← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§720.19-721.23

运动中的先与后及时间的规定

斐洛庞努斯注解了亚里士多德《物理学》219a18–25,论述了先与后如何由运动传递至时间,以及先与后在基底上虽是运动但在定义和关系上却作为运动的属性而有别于运动,并阐明了通过把握两个“现在”及其居间者来规定时间的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.249

" Ἀλλὰ μὴν καὶ ἐν τῷ χρόνῳ ἐστὶ τὸ πρότερον καὶ τὸ ὕστερον." Ἐπειδὴ καὶ ὁ χρόνος, φησί, τῇ κινήσει ἕπεται καὶ ἡ κίνησις τῷ χρόνῳ, εἰκότως ὄντος ἐν τῇ κινήσει τοῦ προτέρου καὶ ὑστέρου, καὶ ἐν τῷ χρόνῳ ἂν εἴη τὸ πρότερον καὶ τὸ ὕστερον.

“然而在时间中固然也有先与后。” 他说,既然时间也跟随着运动,运动也[跟随着]时间,那么合乎情理的是,既然先与后存在于运动中,先与后也就会存在于时间中。

§4.250

"Ἔστι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον, ὃ μέν ποτε ὂν κίνησίς ἐστι.1" Τοῦτο, φησί, τὸ πρότερον καὶ τὸ ὕστερον, ὅπερ θεωρεῖται ἐν τῇ κινήσει καὶ ἐν τῷ χρόνῳ, κατὰ μὲν τὸ ὑποκείμενον (τοῦτο γάρ φησι τὸ ὃ μέν ποτε ὄν) οὐδὲν ἄλλο ἐστὶν ἢ κίνησις, κατὰ μέντοι τὸν ὁρισμὸν καὶ τὴν σχέσιν ἕτερα, ὥσπερ ἡ ἀνάβασις καὶ ἡ κατάβασις κατὰ μὲν τὸ ὑποκείμενον κλῖμάξ ἐστι, κατὰ δὲ τὸν λόγον ἕτερα καὶ οὐ κλῖμαξ. οὕτω δὴ καὶ τὸ πρότερον ᾗ πρότερον οὐκ ἔστι κίνησις, ἐπεὶ οὐκ ἂν ἦν καὶ ἐν ἑτέροις ἃ μὴ ἔστι κίνησις, οἷον ἐν ἀριθμοῖς. εἰ γὰρ καὶ ἄνευ κινήσεως οὐ θεωροῦμεν τὸ πρότερον καὶ τὸ ὕστερον (μεταβαίνοντες γὰρ τῷ λογισμῷ ἀπὸ τοῦδε ἐπὶ τόδε, οὕτω φαμὲν τὸ μὲν εἶναι πρότερον τὸ δὲ ὕστερον· ἐὰν γὰρ μὴ μεταβῶμεν ἀπὸ τοῦδε ἐπὶ τόδε, οὐδὲ προτέρου καὶ ὑστέρου ἔννοιαν ἴσχομεν), ἀλλ’ οὖν ἕτερόν ἐστι κινήσεως τὸ πρότερον καὶ τὸ ὕστερον· τὸ γὰρ πρότερον καὶ ὕστερον ᾗ κίνησις ἄμφω οὐδὲν διαφέρουσι, διαφέρουσι δὲ τῷ τὸ μὲν πρότερον εἶναι τὸ δὲ ὕστερον· ἄλλο τι ἄρα ἐστὶ ταῦτα καὶ οὐ κίνησις, ἀλλὰ οἷον πάθος τι τῆς κινήσεως. εἰ δὲ τὸ πρότερον καὶ τὸ ὕστερον μὴ ἐπὶ τῶν μορίων αὐτῶν τῆς κινήσεως λάβωμεν, ἀλλ’ ἐπὶ τῶν περάτων καὶ τῶν κινημάτων, σαφέστερός ἐστιν ὁ λόγος, ὅτι ἐν ὑποκειμένῳ μέν ἐστιν ἄμφω τῇ κινήσει, ἕτερα δὲ ὄντα αὐτῆς,2 ὥσπερ καὶ τὰ σημεῖα τῆς γραμμῆς καὶ ἡ ἐπιφάνεια τοῦ σώματος.

