← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§714.21-717.2

时间作为属于运动之物的论证

确立了时间虽非运动本身但也决非脱离运动而存在——因为即便仅在灵魂内部经历变化,时间与运动也是被同时知觉到的——从而得出时间必是“属于运动的某种东西”,进而转向对其本质的探究。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.239

" Μηδὲν δὲ διαφερέτω λέγειν ἡμῖν ἐν τῷ παρόντι κίνησιν ἢ μεταβολήν." Ἐπειδὴ ὡς ἐπὶ μεταβολῆς ἐγυμνάσαμεν τὸν λόγον, οὐ πᾶσα δὲ μεταβολὴ κίνησις, οὐ τὴν μεταβολὴν δὲ ἔλεγον εἶναι τὸν χρόνον ἀλλὰ τὴν κίνησιν, διὰ τοῦτό φησιν ὅτι μὴ διαφερώμεθα, εἰ ταὐτὸν ἡ κίνησις καὶ ἡ μεταβολὴ εἴτε μή, 〈ἀλλ’〉 ὡς ταὐτὸν οὔσης κινήσεως καὶ μεταβολῆς,1 οὕτω χρησόμεθα τοῖς ὀνόμασι. μέλλει γὰρ ἐν τοῖς ἐφεξῆς βιβλίοις δεικνύναι, ὅτι ἐπὶ πλέον ἡ μεταβολὴ τῆς κινήσεως· ἡ γὰρ γένεσις καὶ ἡ φθορὰ μεταβολὴ μέν εἰσι, κίνησις δὲ οὔ.

“但在目前,我们说是运动还是变化,对我们而言并无分别。” 因为我们是就变化展开论述的,而并非所有变化都是运动,并且人们先前所说的并不是变化是时间,而是运动[是时间],因此他说,我们不必争论运动与变化是否同一,而应当如同运动与变化是同一的那样来使用这些名称。因为他在接下来的几卷中将要表明,变化的范围比运动更广;因为生成与毁灭是变化,但不是运动。

§4.240

"Ἀλλὰ μὴν οὐδ’ ἄνευ γε μεταβολῆς." Ὅτι εἰ καὶ μὴ ἔστι κίνησις καὶ μεταβολὴ ὁ χρόνος, ἀλλ’ οὐκ ἄνευ γε κινήσεως καὶ μεταβολῆς.

“然而确实也决不能没有变化。” [这是说,]即使时间不是运动和变化,但决不是没有运动和变化[而存在的]。

§4.241

"Ὅταν γὰρ μηδὲν αὐτοὶ μεταβάλλωμεν τὴν διάνοιαν2 ἢ λάθωμεν μεταβάλλοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος." Τουτέστιν ὅταν κινώμεθα μὲν μὴ ἐφιστάνωμεν δὲ κατὰ τὴν διάνοιαν ὅτι κινούμεθα, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος, ἐπειδὰν 〈δὲ〉 ἐπιστήσωμεν τῇ κινήσει, εὐθὺς καὶ τοῦ χρόνου ἔννοιαν λαμβάνομεν.

“因为每当我们自己在思想上毫无变化,或者没有觉察到自己在发生变化时,我们就不觉得时间已经流逝。” 也就是说,每当我们虽在运动却未在思想上注意到我们在运动时,我们就不觉得时间已经流逝;但每当我们注意到运动时,便立刻也获得了关于时间的观念。

