- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:721.24-723.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德《物理学》219a29–219b2,阐明时间并非由诸个‘现在’组成、而是由它们所限定的间隔;他解释了如何通过两个相异的‘现在’或者通过流动并兼具界限与起点双重定义的单一‘现在’来把握时间,并最终阐释了将时间定义为“就先与后而言的运动的数目”的含义。
" Τὸ γὰρ ὁριζόμενον 〈τῷ〉 νῦν χρόνος εἶναι δοκεῖ· καὶ ὑποκείσθω." Ἐπεὶ οὐ σύγκειται ἐκ τῶν νῦν ὁ χρόνος (οὐ γὰρ ἔστι δύο νῦν ἐφεξῆς), ἀλλ’ ὁρίζεται ὑπ’ αὐτῶν, τῶν μεταξὺ οὐ νῦν ὄντων ἀλλὰ χρόνου,1 διὰ τοῦτό φησιν ὅτι τέως τοῦτο ὑποκείσθω, ὅτι πᾶν τῶν δύο νῦν τὸ μεταξὺ χρόνος ἐστί· δείξει γὰρ τοῦτο ἐν τοῖς ἐφεξῆς λόγοις, ὅτι οὐδὲν μέγεθος ἐξ ἀμερῶν σύγκειται, οὔτε γραμμὴ ἐκ σημείων οὔτε κίνησις ἐκ κινημάτων οὔτε χρόνος ἐκ τῶν νῦν, ἀλλ’ οὐδὲ ἐξ ἀπλατῶν πλάτος, λέγω δὴ ἐκ γραμμῶν ἐπιφάνειαι, οὔτε ἐξ ἀβαθῶν βάθος, λέγω δὴ ἐξ ἐπιφανειῶν σῶμα.
“因为由‘现在’所规定的似乎就是时间;姑且这样设定。” 既然时间不是由诸个‘现在’所组成的(因为两个‘现在’不能连续并列),而是由它们所规定,而介于其间者不是‘现在’而是时间,正因如此他说暂且设定这一点,即在两个‘现在’之间的一切都是时间;因为他将在随后的论述中表明这一点,即没有任何量度是由无部分者组成的,既不是线由点组成,也不是运动由诸运动点组成,也不是时间由诸‘现在’组成,更不是宽度由无宽度者组成(我是指面由线组成),也不是深度由无深度者组成(我是指物体由面组成)。
"Ἢ ὡς τὸ αὐτὸ μὲν προτέρου 〈δὲ〉 καὶ ὑστέρου τινός." Εἴτε, φησί, μὴ δύο τῶν νῦν αἰσθανόμεθα, εἴτε καὶ ἑνὸς μὲν μὴ ἐν ὑστέρῳ δέ τινι καὶ προτέρῳ γινομένου, οὐ δοκοῦμεν χρόνον γεγονέναι· κἂν γὰρ ἓν ᾖ τὸ νῦν, νοήσωμεν δὲ τοῦτο κινούμενον καὶ ποτὲ μὲν ἐν ἄλλῳ τινὶ γινόμενον ποτὲ δὲ ἐν ἄλλῳ, καὶ οὕτω χρόνον ἐννοοῦμεν. ἤτοι οὖν τοῦτό φησι τὸ προτέρου δὲ καὶ ὑστέρου τινός,2 τουτέστιν ἔν τινι προτέρῳ καὶ ἔν τινι ὑστέρῳ γινόμενον (τὸ γὰρ διάστημα τοῦτο, οὗ ἐν ἄλλῳ μέρει τὸ νῦν γίνεται, χρόνος ἐστίν), ἢ ἵνα τὸ αὐτὸ νῦν λάβωμεν ἑστηκὸς μὲν δύο δὲ λόγους ἀναδεδεγμένον, τόν τε τοῦ πέρατος καὶ τὸν τῆς ἀρχῆς, ὥστε πρότερον μέν τινος εἶναι πέρας ὕστερον δὲ ἀρχήν· ταῦτα γάρ, οὗ ἐστι τὸ αὐτὸ νῦν πέρας καὶ ἀρχή, χρόνοι εἰσίν· ἁπλῶς γὰρ πᾶν τὸ ὑπὸ τοῦ νῦν ὁριζόμενον χρόνος ἐστίν. εἴτε οὖν, φησί, δύο τῶν νῦν αἰσθόμεθα, εἴτε ἑνὸς μὲν ἄλλον δὲ καὶ ἄλλον λόγον ἀναδεχομένου (μηδὲν γὰρ διαφερέτω, εἴτε ἄλλο καὶ ἄλλο ἐστὶ τῷ ἀριθμῷ τὸ πρότερον νῦν καὶ τὸ ὕστερον, εἴτε τὸ αὐτὸ μέν ἐστι τῷ ἀριθμῷ, ῥυϊσκόμενον δὲ ποτὲ μὲν ἐν ἄλλῳ τινὶ γίνεται ποτὲ δὲ ἐν ἄλλῳ), καθ’ ἕτερον οὖν τούτων ἡ τοῦ χρόνου ἔννοια ἡμῖν γίνεται, ἂν δὲ πάντῃ ἓν τὸ νῦν νομίσωμεν καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ, τότε οὐκ ἴσχομεν ἔννοιαν τοῦ χρόνου, ὥσπερ οὐδὲ οἱ ἐν Σαρδοῖ καθεύδοντες. διὰ τοῦτο δὲ οὐ δοκεῖ χρόνος γεγονέναι, φησί, διότι οὐδὲ κίνησις· οὐδὲ γὰρ παράτασις οὐδεμία, ἐν παρατάσει δὲ πᾶσα κίνησις.
