← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§717.32-718.29

运动前后的计数与作为被计数的数的时间

菲洛波庞指出先与后不仅属于运动,也见于数与言辞中,从而将运动与前后概念区分开来,并解释了我们是通过对有序位移运动的前后界限进行计数而形成时间观念的。进而他以三段论论证时间是数,并断定时间是被计数的数而非计数的数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.246#2

ἔστι γοῦν οὐ μόνον ἐν τῇ κινήσει τὸ πρότερον καὶ τὸ ὕστερον, ἀλλὰ καὶ ἐν ἄλλοις τισίν, οἷον ἐν ἀριθμῷ· ἡ γὰρ μονὰς προτέρα ἐστὶ τῆς δυάδος, καὶ τὰ προοίμια τῶν διηγήσεων, καὶ αἱ συλλαβαὶ τῶν στοιχείων.1 οὐ ταὐτὸν ἄρα τὴν κατὰ τόπον εἰπεῖν κίνησιν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον. εἰς ἔννοιαν δὲ ἐρχόμεθα τοῦ χρόνου οὐχ ἁπλῶς ὅταν κίνησιν ἐννοήσωμεν (οὐδὲ γὰρ ἐὰν ἀλλοίωσιν ἁπλῶς νοήσω ἢ φοράν, εὐθὺς συνεπινοῶ καὶ χρόνον), ἀλλ’ ὅταν τὸ πρότερον καὶ τὸ ὕστερον τὸ ἐν τῇ κινήσει ἐννοήσω, τότε τῇ τοιαύτῃ ἐννοίᾳ συνεισάγεται εὐθὺς ἡ τοῦ χρόνου ἔννοια. ὅταν γάρ, φησί, τὸ πρότερον καὶ τὸ ὕστερον τὸ ἐν τῇ κινήσει ἐννοήσωμεν, τότε τὸ μεταξὺ χρόνον φαμέν· τὴν γὰρ ἀρχὴν τῆς κινήσεως ἐννοήσαντες καὶ τὸ τέλος τὸ μεταξὺ χρόνον φαμέν. ὥστε, φησίν, εἰ ὅταν ἀριθμήσωμεν τὴν κίνησιν καὶ εἴπωμεν τὸ μὲν εἶναι αὐτῆς πρότερον τὸ δὲ δεύτερον τότε καὶ χρόνον φαμὲν εἶναι, ἔοικεν ὁ χρόνος ἀριθμὸς εἶναι κινήσεως κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον. οὐ πάσης δὲ κινήσεως ἀριθμὸς ὁ χρόνος (οὐ γὰρ ἀλλοιώσεως ἢ αὐξήσεως), ἀλλὰ τῆς κατὰ τόπον, καὶ ταύτης οὐ πάσης, ἀλλὰ τῆς τεταγμένης. μετρεῖ μὲν γὰρ πᾶσαν κίνησιν ὁ χρόνος, ἀλλὰ πρώτως μὲν τὴν τεταγμένην, δι’ ἐκείνην δὲ καὶ τὰς λοιπάς· ἡμέρα γὰρ καὶ ὥρα καὶ μὴν καὶ ἐνιαυτὸς τῇ περιόδῳ τῆς ἀπλανοῦς μετρεῖται, διὰ ταύτης δὲ καὶ πᾶσαν κίνησιν μετρεῖ ὁ χρόνος. ὥστε τῆς τοιαύτης κινήσεως ἀριθμός ἐστιν ὁ χρόνος. οὐκ ἄρα, φησίν, ἡ κίνησις χρόνος ἐστίν, ἀλλ’ ὁ τῆς κινήσεως ἀριθμός. ὅτι δὲ τοῦτό ἐστιν ὁ χρόνος, δείκνυσι καὶ ἐκ συλλογισμοῦ τοῦτον τὸν τρόπον· πᾶν πλεῖον καὶ ἔλαττον ἀριθμῷ κρίνεται, τὸ πλέον καὶ ἔλαττον χρόνῳ κρίνεται (τοῦτο δέ ἐστιν ἡ κίνησις), τὶς ἄρα ἀριθμὸς χρόνος ἐστίν.2 ἐπεὶ δὲ ὁ ἀριθμὸς διττός ἐστιν, ὁ μὲν ὡς ἀριθμῶν ὁ δὲ ὡς ἀριθμούμενος, ἐπεὶ καὶ ξέστης διττὸς καὶ μέδιμνος ὁ μὲν ὡς μετρῶν ὁ δὲ ὡς μετρούμενος, ποῖον φαμεν ἀριθμὸν εἶναι τὸν χρόνον, τὸν μετροῦντα ἢ τὸν μετρούμενον; φησὶν οὖν ὅτι οὐ τὸν μετροῦντα, ἀλλὰ τὸν μετρούμενον· εἰ γὰρ ὁ μὲν ἀριθμὸς ἐν τῇ ψυχῇ ἐστι τῇ ἡμετέρᾳ, ὁ δὲ χρόνος ἔξω ἡμῶν, οὐκ ἄρα ὁ ἀριθμῶν ἐστιν ὁ χρόνος, ἀλλ’ ὁ ἀριθμούμενος.