§4.242

"Καθάπερ οὐδὲ τοῖς ἐν Σαρδοῖ μυθολογουμένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν, ὅταν ἐγερθῶσι." Μῦθόν τινα λαμβάνει εἰς παράδειγμα. ἐλέγοντό τινες ἀρρωστοῦντες ἀπιέναι πρὸς τοὺς ἥρωας ἐν Σαρδοῖ καὶ θεραπεύεσθαι, ἀπιόντας δὲ ἐφεξῆς κοιμᾶσθαι πέντε ἡμέρας, εἶτα ἐξυπνιζομένους νομίζειν ἐκείνην εἶναι τὴν ὥραν καθ’ ἣν ἐπέστησαν τοῖς ἥρωσιν. ὥσπερ οὖν, φησίν, ἐκεῖνοι οὓς ὁ μῦθός φησιν οὐκ ἐφιστάνοντες ταῖς τοῦ παντὸς περιόδοις αἷς περιῆλθον3 οὐδὲ τοῦ παραδραμόντος χρόνου ᾐσθάνοντο, καὶ πάλιν τοῦ χρόνου μὴ αἰσθανόμενοι οὐδὲ τῆς κινήσεως ᾐσθάνοντο, ἀλλ’ ᾤοντο ἓν εἶναι καὶ τὸ αὐτὸ νῦν ὅτε ἐκαθεύδησαν καὶ ὅτε ἀνέστησαν, οὕτω δὴ κἂν μὴ διάφορα ἦν τὰ νῦν ἀλλ’ ἓν καὶ τὸ αὐτό, οὐκ ἂν οὐδὲ χρόνος ἦν. ὥσπερ γὰρ ἐπὶ τοῦ δοκοῦντος ἑνὸς νῦν εἶναι οὐδὲ χρόνος εἶναι δοκεῖ οὐδὲ κίνησις, οὕτω καὶ ἐπὶ τοῦ κατὰ ἀλήθειαν ἑνὸς οὔτε χρόνος ἐστὶν οὔτε κίνησις. εἰ δὲ τοῦτο οὕτως ἔχει, ἢ πάντῃ ταὐτὰ ἀλλήλοις εἰσὶν ἡ κίνησις καὶ ὁ χρόνος, ἢ τῆς κινήσεώς ἐστί τι ὁ χρόνος· εἰ οὖν δέδεικται ὅτι οὐκ ἔστι κίνησις, ἀνάγκη τῆς κινήσεώς τι εἶναι τὸν χρόνον.

“正如对于神话中所说在撒丁岛诸英雄身旁沉睡的人们,当他们醒来时[也不觉得时间已流逝]一样。” 他借用某个神话作为例证。据说某些患病的人前往撒丁岛诸英雄处并得到治愈,他们去后连续沉睡五天,随后醒来时以为仍是他们来到诸英雄面前的那一刻。他说,正如神话所说的那样,那些人没有注意到他们转过的全宇宙的那些周转,因而也没有觉察到溜走的时间;反过来,由于没有觉察到时间,他们也没有觉察到运动,而是认为他们入睡时和醒来时的‘现在’是同一个,同样地,如果诸‘现在’并非各不相同而是同一个,那么时间也就决不存在了。因为正如对于被认为单一的‘现在’而言,时间与运动似乎都不存在,同样对于真正单一的[现在]而言,既没有时间也没有运动。如果情况确实如此,那么运动与时间要么彼此完全相同,要么时间是属于运动的某种东西;既然已经证明了它不是运动,那么时间必然是属于运动的某种东西。

§4.243

"Ληπτέον δέ, ἐπεὶ ζητοῦμεν τί ἐστιν ὁ χρόνος, ἐντεῦθεν ἀρχόμενοι, τί τῆς κινήσεώς ἐστιν ὁ χρόνος." Ἐπειδή, φησί, τὸ προκείμενον ἡμῖν εὑρεῖν τί ἐστιν ὁ χρόνος, ὁ λόγος δὲ νῦν ἀνέφηνεν ὅτι ἀνάγκη τῆς κινήσεώς τι εἶναι τὸν χρόνον, ἐντεῦθεν ἀρξάμενοι καὶ τοῦτο λαβόντες αὐτὸ τοῦτο ζητήσωμεν, τί τῆς κινήσεώς ἐστιν ὁ χρόνος, πότερον πάθος τι ἢ συμβεβηκὸς ἢ τι ἄλλο.

“但由于我们在探究时间是什么,我们就必须从这里出发,把握时间是运动的什么。” 他说,既然我们摆在面前的任务是发现时间是什么,而论证现在已经表明时间必然是属于运动的某种东西,那么就让我们从这里出发并把握住这一点,探究这本身:时间究竟是属于运动的什么,是一种受动、偶性还是别的什么。

§4.244

"Ἅμα γὰρ κινήσεως αἰσθανόμεθα καὶ χρόνου." Ἀναλαμβάνει πάλιν τὸν αὐτὸν λόγον, ὅτι συνεπινοοῦνται ἀλλήλοις ἡ κίνησις καὶ ὁ χρόνος.

