- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:723.6-724.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德通过比较运动与时间之多少来确立时间是数目这一论证(219b3),斐洛庞努斯将其规范化为第三格三段论。在对219b5的评注中,他澄清了‘被计数的数’与‘计数的数’的区别,并解决了两个疑难:时间既是连续量何以又被称为数目(离散量),以及时间为何被界定为被度量者而非度量者。
" Σημεῖον δέ· τὸ μὲν γὰρ πλεῖον καὶ ἔλαττον κρίνομεν ἀριθμῷ, κίνησιν δὲ πλείονα καὶ ἐλάττονα χρόνῳ." Ὅτι ἀριθμὸς κινήσεως ὁ χρόνος, ὁ ἠριθμημένος δηλονότι οὐχ ὁ ἀριθμῶν (τοῦτο γὰρ ἐφεξῆς δείξει), κατασκευάζει ἐν τρίτῳ σχήματι τούτῳ τῷ τρόπῳ· πᾶν πλεῖον καὶ ἔλαττον ἀριθμῷ κρίνεται, τὶ πλέον καὶ ἔλαττον χρόνῳ κρίνεται (τὴν γὰρ πλείονα καὶ ἐλάττονα κίνησιν χρόνῳ κρίνομεν), τὶς ἄρα ἀριθμὸς ὁ χρόνος.1
“而证据就在于:因为较多和较少我们是用数目来判定的,但较多和较少的运动我们是用时间来判定的。” 时间是运动的数目——显然是被计数的数目而非去计数的数目(因为他将在随后证明这一点)——这一论点,他通过第三格以如下方式加以确立:凡较多和较少皆由数目来判定,某种较多和较少由时间来判定(因为我们是用时间来判定较多和较少的运动);因此时间是某种数目。
"Ἐπεὶ δὲ ὁ ἀριθμός ἐστι διχῶς· καὶ γὰρ τὸ ἀριθμούμενον καὶ τὸ ἀριθμητὸν ἀριθμὸν λέγομεν, καὶ ᾧ ἀριθμοῦμεν." Ἐπειδὴ εἶπεν ἀριθμὸν εἶναι κινήσεως τὸν χρόνον, πολλαχῶς δὲ ὁ ἀριθμός, ἀπαριθμεῖται ποσαχῶς καὶ κατὰ ποῖον σημαινόμενον ὁ χρόνος ἀριθμός ἐστι κινήσεως. εἰπὼν δὲ διχῶς λέγεσθαι τὸν ἀριθμόν, τρία σημαινόμενα δοκεῖ λέγειν, τὸ ἀριθμούμενον καὶ τὸ ἀριθμητὸν καὶ ᾧ ἀριθμοῦμεν. ἀλλά φαμεν ὅτι τὰ πρότερα δύο καθ’ ἑνὸς σημαινομένου τέθεικεν, ἀλλὰ τὸ μὲν ἐπὶ τοῦ ἐνεργείᾳ, τὸ ἀριθμούμενον, τὸ δὲ ἐπὶ τοῦ δυνάμει, τὸ ἀριθμητόν. ἢ ἵνα σαφέστερον δείξῃ τί λέγει τὸ ἀριθμούμενον, ἐπήγαγε τὸ ἀριθμητόν, αὐτὸ τὸ μετρούμενον πρᾶγμα, οἷον τοὺς δέκα ἵππους ἢ δέκα κύνας. διχῶς οὖν τοῦ ἀριθμοῦ λεγομένου, τὸν ὡς ἀριθμούμενον ἀριθμόν φαμεν εἶναι τὸν χρόνον. Ἄξιον δὲ ἀπορῆσαι, πῶς λέγοντες συνεχῆ2 εἶναι τὸν χρόνον λέγομεν πάλιν αὐτὸν εἶναι ἀριθμόν· διωρισμένον