- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:718.30-720.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了运动的量度与时间的量相互对应的论点,消解了其与“较快运动”定义的表面矛盾(219a13),继而阐明先与后何以首先依位置存在于量度之中而非运动之中,并回应了依据运动方向相对性提出的反驳(219a14)。
" Ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος." Εἰ συνεπινοεῖται τῇ κινήσει ὁ χρόνος, εἰκότως ὡς ἂν ἔχῃ ἡ κίνησις, οὕτως ἔχει καὶ ὁ χρόνος. ὥστε εἰ καὶ πολλὴ εἴη ἡ κίνησις, πολὺν εἶναι καὶ τὸν χρόνον ἀνάγκη, εἰ δὲ ὀλίγη, ὀλίγον. εἰ δὲ ἔλεγεν ἔμπροσθεν ὅτι θάττονα λέγομεν κίνησιν τὴν πολλὴν ἐν ὀλίγῳ χρόνῳ, ὡς εἶναι κίνησιν μὲν πολλὴν χρόνον δὲ ὀλίγον,1 οὐκ ἐναντία φησίν· οὐ γὰρ περὶ τῆς ποιούσης τὸν χρόνον κινήσεως ἔλεγεν ἐν ἐκείνοις, ἀλλὰ τῆς τυχούσης κινήσεως, ἐνταῦθα δὲ περὶ τῆς ποιούσης τὸν χρόνον κινήσεως, ὅτι ὅση ἂν ὑπάρχῃ ἡ κίνησις, τοσοῦτον ὑπάρχειν καὶ τὸν χρόνον ἀνάγκη.
“因为运动有多大,时间也就有多大。” 如果时间是伴随运动一同被构想的,那么合乎情理的是,运动处于何种状态,时间也就处于何种状态。因此,即便运动是多的,时间必然也是多的;如果是少的,[时间]也就是少的。如果他在前面曾说,我们把在短时间内有许多的运动称为较快的运动,以至于运动虽多而时间却少,他所说的并不矛盾;因为在那些地方他所说的并不是产生时间的运动,而是任何偶然的运动,而在这里他所说的则是产生时间的运动,即运动不论有多大,时间必然也就有多大。
"Τὸ δὴ πρότερον καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν· ἐνταῦθα μὲν δὴ τῇ θέσει." Τὸ πρότερον, φησί, καὶ τὸ ὕστερον πρῶτόν ἐστιν ἐν τῷ τόπῳ, διὰ τὸν τόπον δὲ καὶ ἐν τῇ κινήσει. τόπον δέ φησι τὸ μέγεθος ἐφ’ οὗ ἡ κίνησις· τὰ γὰρ κατὰ τόπον κινούμενα ἐπὶ μεγέθους κινεῖται. ἀλλ’ ἐπὶ μὲν τοῦ τόπου, φησί, τὸ πρότερον καὶ τὸ ὕστερον κατὰ τὴν τῶν μορίων ἐστὶ θέσιν· ἐκ θέσιν γὰρ ἐχόντων μορίων τὰ μεγέθη. εἰπὼν δὲ ὅτι ἐνταῦθα μὲν δὴ τῇ θέσει, οὐκ ἀνταπέδωκεν,2 ἀλλ’ ὅτι μὲν καὶ ἐπὶ τῆς κινήσεώς ἐστι τὸ πρότερον καὶ τὸ ὕστερον ἀνάλογον τῇ κινήσει εἶπε, πῶς δὲ ἐπὶ τῆς κινήσεως τὸ πρότερον καὶ τὸ ὕστερον οὐκ εἶπεν, ἀλλὰ κατὰ τὸ σιωπώμενον εἴασε νοεῖν, ὅτι οὐ τῇ θέσει. οὐ γάρ ἐστιν ἐκ θέσιν ἐχόντων μορίων ἡ κίνησις· οὐ γὰρ ὑπομένει τὸ πρότερον ἐπιὸν τὸ δεύτερον, ἀλλὰ ἐν ῥύσει ἐστὶ τὸ πρότερον καὶ τὸ ὕστερον. ἀνάλογον δὲ τοῖς ἐν τῷ μεγέθει, προτέρῳ λέγω καὶ ὑστέρῳ, καὶ ἐν τῇ κινήσει εἶναί φησι, διότι ἡ ἐπὶ τοῦ πρώτου μορίου τοῦ μεγέθους γινομένη κίνησις, αὕτη ἐστὶ πρώτη, καὶ ἡ ἐπὶ τοῦ δευτέρου δευτέρα. ὅτι δὲ ‘τὸν τόπον’ ἀντὶ τοῦ μεγέθους εἶπεν, ἐδήλωσε καὶ ἐξ ὧν ἐπήγαγεν· ἐπεὶ γὰρ ἐν τῷ μεγέθει ἐστί, φησί, τὸ πρότερον καὶ τὸ ὕστερον, ὅπερ εἶπεν ἄνω ἐν τόπῳ, ἐνταῦθα λέγων 〈ἐν〉 τῷ μεγέθει, ἴσον λέγων τῷ ὅτι τὸ πρότερον καὶ τὸ ὕστερον ἐν τῷ τόπῳ πρῶτον ὑπάρχει, τουτέστι τῷ μεγέθει. διὰ τί δὲ ἐκ τοῦ μεγέθους φαμὲν τὴν κίνησιν ἔχειν τὸ πρότερον καὶ τὸ ὕστερον, οὐχὶ δὲ τὸ ἐναντίον ἐκ τῆς κινήσεως καὶ τῷ μεγέθει ὑπάρχειν; ὅτι γὰρ διὰ τὴν κίνησιν ἔχει καὶ τὸ μέγεθος τὸ πρότερον καὶ τὸ ὕστερον, δῆλον ἐντεῦθεν· εἰ γὰρ ἐπὶ τῆς αὐτῆς εὐθείας δύο τινὰ κινοῦνται, τὸ μὲν ἐκ τοῦ ἑτέρου ἄκρου ἀρξάμενον τὸ δὲ ἐκ τοῦ ἐναντίου, οὐ τὸ αὐτὸ πρῶτον ἕξει ἕκαστον τοῦ μεγέθους μόριον, ἀλλ’ ἑκάστῳ τῶν κινουμένων τοῦτό ἐστι πρῶτον τοῦ μεγέθους μόριον, ὅθεν ἤρξατο ποιεῖσθαι τὴν κίνησιν. καὶ ἐπὶ τῶν κατὰ φύσιν δὲ κινουμένων τοῦτο ἔστιν ἰδεῖν· εἰ γὰρ λίθος μὲν φέροιτο κάτω, πῦρ δὲ ἄνω διὰ τοῦ αὐτοῦ ἀέρος, τὸ τῷ ἑτέρῳ πρῶτον τοῦ ἀέρος μόριον, τοῦτο τῷ λοιπῷ ἐστιν ἔσχατον. ὥστε ἐκ τῆς κινήσεως ὁρίζεται ἑκάστῳ τὸ πρότερον καὶ ὕστερον. πῶς οὖν φησι πρῶτον εἶναι ἐν τῷ μεγέθει ὁ Ἀριστοτέλης τὸ πρότερον καὶ τὸ ὕστερον; φημὶ οὖν ὅτι τὸ εἶναι ὅλως τῇ κινήσει διὰ τὸ μέγεθός ἐστιν,3 ὥστε ἐπειδὴ ἀναιρεθέντος τοῦ μεγέθους ἐξ ἀνάγκης ἀναιρεῖται καὶ ἡ κίνησις, οὐ μέντοι εἰ ἡ κίνησις ἀναιρεθείη, ἀναιρεῖται τὸ μέγεθος, ὥσπερ τὸ εἶναι ἡ κίνησις διὰ τὸ μέγεθος ἔχει, οὕτω δηλονότι καὶ τὰ ὑπάρχοντα τῇ κινήσει διὰ τὸ μέγεθος τὸ εἶναι ἕξουσιν· ὑπάρχει δὲ αὐτῇ τὸ πρότερον καὶ ὕστερον· καὶ ταῦτα ἄρα διὰ τὸ μέγεθος ἔχει τὸ εἶναι. διὰ τοῦτο οὖν ἴσως πρῶτον ἐν τῷ μεγέθει εἶναι τὸ πρότερον καὶ τὸ ὕστερον.