“然而先与后,就其无论是什么存在而言,乃是运动。” 他说,这在运动和时间中所被考察的先与后,就基底而言(因为他所说的“无论是什么存在”就是指基底)无非就是运动,但在定义和关系上却是不同的东西,正如上升与下降就基底而言是楼梯,但在定义说明上却是不同的且不是楼梯。这样,先在者作为先在者而言就不是运动,因为否则它就不会也存在于那些不是运动的其他事物之中,例如在数目之中。因为即使我们离开运动就无法考察先与后(因为正是由于我们在理智思考中从此物过渡到彼物,才这样说一者是先而另一者是后;因为如果我们不从此物过渡到彼物,我们就连先与后的概念也不会具有),但先与后终究是不同于运动的;因为先与后就二者都是运动而言毫无差异,但由于一者是先而另一者是后而有所差异。因此这些乃是别的事物而非运动,而是运动的某种偶性状态。如果我们不是就运动的各部分本身来把握先与后,而是就其界限与各个运动点来把握,那么这种说法就更为清楚:即二者都在运动这个基底之中,但又不同于它,正如线上的各点以及物体的表面一样。

§4.251

"Ὁρίζομεν δὲ τῷ ἄλλο καὶ ἄλλο ὑπολαβεῖν αὐτό, καὶ μεταξὺ αὐτῶν ἕτερον.3" Τὸ πρότερον καὶ τὸ ὕστερον ὁρίζοντες, φησί, τὸ ἐν τῇ κινήσει, οὕτως εἰς ἔννοιαν τοῦ χρόνου ἐρχόμεθα. ὄντος γὰρ καὶ ἐν αὐτῷ τοῦ προτέρου καὶ ὑστέρου, ὡς εἴρηται, ὅταν τοῦτο ὁρίσωμεν καὶ εἴπωμεν ἄλλο μὲν εἶναι τὸ νῦν ἐν ᾧ ἤρξατο ἡ κίνησις, ἄλλο δὲ ἐν ᾧ πέπαυται, τὸ μεταξὺ τούτων ἕτερον ὂν παρὰ τὰ ἄκρα τοῦτο εἶναί φαμεν τὸν χρόνον, ὥσπερ καὶ τὸ μεταξὺ τῶν κινημάτων, τοῦ τε προτέρου καὶ τοῦ ὑστέρου, τοῦτο εἶναί φαμεν κίνησιν· ὥσπερ γὰρ τὸ τοῖς σημείοις ὁριζόμενον γραμμή ἐστι καὶ τὸ τοῖς κινήμασι κίνησις, οὕτω δὴ καὶ τὸ τοῖς νῦν ὁριζόμενον χρόνος ἐστί.

“而我们是通过把它把握为一物又一物、并且在它们之间有另一物来规定它的。” 他说,正是通过规定运动中的先与后,我们才以这种方式获得了时间的概念。因为既然如前所述在它之中也有先与后,每当我们规定这一先与后并说运动开始时的‘现在’是一回事、而运动终止时的[‘现在’]是另一回事,且在这两者之间不同于两端的那一事物乃是时间时,这正如同我们说在先后的两个运动点之间的那一事物乃是运动一样。因为正如由点所规定的是线,由各个运动点所[规定]的是运动,同样,由各个‘现在’所规定的也就是时间。

语法注3 条
  1. 4.250ὃ μέν ποτε ὂν κίνησίς ἐστι

    亚里士多德特有的成语“ὃ μέν ποτε ὄν”在此作为名词性短语,表示“就底层实体/基底而言”,正如斐洛庞努斯在随后的释文中指出的(τοῦτο γάρ φησι τὸ ὃ μέν ποτε ὄν [sc. κατὰ τὸ ὑποκείμενον])。它与表语“κίνησίς ἐστι”结合,表明先与后在其基底上就是运动。

  2. 4.250ἐν ὑποκειμένῳ μέν ἐστιν ἄμφω τῇ κινήσει, ἕτερα δὲ ὄντα αὐτῆς

    与格“τῇ κινήσει”同位连接前置词短语“ἐν ὑποκειμένῳ”(在作为基底的运动中)。其后的“ἕτερα δὲ ὄντα αὐτῆς”是与主语“ἄμφω”(两者)一致的主格分词短语,属格“αὐτῆς”用作分离/差异属格(不同于运动)。

  3. 4.251τῷ ἄλλο καὶ ἄλλο ὑπολαβεῖν αὐτό, καὶ μεταξὺ αὐτῶν ἕτερον

    带定冠词的与格不定词“τῷ ... ὑπολαβεῖν”(通过把握……)表示手段或方式。其直接宾语“αὐτό”带有限词性表语“ἄλλο καὶ ἄλλο”(双宾语结构),而后半句“καὶ μεταξὺ αὐτῶν ἕτερον”则省略并并列补充了不定词“ὑπολαβεῖν”的宾语结构(“并且[把握]它们之间的另一物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:720.19-721.23