- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:717.3-717.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德开始提出关于时间的主张之际,注解者梳理了其论证结构:由量度的连续性推导出运动的连续性及其内部的先后,进而得出追随运动的时间中亦存在先后。
" Ἐπεὶ δὲ τὸ κινούμενον κινεῖται ἔκ τινος εἴς τι καὶ πᾶν μέγεθος συνεχές, ἀκολουθεῖ τῷ μεγέθει ἡ κίνησις." Ἐλέγξας τοὺς τῶν προγενεστέρων περὶ χρόνου λόγους, ἐντεῦθεν βούλεται τὴν αὑτοῦ δόξαν ἐκθέσθαι. προλαμβάνει δὲ λῆμμά τι ὅτι ἡ κίνησις συνεχής ἐστι, καὶ κατασκευάζει τοῦτο τούτῳ τῷ τρόπῳ· πᾶν τὸ κινούμενον, φησίν, ἔκ τινος εἴς τι κινεῖται (τοῦτο γὰρ ἐπὶ πάσης κινήσεως ἀληθές, ἀλλ’ εἰ καὶ ἐπὶ πάσης κινήσεως τοῦτο ἀληθές, αὐτὸς ὡς ἐπὶ τῆς κατὰ τόπον γυμνάζει τὸν λόγον), εἰ οὖν ἡ κίνησις ἔκ τινος εἴς τι, ἐπὶ μεγέθους ἄρα ἡ κίνησις (εἰ γὰρ ἔκ τινος εἴς τι, ἀνάγκη τὸ μεταξὺ μέγεθος εἶναι· ὥστε ἐπὶ μεγέθους ἡ κατὰ τόπον κίνησις), πᾶν δὲ μέγεθος συνεχές, ἐπὶ συνεχοῦς ἄρα ἡ κίνησις, τὸ δὲ ἐπὶ συνεχοῦς κινούμενον συνεχῆ κινεῖται κίνησιν, συνεχὴς ἄρα ἡ κατὰ τόπον κίνησις. ἔστιν οὖν τὸ συνεχὲς πρώτως μὲν ἐν τῷ μεγέθει, διὰ τὸ μέγεθος δὲ καὶ ἐν τῇ κινήσει. πάλιν ἐπειδὴ ἐν τῷ συνεχεῖ ἐστι τὸ πρότερον καὶ τὸ δεύτερον (ἔστι γὰρ τοῦ μεγέθους τὸ μέν τι πρότερον τὸ δὲ δεύτερον), διὰ τοῦτο οὖν καὶ ἐν τῇ κινήσει ἀνάγκη εἶναι τὸ πρότερον καὶ τὸ δεύτερον· ὡς γὰρ ἂν ἔχῃ τὸ μέγεθος, οὕτως ἀνάγκη ἔχειν καὶ τὴν κίνησιν· ὄντος οὖν ἐν τῷ μεγέθει τοῦ προτέρου καὶ ὑστέρου, καὶ ἐν τῇ κινήσει τοῦτο εἶναι ἀνάγκη. ἔστιν οὖν ἐν τῇ κινήσει τὸ πρότερον καὶ τὸ ὕστερον. ἐπειδὴ οὖν εἰς ἔννοιαν ἐρχόμεθα τοῦ χρόνου οὐκ ἄλλως ἢ εἰς ἔννοιαν ἐλθόντες τῆς κινήσεως,1 ἔστι δὲ ἐν τῇ κινήσει ἡ μέν τις προτέρα ἡ δὲ ὑστέρα, δῆλον ὅτι καὶ ἐν τῇ προτέρᾳ κινήσει εἰς ἔννοιαν ἐρχόμεθα τοῦ χρόνου καὶ ἐν τῇ δευτέρᾳ. εἰ γὰρ συνεισάγεται