“先与后固然首先是在处所中;在这里固然是依位置而定。” 他说,先与后首先是在处所中,而通过处所也存在于运动中。他所说的“处所”是指运动在其上发生的量度;因为依处所而运动的事物是在量度之上运动的。但是他说,在处所上,先与后是依各部分的位置而定的;因为量度是由具有位置的部分构成的。然而他在说了“在这里固然是依位置而定”之后,并未补出与之对应的从句;相反,他固然说过在运动中先与后也是依运动的比例而存在的,却没有说明在运动中先与后究竟如何存在,而是留给人们心领神会:它并不是依位置而定的。因为运动并不是由具有位置的部分构成的;因为当第二者临到时,先前的部分并不留存,而是先与后都处于流变之中。然而他说在运动中依量度中的事物——我是指先与后——相对应地存在[先与后],乃是因为在量度的第一部分上发生的运动本身就是第一的,而在第二部分上发生的运动则是第二的。 至于他把量度说成“处所”,他也从他所附带补充的话中表明了这一点;因为他说“既然先与后是在量度中”,而这正是他在前文中说成“在处所中”的东西,在这里说成“在量度中”,也就等同于说先与后首先存在于处所中,即存在于量度中。 然而,我们为什么说运动是从量度获得先与后,而不是相反说[先与后]是从运动进而属于量度呢?因为量度也由于运动而具有先与后,这一点从下述事实中是清楚的:因为如果在同一条直线上有两个物体在运动,一个从一端开始,另一个从相反的一端开始,它们各自不会将量度的同一部分作为第一部分,而是对于每一个运动的物体而言,它开始进行运动的地方才是量度的第一部分。并且在依本性运动的事物上也可以看到这一点:因为如果一块石头向下运动,而火向上运动穿过同一片空气,那么对于其中一者而言是空气的第一部分,对于剩下的一者而言则是最后一部分。以至于对于每一事物而言,先与后是由运动来决定的。 那么亚里士多德究竟为何说先与后首先存在于量度中呢?因此我说,运动之所以全然具有存在,是通过量度而来的,所以既然量度被取消,运动也必然被取消,然而运动即便被取消,量度却不会被取消,正如运动是通过量度而获得其存在一样,显然属于运动的那些属性也通过量度而获得其存在。而先与后属于运动;因此这些属性也是通过量度而获得其存在的。或许正因如此,先与后才首先存在于量度中。
- 4.247ὡς εἶναι κίνησιν μὲν πολλὴν χρόνον δὲ ὀλίγον
连词 ὡς 与不定式 εἶναι 连用,表示承接前文 ἔλεγεν ἔμπροσθεν ὅτι... 的推论结果(相当于结果从句中的 ὥστε),引出由亚里士多德先前的定义所导致的表面推论。
- 4.248εἰπὼν δὲ ὅτι ἐνταῦθα μὲν δὴ τῇ θέσει, οὐκ ἀνταπέδωκεν
菲洛波诺斯在此指出亚里士多德原文中的破格或省略现象:带有 μέν 的分句并没有显式的对应分句(带 δέ 的 ἀνταπόδοσις)与之呼应。菲洛波诺斯指出,相反的判定——即运动中的先与后“并非依位置而定”(οὐ τῇ θέσει)——是被留待读者心领神会(κατὰ τὸ σιωπώμενον)的。
- 4.248τὸ εἶναι ὅλως τῇ κινήσει διὰ τὸ μέγεθός ἐστιν
冠词化不定式短语 τὸ εἶναι ὅλως(全然具有存在)作主语,支配所有者与格 τῇ κινήσει(对于运动而言),谓语部分由介词短语和系动词 διὰ τὸ μέγεθός ἐστιν(是由于量度)构成,骨干句意为“运动之所以全然具有存在是由于量度”。