“因为我们同时知觉到运动和时间。” 他再次重申同样的论点,即运动与时间是相互被一同构想的。

§4.245

"Καὶ γὰρ ἐὰν ᾖ σκότος καὶ μηδὲν διὰ τοῦ σώματος πάσχωμεν, κίνησις δέ τις ἐν τῇ ψυχῇ ἐνῇ, 〈εὐθὺς ἅμα δοκεῖ τις γεγονέναι καὶ χρόνος〉." Ὅτι οὐ μόνον τῇ σωματικῇ κινήσει ἐφιστάνοντες εὐθὺς εἰς ἔννοιαν ἐρχόμεθα τοῦ χρόνου, ἀλλὰ κἂν μηδεμιᾶς σωματικῆς κινήσεως συναίσθησιν ἔχωμεν, ἠρεμῶσι δὲ πᾶσαι αἱ αἰσθήσεις, ἡ δὲ ψυχὴ μόνον τὸ φανταστικὸν ἑαυτῆς κινῇ, εὐθὺς πάλιν τῇ τοιαύτῃ κινήσει καὶ ὁ χρόνος συνεπινοεῖται. τοῦτο δὲ ἐκ τοῦ μᾶλλόν ἐστιν·4 οὕτω γὰρ συνεπινοεῖται τῇ κινήσει ὁ χρόνος, ὅτι κἂν ἔξωθεν μὲν μηδεμιᾶς αἰσθανώμεθα κινήσεως σωματικῆς ᾗτινι καὶ ὁ χρόνος πάντως σύνεστι, ψυχικῆς δ’ οὖν μεταβολῆς αἰσθώμεθα, εὐθὺς καὶ ταύτῃ χρόνον συνεπενοήσαμεν· οὕτω συμπέφυκέ πως τῇ κινήσει ὁ χρόνος. ὥσπερ δὲ τῇ κινήσει συνεπινοεῖται καὶ χρόνος, οὕτως αὖ πάλιν καὶ τῇ ἐννοίᾳ τοῦ χρόνου καὶ ἡ τῆς κινήσεως συνεισέρχεται ἔννοια· ὡς γὰρ εἶπον, ἐὰν τὸν χρόνον συναισθώμεθα τὸν παρεληλυθότα, εὐθὺς ἐφιστάνομεν ὅτι πολλὴν ἀνάγνωσιν ἐποιησάμεθα, ἢ πολλὰ ἐκαθευδήσαμεν, ἢ ἄλλην τινὰ κίνησιν ἐκινήθημεν.

“因为即使是一片黑暗,我们通过身体没有遭受任何感受,但只要在灵魂中存在某种运动,立刻同时就会觉得有某种时间也已流逝。” [这是说,]不仅当我们注意到身体的运动时会立刻产生对时间的观念,而且即使我们对身体的任何运动都没有共同意识,一切感官都处于静止,而灵魂仅仅活动其自身的想象能力,伴随着这种运动也立刻会再次一同构想到时间。这是更强意义上的论据;因为时间是如此与运动一同被构想,以至于即使我们从外部没有知觉到时间全然共存的任何身体运动,但只要知觉到灵魂的变化,便立刻也会随之构想到时间;时间在某种意义上就是这样与运动天然结合在一起的。正如伴随着运动,时间也一同被构想,反过来,伴随着对时间的观念,对运动的观念也会一同进入;因为正如我所说,如果我们觉察到了过去的时间,我们便立刻会注意到我们进行了大量的阅读,或是睡了很久,或是发生了其他某种运动。

语法注4 条
  1. 4.239ὡς ταὐτὸν οὔσης κινήσεως καὶ μεταβολῆς

    在属格独立结构中,连词 ὡς 表示主观或假设性的前提(“如同……是同一的”)。尽管主语是两个阴性名词的并列(κινήσεως καὶ μεταβολῆς),分词 οὔσης 在性数上仅与邻近的 κινήσεως 一致作单数,而表语形容词 ταὐτόν 则采用中性单数形式。

  2. 4.241μηδὲν αὐτοὶ μεταβάλλωμεν τὴν διάνοιαν

    τὴν διάνοιαν 为关系对格(限制对格),意为“在思想上”。在不及物使用的 μεταβάλλωμεν 支配下,μηδέν 用作副词性对格(或内面对格),表示否定的程度(“毫无”)。

  3. 4.242ταῖς τοῦ παντὸς περιόδοις αἷς περιῆλθον

    关系代词 αἷς 在性、数、格上与其先行词 περιόδοις(由分词 ἐφιστάνοντες 所支配的与格)保持一致。该结构属于格吸引(attractio relativi),即在原本动词 περιέρχομαι 带同源内面对格(περιόδους περιέρχομαι)的句式中,关系代词被吸引至先行词的与格。

  4. 4.245τοῦτο δὲ ἐκ τοῦ μᾶλλόν ἐστιν

    介词短语 ἐκ τοῦ μᾶλλον 是表示逻辑推论形式的固定用语,意为“根据更强的理由(a fortiori,举重明轻)”。它表明,不仅在身体的外部运动中,甚至仅在灵魂发生内部运动时时间亦能被认识到这一事实,被用作更为确凿有力的证据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:714.21-717.2