γὰρ ποσὸν ὁ ἀριθμός, ἀδύνατον δὲ τὸ αὐτὸ συνεχές τε εἶναι καὶ διωρισμένον. φαμὲν οὖν ὅτι, εἰ μὲν ὁ ἀριθμῶν ἀριθμὸς ἦν ὁ χρόνος, ἀδύνατον αὐτὸν εἶναι συνεχῆ, ἐπειδὴ δὲ οὐχ ὁ ἀριθμῶν ἐστιν ἀλλ’ ὁ ἀριθμούμενος, οὐδὲν κωλύει κατ’ ἄλλο μὲν εἶναι αὐτὸν συνεχῆ, κατ’ ἄλλο δὲ ἀριθμόν· ᾗ μὲν γὰρ συνεχοῦς ἐστι κινήσεως μέτρον, ταύτῃ συνεχής ἐστιν, ᾗ δὲ ἔχει τὸ πρότερον καὶ τὸ ὕστερον, ταύτῃ ἀριθμός. οὐκ ἀδύνατον δὲ οὐδὲ ἀσύνηθες καὶ ἐπὶ τῶν συνεχῶν λέγειν τὸν ἀριθμόν· φαμὲν γὰρ τὸ ξύλον δέκα πήχεις ἔχειν καὶ τὴν ὁδὸν δέκα σταδίους, καίτοι συνεχῆ ταῦτα, ἀλλὰ τῷ δυνάμει ὑφ’ ἡμῶν κατὰ μόρια διαιρεῖσθαι, ταύτῃ καὶ ἀριθμόν τινα αὐτῶν κατηγοροῦμεν. ὥστε φύσει μὲν ἐπὶ τούτων τὸ συνεχὲς κατηγορεῖται, θέσει δὲ καὶ ἐκ τῆς ἡμετέρας ἐπινοίας ὁ ἀριθμός. Πάλιν δὲ ἀπορίας ἄξιον πῶς φησι τὸν χρόνον ἀριθμὸν εἶναι οὐχ ὡς μετροῦντα, ἀλλ’ ὡς μετρούμενον, καίτοι τὴν κίνησιν οὐδὲν ἕτερον ἢ ὁ χρόνος μετρεῖ· μέτρον γοῦν κινήσεώς φησιν εἶναι τὸν χρόνον. λέγω οὖν καὶ πρὸς τοῦτο, ὅτι εἰ καὶ μετρεῖν λέγεται ὁ χρόνος τὴν κίνησιν, ἀλλ’ οὖν καὶ μετρεῖσθαι αὐτὸς ὑπὸ τῆς ψυχῆς, καὶ πρώτως μὲν μετρεῖσθαι, τῷ μετρεῖσθαι δὲ καὶ αὐτὸς μετρεῖν, τὸν μόνως δὲ μετροῦντα ἀριθμὸν μηδαμῶς δὲ μετρούμενον, τοῦτον ἀνάγκη μόνως εἶναι διωρισμένον, μηδαμῶς δὲ συνεχῆ· ὥστε κἂν μετρεῖν τὴν κίνησιν λέγηται ὁ χρόνος, οὐδέν γε ἐκ τούτου ἄτοπον ἕψεται τῷ λόγῳ. ἄλλως τε οὕτω λέγεται μετρεῖν τὸν χρόνον, ὥσπερ ἂν εἰ δύο ξύλων ἴσων παρακειμένων ἀλλήλοις τοῦ ἑνὸς μετρηθέντος λέγοι τις ὅτι τὸ μετρηθὲν καὶ αὐτὸ ἐμέτρησε τὸ παρακείμενον· ὅσον γὰρ τοῦτο, τοσοῦτον κἀκεῖνο. ταύτῃ οὖν καὶ τὸν χρόνον φαμὲν μετρεῖν τὴν κίνησιν, διότι σύνεισιν ἀλλήλοις καὶ συμπαρατείνονται· ὅσον οὖν ἂν εἴη τὸ ἕτερον, ἀνάγκη καὶ τὸ λοιπὸν εἶναι.