τῇ ἐννοίᾳ τῆς κινήσεως ὁ χρόνος, δῆλον ὅτι καὶ ἐν τῇ προτέρᾳ κινήσει συνεπινοηθήσεται ὁ χρόνος καὶ ἐν τῇ δευτέρᾳ. ἔστιν ἄρα καὶ τοῦ χρόνου τὸ μὲν πρότερον τὸ δὲ ὕστερον. ὡς γὰρ ἂν ἔχῃ ἡ κίνησις, οὕτως καὶ τὸν χρόνον ἔχειν ἀνάγκη· ἀκολουθοῦσι γὰρ ἀλλήλοις ἡ κίνησις καὶ ὁ χρόνος. οὐ ταὐτὸν δέ ἐστιν ἡ κίνησις καὶ τὸ πρότερον καὶ τὸ ὕστερον· κατὰ μὲν γὰρ τὸ ὑποκείμενον τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον οὐδὲν ἄλλο ἐστὶν ἢ κίνησις, κατὰ δὲ τὴν σχέσιν ἄλλο ἐστὶ τῇ κινήσει τὸ κινήσει εἶναι καὶ ἄλλο τὸ προτέρᾳ καὶ ὑστέρᾳ.2
“既然被运动的事物从某物向某物运动,且一切量度都是连续的,那么运动追随量度。” 在驳斥了前人关于时间的论述之后,他自此希望阐明自己的看法。他预先设定了一个前提,即运动是连续的,并按以下方式确立这一点:他说,一切被运动的事物都是从某物向某物运动的(因为这对一切运动都是真的,但即便这对一切运动都是真的,他自己也是把这论证当作运用于位移运动来进行操练的);因此,如果运动是从某物向某物,那么运动便是在量度之上的(因为如果是从某物向某物,中间的间隔必然是量度,从而位移运动是在量度之上的);而一切量度都是连续的,因此运动是在连续事物之上的;而在连续事物之上运动的事物,进行的是连续的运动;因此位移运动是连续的。所以,连续性首先是在量度中,由于量度而也在运动中。再者,既然在连续事物中有先和后(因为在量度中一部分是先,一部分是后),因此由于这一缘故,在运动中也必然有先和后;因为量度具有怎样的状态,运动也必然具有怎样的状态;因此量度中既然存在先与后,在运动中也必然存在这一点。所以在运动中存在先与后。因此,既然我们除了通过达到对运动的观念之外不能以别的方式达到对时间的观念,且在运动中有一部分是先、有一部分是后,显然我们无论在先的运动中还是在后的运动中都能达到对时间的观念。因为,如果时间伴随着运动的观念一同被引入,显然无论在先的运动中还是在后的运动中,时间都将被一同构想。因此,在时间中也有一部分是先,一部分是后。因为运动具有怎样的状态,时间也必然具有怎样的状态;因为运动与时间彼此追随。但运动与先和后并不是同一的;因为就基体而言,运动中的先与后不是别的,正是运动,但就关系而言,对于运动来说,是运动是一回事,而是先与后则是另一回事。
- 4.246οὐκ ἄλλως ἢ εἰς ἔννοιαν ἐλθόντες τῆς κινήσεως
成语 οὐκ ἄλλως ἤ(“除……之外不以别的方式”)后接与主句第一人称复数主语(ἐρχόμεθα)一致的主格分词短语 εἰς ἔννοιαν ἐλθόντες。该分词表达手段或条件,说明达到对运动的观念是达到对时间的观念之不可或缺的前提。
- 4.246ἄλλο ἐστὶ τῇ κινήσει τὸ κινήσει εἶναι καὶ ἄλλο τὸ προτέρᾳ καὶ ὑστέρᾳ
τὸ κινήσει εἶναι 是亚里士多德表示本质的固定表达(“对于运动而言,是其运动”),后半句的 τὸ προτέρᾳ καὶ ὑστέρᾳ 中省略了不定词 εἶναι,与与格表语 προτέρᾳ καὶ ὑστέρᾳ 构成实质化的主语短语。整个结构对比了作为 ἄλλο ἐστί 之主语的两个短语:对于运动来说,是运动是一回事,而是先与后则是另一回事。