无论如何,先与后不仅存在于运动中,而且也存在于某些其他事物中,例如在数中;因为单子在二重之前,前言在叙述之前,音节在字母之前。因此,说位移运动与说先和后并不是同一回事。并且我们达到对时间的观念,并不单单是在我们构想运动时(因为即使我单单构想了变质或位移,我也不会立刻一同构想时间),而是在我构想运动中的先与后时,那时伴随着这样一种观念,对时间的观念便立刻一同被引入。因为他说,当我们构想运动中的先与后时,那时我们便把中间的间隔称为时间;因为构想了运动的起点与终点之后,我们便把中间的间隔称为时间。他说,以至于如果当我们对运动进行计数,并说其中的一部分是先、另一部分是第二时,那时我们便也说存在时间,那么时间似乎就是依先与后而言的运动的数。但时间并不是一切运动的数(因为不是变质或增大的数),而是位移运动的数,并且不是一切位移运动的数,而是有序的位移运动的数。因为时间固然度量一切运动,但首先度量的是有序的运动,并通过它度量其余的运动;因为日、时、月和年都是由恒星天的周转来度量的,而通过它,时间也度量一切运动。以至于时间是这种运动的数。因此他说,运动并不是时间,运动的数才是时间。而时间正是这个,他也通过三段论按这种方式展示:一切“较多”与“较少”都是由数来判定的;“较多”与“较少”是由时间来判定的(而这就是运动);因此某种数就是时间。但是,既然数是双重的,一种是作为计数的,另一种是作为被计数的,既然升和斗也是双重的,一种是作为度量的,另一种是作为被度量的,我们说时间是哪一种数呢,是度量的还是被度量的?于是他说,不是度量的,而是被度量的;因为,如果数是在我们的灵魂中,而时间是在我们之外,那么时间便不是进行计数的数,而是被计数的数。

语法注2 条
  1. 4.246καὶ αἱ συλλαβαὶ τῶν στοιχείων

    承接前句(ἡ γὰρ μονὰς προτέρα ἐστὶ τῆς δυάδος, καὶ τὰ προοίμια τῶν διηγήσεων)补出谓语(προτέρα ἐστὶ/πρότεραί εἰσι),字面意思为“音节[先于]字母/元素”,这与字母构成音节的自然次序相反。这很可能是抄写或作者笔误(原本应为 τὰ στοιχεῖα τῶν συλλαβῶν),但在句法上,主格 αἱ συλλαβαί 作主语,属格 τῶν στοιχείων 作比较属格与前述项并列,故按原文语序直译。

  2. 4.246πᾶν πλεῖον καὶ ἔλαττον ἀριθμῷ κρίνεται, τὸ πλέον καὶ ἔλαττον χρόνῳ κρίνεται (τοῦτο δέ ἐστιν ἡ κίνησις), τὶς ἄρα ἀριθμὸς χρόνος ἐστίν.

    此处为一个三段论论证:大前提为“一切‘较多’与‘较少’由数判定”,小前提为“‘较多’与‘较少’由时间判定”,结论为“因此某种数就是时间”。插入句 τοῦτο δέ ἐστιν ἡ κίνησις 中的指示代词 τοῦτο 指代前面的 τὸ πλέον καὶ ἔλαττον,用以指明由时间判定的这种多少关系的载体正是运动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:717.32-718.29