ἀληθές, πολλῷ μᾶλλον οὐδὲν τούτων συμβήσεται. πῶς δὲ ἔχει πρὸς τὸ γίνεσθαι καὶ φθείρεσθαι τὸ νῦν, ἐν τοῖς ἑξῆς βιβλίοις διδάξει, ὅτι καὶ αὐτὸ καὶ ἕτερα πλεῖστα ἀχρόνως ἢ εἰσὶν ἢ οὐκ εἰσί, μήτε διὰ γενέσεως εἰς τὸ εἶναι παραγόμενα μήτε διὰ φθορᾶς εἰς τὸ μὴ εἶναι. Τὸ δὲ νῦν ἔστι μὲν ὡς τὸ αὐτό, ἔστι δὲ ὡς 〈οὐ〉 τὸ αὐτό. εἰπὼν “τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτε ἦν, τὸ δὲ εἶναι αὐτῷ ἕτερον”, ἐξ οὗ, ὅπερ εἶπον, τὴν εἰρημένην ἀπορίαν ἐπιλύεται, πῶς ἐστι καὶ τὸ αὐτὸ καὶ οὐ τὸ αὐτὸ νῦν διδάσκει. καθὸ μὲν γάρ, φησίν, ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβάνεται, ταύτῃ ἕτερόν ἐστι καὶ ἕτερον τὸ πρότερον καὶ τὸ ὕστερον· λαμβάνεται δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ τῆς κινήσεως, κατὰ τοῦτο δὲ ἦν αὐτῷ, φησί, καὶ τὸ νῦν εἶναι (ἀμερὲς γὰρ τὸ νῦν, ἀμερὲς δὲ ὂν ἅμα ἐν πλείοσιν εἶναι οὐ δύναται, ἀλλ’ ὅτε ἐν τούτῳ ἐστίν, ἐν ἐκείνῳ οὐκ ἔστιν), ὥστε καλῶς εἴρηται ὅτι τῷ ἀεὶ ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβάνεσθαι, ταύτῃ καὶ τὸ εἶναι νῦν ἔχει (οὐ γὰρ ἔστιν εἰπεῖν ἅμα ἐν τούτῳ καὶ τούτῳ), ταύτῃ δὲ καὶ ἕτερόν ἐστι τὸ πρότερον τοῦ ὕστερον· ἄλλο γάρ ἐστιν αὐτῷ τὸ ἐν τῷδε εἶναι, καὶ ἄλλο τὸ ἐν τῷδε. ταύτῃ μὲν οὖν ἕτερον τὸ πρότερον νῦν τοῦ ὑστέρου. ὃ δέ ποτε ὄν ἐστι, φησί, τὸ αὐτό,3 τουτέστι κατὰ τὸ ὑποκείμενον. εἶτα τοῦτο κατασκευάσαι βουλόμενος ἐπήγαγεν ἀκολουθεῖ γάρ, ὥσπερ ἐλέχθη, τῷ μὲν μεγέθει ἡ κίνησις, ταύτῃ δὲ ὁ χρόνος, ὡς φαμέν· ὁμοίως δὲ καὶ τῇ στιγμῇ τὸ φερόμενον ᾧ τὴν κίνησιν γνωρίζομεν, καὶ τὸ πρότερον ἐν αὐτῇ καὶ τὸ ὕστερον.

