- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:724.24-725.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《物理学》219b9–10,说明时间如运动一般不断相继变化,从而证明它是运动独有的数目;继而论证所有同时的时间借由‘现在’在基底上的同一性,在各处皆为数目上的单一与同一。
" Καὶ ὥσπερ ἡ κίνησις ἀεὶ ἄλλη 〈καὶ ἄλλη〉, καὶ ὁ χρόνος." Ὅτι κινήσεώς ἐστι μόνης ἀριθμὸς ὁ χρόνος καὶ οὐδενὸς ἄλλου, δείκνυσι καὶ διὰ τούτου. ὥσπερ γὰρ ἀεὶ ἄλλη καὶ ἄλλη ἐστὶ κίνησις, φησίν, οὕτω καὶ ὁ χρόνος ἀριθμὸς ὢν ταύτης ἀεὶ ἄλλος ἐστὶ καὶ ἄλλος, τῶν μέντοι ἄλλων πάντων ἀεὶ τῶν αὐτῶν ὄντων1 καὶ ὁ ἀριθμὸς ἀεὶ ὁ αὐτός ἐστιν· ὥστε εἰ ὁ χρόνος ἀεὶ ἄλλος ἐστὶ καὶ ἄλλος, ἔστι δὲ παρατάσεώς τινος ὁ χρόνος ἀριθμός, μόνης ἂν εἴη κινήσεως ἀριθμὸς ὁ χρόνος.
“正如运动总是不同的〈又不同的〉,时间也是如此。” 时间唯独是运动的数目而非任何其他事物的数目,这一点他也通过这一论点加以证明。因为他说,正如运动总是不同的且相继不同的,时间作为运动的数目也总是不同的且相继不同的,然而在所有其他事物总是同一的情况下,它们的数目也总是同一的;因此,如果时间总是不同的且相继不同的,并且时间是某种延展的数目,那么时间便唯独是运动的数目。
"Ὁ δὲ ἅμα πᾶς χρόνος ὁ αὐτός· τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτε ἦν, τὸ δὲ εἶναι αὐτῷ ἕτερον.2" Ἅμα πᾶς ὁ πανταχοῦ λαμβανόμενος χρόνος, οὗτος εἷς ἐστι καὶ ὁ αὐτός·3 πάσης γὰρ κινήσεως τὸ πρότερον μετρεῖ καὶ τὸ ὕστερον (οὐ μέντοι ὡς ἀλλοιώσεως ἢ ὡς αὐξήσεως), τὸ δὲ πρότερον καὶ ὕστερον τῶν ἅμα γινομένων κινήσεων τὸ αὐτό, ὥστε καὶ ὁ χρόνος ὁ αὐτός. τοῦτο μέντοι οὐκέτι καὶ ἐπὶ τῆς κινήσεως ἁρμόζει λέγειν· οὐ γὰρ ἅμα αἱ κινήσεις αἱ αὐταί, ἀλλ’ αἱ μὲν οὐ μόνον τῷ ἀριθμῷ ἕτεραι ἀλλὰ καὶ τῷ εἴδει, αἱ δὲ εἰ καὶ τῷ εἴδει αἱ αὐταί, οἷον αἱ πλείους φοραί, ἀλλ’ οὖν γε τῷ ἀριθμῷ οὐχ αἱ αὐταί. ὁ μέντοι χρόνος εἷς καὶ ὁ αὐτὸς ὁ πανταχοῦ τῷ ἀριθμῷ· ὥστε καὶ ταύτῃ δῆλον ὅτι οὐ κίνησις ὁ χρόνος, ἀλλ’ ἀριθμὸς κινήσεως. ὅτι δὲ εἷς καὶ ὁ αὐτὸς χρόνος ὁ πανταχοῦ, κατασκευάζει ἐκ τοῦ νῦν. τὸ γὰρ νῦν, φησί, κατὰ τὴν ἑαυτοῦ φύσιν ἕν ἐστι πανταχοῦ, τῷ μέντοι λόγῳ διαφέρει (ἄλλως γὰρ λαμβάνεται ὡς πρότερον λαμβανόμενον, καὶ ἄλλως ὡς ὕστερον, ὡς μέντοι πρότερον ἕν ἐστι καὶ τὸ αὐτὸ πανταχοῦ, ὁμοίως δὲ καὶ ὡς ὕστερον), εἰ τοίνυν τὸ νῦν ἐστι τὸ γεννητικὸν τοῦ χρόνου, τοῦτο δὲ ἕν ἐστι καὶ τὸ αὐτὸ πανταχοῦ, δῆλον ὅτι καὶ ὁ χρόνος ἅμα πανταχοῦ εἷς ἂν εἴη καὶ τῇ φύσει καὶ τῷ ἀριθμῷ.
“而所有同时的时间是同一的;因为‘现在’就其曾是什么而言是同一的,但它的存在却是不同的。” 在各处被把握的所有同时的时间,这是单一且同一的;因为时间度量一切运动的先与后(然而不是作为质变或作为增大来度量的),而同时发生的各运动的先与后是同一的,从而时间也是同一的。然而这一点不再适合于在运动上被述说;因为同时的各运动不是同一的,而是有些运动不仅在数目上不同,而且在种形式上也不同,另一些运动即便在种形式上是同一的(例如多个位置移动),但至少在数目上不是同一的。然而各处的时间在数目上却是单一且同一的;因此由此也清楚表明,时间不是运动,而是运动的数目。至于各处的时间是单一且同一的,他是从‘现在’来论证的。因为他说,‘现在’依其自身本性而言在各处是单一的,然而在定义上却有差异(因为作为先者被把握时是以一种方式被把握,作为后者被把握时则是以另一种方式被把握,然而作为先者,它在各处是单一且同一的,同样作为后者也是如此);因此如果‘现在’是产生时间的东西,而这在各处是单一且同一的,那么显然,在各处同时的时间无论在本性上还是在数目上也都会是单一的。
- 4.258τῶν μέντοι ἄλλων πάντων ἀεὶ τῶν αὐτῶν ὄντων
属格绝对结构,兼具条件与转折对比功能(“然而在所有其他事物总是同一的情况下”)。它与后文的主句“καὶ ὁ ἀριθμὸς ἀεὶ ὁ αὐτός ἐστιν”相呼应,构成与运动以外静止不变事物之数目的对比。
- 4.259τὸ δὲ εἶναι αὐτῷ ἕτερον
亚里士多德的程式化表达,省略了系动词(ἐστί)。带冠词不定词“τὸ εἶναι”作主语,与格“αὐτῷ”为领有与格(“对于它而言的存在”,即其本质或定义),谓词形容词“ἕτερον”作表语,意为“其存在(本质)是不同的”。
- 4.259Ἅμα πᾶς ὁ πανταχοῦ λαμβανόμενος χρόνος, οὗτος εἷς ἐστι καὶ ὁ αὐτός
悬空主格结构(nominativus pendens)。句首的名词短语“Ἅμα πᾶς ὁ πανταχοῦ λαμβανόμενος χρόνος”以主格引出作为话题,随后由指示代词“οὗτος”复指为主语,从而构成完整的主谓结构。