“既然数目有两种意义——因为我们把被计数的和可计数的称为数目,也把我们借以计数的称为数目。” 在说明了时间是运动的数目之后,由于数目是多义的,他便列举出〔数目有〕几种意义,以及时间在哪一种涵义上是运动的数目。但他虽然说了数目有两种意义,看起来却讲了三种涵义:被计数的、可计数的、以及我们借以计数的。然而我们说,他是把前两者置于同一种涵义之下,只是前者关于现实者(被计数的),后者关于潜能者(可计数的)。或者说,为了更清楚地指明他所说的‘被计数的’是指什么,他才附加了‘可计数的’,即被度量的事物本身,例如十匹马或十条狗。因此,在数目具有两种意义的情况下,我们说时间乃是作为被计数者的数目。但值得疑难的是,我们既然说时间是连续的,为何又反过来称它是数目;因为数目是离散量,而同一事物既是连续的又是离散的乃是不可能的。因此我们说,如果时间是去计数的数目,那么它绝不可能是连续的;但由于它不是去计数者而是被计数者,因而并不妨碍它就一方面而言是连续的,就另一方面而言是数目。因为就它是连续运动的度量而言,在这一方面它是连续的;但就它具有先与后而言,在这一方面它是数目。而且对连续之物谈论数目,也绝非不可能或不合习惯;因为我们说这块木料有十肘长,这条路有十斯塔德长,尽管这些是连续的,但由于它们潜在地被我们划分为各个部分,在这一方面我们也把某种数目述谓于它们。因此,在这些事物上,出于本性而被述谓的是连续性,而出于设定和出于我们的构想而被述谓的则是数目。但又值得疑难的是,他为何说时间不是作为度量者、而是作为被度量者的数目,尽管度量运动的别无他物,唯有时间;至少他自己就说时间是运动的度量。因此我对这一点也说:纵使时间被称为度量运动,然而它自身也被灵魂所度量,且首先是被度量,并通过被度量而自身也进行度量;而唯独度量、绝不被度量的数目,这必然唯独是离散的,绝非连续的;因此,即使时间被称为度量运动,该论证也不会由此产生任何荒谬之处。此外,时间之所以被称为度量,正如两块彼此并置的等长木料,其中一块被度量后,有人说被度量的那一块本身也度量了并置的那一块;因为这一块有多大,那一块也有多大。因此正是在这一意义上,我们也说时间度量运动,因为它们彼此共存且共同延展;因此无论其中一方有多大,剩下的另一方也必然是那么大。
- 4.256πᾶν πλεῖον καὶ ἔλαττον ἀριθμῷ κρίνεται, τὶ πλέον καὶ ἔλαττον χρόνῳ κρίνεται (τὴν γὰρ πλείονα καὶ ἐλάττονα κίνησιν χρόνῳ κρίνομεν), τὶς ἄρα ἀριθμὸς ὁ χρόνος.
这是斐洛庞努斯将亚里士多德的推论重构为第三格三段论(中项在两个前提中均充当主词)的句构。主词 πᾶν πλεῖον καὶ ἔλαττον(凡较多与较少者)作为中项:‘中项由数目判定’,‘某种中项(运动)由时间判定’,‘因此时间是某种数目’。结论中不定代词 τὶς 修饰表语名词 ἀριθμός,ὁ χρόνος 则是带定冠词的主词。
- 4.257τὸν μόνως δὲ μετροῦντα ἀριθμὸν μηδαμῶς δὲ μετρούμενον, τοῦτον ἀνάγκη μόνως εἶναι διωρισμένον, μηδαμῶς δὲ συνεχῆ·
句首的宾格短语 τὸν μόνως δὲ μετροῦντα ἀριθμὸν μηδαμῶς δὲ μετρούμενον 充当无人称句 ἀνάγκη [ἐστί] 所支配的‘宾格加不定词’结构的主语,并由随后的复指指示代词 τοῦτον 在句首进行了前置预取(prolepsis)。句子核心结构为:‘[唯独度量而绝不被度量的数]必然唯独是离散的,绝非连续的’。