“而‘现在’在某种意义上是同一的,但在某种意义上又不是同一的。” 由于他在前文中曾就‘现在’提出疑难,探讨先前的[现在]与后来的[现在]究竟是同一的还是不同的,接着指出两方面都是荒谬的(因为如果它是同一的,所有事物就必然同时存在;而如果它不是同一的,由于在后来的[现在]出现时,先前的[现在]依本性不能存留,它必定已经毁灭,而且要么是在自身中,要么是在另一个‘现在’中毁灭,然而这两者都是不可能的);由于这正是谬误推理的最主要原因,即划分的不完备,因此划分所欠缺的部分在此处被陈述出来。因为先前的‘现在’对于后来的‘现在’而言,既非绝对同一,亦非绝对相异,而是在某种意义上同一,在某种意义上不同一。他在彼处为了掩蔽谬误推理而略去了这一点,但在此处提出它,以便解决那个疑难:即先前的‘现在’与后来的‘现在’在实体上是同一的,但在关系上不是同一的;因为对于它而言,成为先者是一回事,成为后者是另一回事,正如他说,诡辩家们也主张在吕克昂的科里斯库斯与在广场上的科里斯库斯是不同的人,至少在这方面他们说的是真话;因为对于同一个人而言,存在于此处或存在于彼处并非同一回事。因此对于‘现在’而言,即使有人假定它在数目上也是单一且同一的,并且时间是通过它的流动而产生的,之前发生的事物与现在发生的事物也不会因此就是同一的;因为即使它们是在同一个东西中,却不是在具有相同状态的东西中,因为在吕克昂的科里斯库斯和在广场上的科里斯库斯身上所发生的事物也既不是同一的也不是同时的,例如假设他在此处变热而在彼处变冷,或诸如此类的情况。因此,即便假定‘现在’在数目上是单一且同一的,所提及的任何荒谬都不会发生,因为并未假定它在关系上也是同一的;或者即使先前的与后来的在实体上是同一的,但在数目上不是同一的(这确实更为真实),这些荒谬就更不会发生了。至于‘现在’对于生成与消灭的关系如何,他将在后续各卷中予以说明,即它以及极多其他事物都是无时间性地存在或不存在,既不是通过生成而被引向存在,也不是通过消灭而被引向非存在。“而‘现在’在某种意义上是同一的,但在某种意义上〈不〉是同一的。”在说过“因为‘现在’就其曾是什么而言是同一的,但它的存在却是不同的”之后(正如我所说的,他正是由此解决了前述疑难),他现在教导它是如何既是同一的又不是同一的。因为他说,就其在一个又一个不同事物中被把握而言,先前的与后来的在这一点上是各不相同的;而它是在运动的一个又一个不同部分中被把握的,他说,依此它也具有了作为‘现在’的存在(因为‘现在’是无部分的,而作为无部分的,它不可能同时在多个部分中,而当它在这个部分中时,便不在那个部分中),所以说得很好:由于总是在一个又一个不同事物中被把握,它正是在这方面具有了‘现在’的存在(因为不能说它同时存在于这一个和这一个之中),也正是在这方面,先前的不同于后来的;因为对于它而言,存在于这一个之中是一回事,存在于这一个之中是另一回事。因此,在这方面先前的‘现在’不同于后来的‘现在’。但是他说,“无论其作为所是的东西是什么,它都是同一的”,也就是说,就基底而言是同一的。随后,由于想要论证这一点,他接着补充道:因为正如已经说过的,运动追随量度,而如我们所说,时间追随这[运动];同样地,移动的事物追随点,我们正是通过这[移动的事物]来认识运动,以及认识运动中的先与后。

语法注3 条
  1. 4.260ἐπειδὴ ἐν τοῖς ἔμπροσθεν ἠπόρει... ἐπειδὴ τοῦτο μάλιστα τοῦ παραλογισμοῦ αἴτιον ἦν, τὸ ἀτελὲς τῆς διαιρέσεως, διὰ τοῦτο τὸ λεῖπον τῆς διαιρέσεως ἐνταῦθα ἐκτίθεται

    句首由 ἐπειδή 引导的从句因插入了较长的括号式解释(εἴτε γὰρ... ἑκάτερον δὲ ἀδύνατον)而中断,因此在主句之前再次重复 ἐπειδή 从句(ἐπειδὴ τοῦτο μάλιστα...)以概括原因,并由复指性的 διὰ τοῦτο... ἐκτίθεται 引入主句。

  2. 4.260ἄλλο γὰρ αὐτῷ ἐστι τὸ προτέρῳ εἶναι καὶ ἄλλο τὸ ὑστέρῳ

    带有述语与格的不定式构式:αὐτῷ 是与格主体,与 εἶναι 结合的述语形容词在格上与之保持一致而采用与格(προτέρῳ / ὑστέρῳ),意为“对于它而言,作为先者存在是一回事,作为后者存在是另一回事”。

  3. 4.260ὃ δέ ποτε ὄν ἐστι, φησί, τὸ αὐτό

    对亚里士多德习用短语 τὸ ὅ ποτε ὂν ... ἐστι 的转述。关系代词 ὅ、助词 ποτε 与分词 ὄν 的组合名词化后充当主语(指“就其作为所是的东西而言/其基底存在”),并与述语 τὸ αὐτό 搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:725.16-726.31