“或者作为同一物,但属于某个先与后。” 他说,无论我们是没有感知到两个‘现在’,抑或感知到一个‘现在’但它并未产生于某个后与先之中,我们都不会认为时间已经流逝;因为纵使‘现在’只有一个,但只要我们把它设想为运动着的、且时而产生于某一事物中时而产生于另一事物中,我们也是以这种方式来构想时间的。因此,他所说的‘属于某个先与后’要么是指这个意思,即产生于某个先在者之中以及产生于某个后在者之中(因为这个间距,即‘现在’产生于其另一部分之中的间距,正是时间),要么是为了让我们把握同一‘现在’在保持静止的同时却承担了两个定义规定,即界限的定义规定与起点的定义规定,从而使得它先是某一事物的界限,后又是[另一事物的]起点;因为同一‘现在’作为其界限与起点的那诸事物乃是各个时间;因为简而言之,凡由‘现在’所规定的一切都是时间。因此他说,无论我们是感知到两个‘现在’,还是感知到一个承担着不同定义规定的‘现在’(因为先在的‘现在’与后在的‘现在’在数目上是相异的,抑或它在数目上是同一的却流动着、时而产生于某一事物中时而产生于另一事物中,这二者并无差别),我们对时间的概念都是按照这两种情况之一而产生的;但如果我们认为‘现在’无论在基底上还是在定义规定上都是绝对同一的,那么我们就像在萨丁尼亚沉睡的人们一样,不会产生时间的概念。他说,之所以不觉得时间已经流逝,是因为运动也没有[发生];因为根本没有任何延展,而一切运动都在延展之中。
"Τοῦτο γάρ ἐστιν ὁ χρόνος, ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον." Εἰπὼν τί ἐστιν ὁ χρόνος, ὁρίζεται αὐτόν. ἀριθμὸς δὲ κινήσεως οὐχ ὁ ἀριθμῶν αὐτήν, ἀλλὰ τὸ πρότερον καὶ ὕστερον τῆς κινήσεως ἀριθμούμενα, τοῦτό ἐστι χρόνος.
“因为这就是时间:就先与后而言的运动的数目。” 在讲明了时间是什么之后,他对时间下定义。而所谓运动的数目,并不是指去计算运动的那个数目,而是指运动的先与后作为被计数者,这就是时间。
"Οὐκ ἄρα κίνησις ὁ χρόνος, ἀλλ’ ᾗ ἀριθμὸν ἔχει ἡ κίνησις." Τὸ ἀλλ’ ᾗ ἀριθμὸν ἔχει ἡ κίνησις τουτέστιν ‘ἀλλ’ ᾗ ἀριθμεῖται ἡ κίνησις’· τὸ γὰρ ἠριθμημένον τῆς κινήσεως, τοῦτό ἐστιν ὁ χρόνος, οὐχ ᾗ κίνησίς ἐστιν, ἀλλ’ ᾗ ἠρίθμηται κατὰ τὸ πρότερον καὶ ὕστερον.
“因此时间不是运动,而是运动具有数目的那一方面。” 所谓‘而是运动具有数目的那一方面’,就是指‘而是运动被计数的那一方面’;因为运动被计数的部分,这就是时间,并非就其作为运动而言,而是就其依照先与后被计数而言。
- 4.252τῶν μεταξὺ οὐ νῦν ὄντων ἀλλὰ χρόνου
以 τῶν μεταξὺ 为逻辑主语的独立属格结构。在谓词分词 οὐ νῦν ὄντων(“不是‘现在’”)之后,ἀλλὰ χρόνου 承接省略的分词 ὄντων,解作“不是‘现在’而是时间”。
- 4.253προτέρου 〈δὲ〉 καὶ ὑστέρου τινός
对于亚里士多德原文中的属格短语 προτέρου καὶ ὑστέρου τινός,菲洛波诺斯提出了两种句法解释:(1) 将其视为充当介词短语(ἔν τινι προτέρῳ καὶ ἔν τινι ὑστέρῳ)作用的状语性结构,意为“产生于某一先在者与后在者之中”;(2) 将其视为依存于隐含名词(如 πέρας 与 ἀρχή)的关系属格或所属属格,即同一个‘现在’是“某一先在时间的界限与后在时间的起点”。
