- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:712.21-714.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德完成关于时间既非天体的周转亦非天球的反驳,并进而论证时间不是运动本身,因为与运动不同,时间并非局限于处所,也不具备快慢。
" Καίτοι τῆς περιφορᾶς καὶ τὸ μέρος χρόνος τίς ἐστι, περιφορὰ δέ γε οὔ." Εἰ γὰρ τὸ τοῦ χρόνου μέρος χρόνος, ἡ περιφορὰ δὲ χρόνος, καὶ τὸ μέρος τῆς περιφορᾶς χρόνος ἂν εἴη· τὸ δὲ μέρος τῆς περιφορᾶς οὐ περιφορά· οὐκ ἄρα ὁ χρόνος ἡ περιφορά ἐστιν.
“然而,即使是周转的一部分也是某种时间,但决不是周转。” 因为如果时间的一部分是时间,而周转是时间,那么周转的一部分也将是时间;但周转的一部分并不是周转;所以时间并不是周转。
"Ἔτι δὲ εἰ πλείους ἦσαν οἱ οὐρανοί, ὁμοίως ἂν ἦν χρόνος ἡ ὁτουοῦν αὐτῶν κίνησις." Τὸ ἕτερον ἐπιχείρημα. εἰ πλείους, φησίν, ἦσαν οἱ οὐρανοί, ἦσαν ἂν καὶ πλείους περιφοραί· ὥστε καὶ πλείους χρόνοι. ἀλλ’ ἀδύνατον· εἷς γὰρ ἂν ἦν καὶ τότε ὁ χρόνος κοινῶς πᾶσι παρακολουθῶν, ὥσπερ ταῖς πλείοσι τῶν σφαιρῶν περιφοραῖς. οὐκ ἄρα ἡ περιφορὰ χρόνος.
“此外,如果有多个天,那么其中任何一个的运动也同样会是时间。” 另一个论据。他说,如果有多个天,也会有多个周转;从而也会有多个时间。但这不可能;因为即使在那时,时间也是单一的,共同伴随着所有事物,正如它伴随着天球的多个周转一样。因此周转不是时间。
"Ἡ δὲ τοῦ ὅλου σφαῖρα ἔδοξε μὲν [ἐν] τοῖς εἰποῦσιν εἶναι χρόνος, ὅτι ἐν τῷ χρόνῳ τὰ πάντα ἐστὶ καὶ ἐν τῇ τοῦ ὅλου σφαίρᾳ." Ὅτι τισὶν ἔδοξεν ἡ σφαῖρα αὐτὴ καὶ ἡ σωματότης τοῦ οὐρανοῦ χρόνος εἶναι, καὶ τὴν αἰτίαν ὅθεν παρελογίσθησαν ἐπήγαγε· διότι, φησίν, ὁμοίως ἔν τε τῇ σφαίρᾳ λέγεται εἶναι τὰ πάντα (πάντων γὰρ περιεκτική) καὶ ἐν τῷ χρόνῳ· ἔνθεν γὰρ ἀσυλλογίστως ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συνῆγον ὅτι ὁ χρόνος ἡ σφαῖρά ἐστιν. ἀλλὰ τὸ ἐπισκοπεῖν, φησί, τὰ ἑπόμενα ἀδύνατα τῇ ὑποθέσει ταύτῃ, εὔηθές ἐστιν, εἴπομεν δὲ ἡμεῖς ἤδη τὰ ἀκολουθοῦντα τῇ ὑποθέσει.
“另一方面,全宇宙的天球在那些如此主张的人看来似乎就是时间,因为万物都在时间中,也都在全宇宙的天球中。” 他补充说明了天球本身即天的物体性在某些人看来是时间,以及他们陷于谬误推论的缘由:他说,这是因为万物同样既被说成在天球中(因为天球包容万物),也被说成在时间中;因为他们由此在第二格中由两个肯定命题不合推论规则地得出时间就是天球。但是,他说,去考察伴随这一假说的种种不可能的推论是愚蠢的;而我们已经陈述过遵循这一假说的种种推论了。
"Ἐπεὶ δὲ δοκεῖ μάλιστα κίνησις εἶναι καὶ μεταβολή τις ὁ χρόνος, τοῦτο ἂν εἴη σκεπτέον." Εἰπὼν ὅτι οὔτε ἡ περιφορὰ ἐστιν ὁ χρόνος οὔτε ἡ σφαῖρα, νῦν φησιν ὅτι ἐπειδὴ μάλιστα τοῖς πολλοῖς δοκεῖ ἡ κίνησις χρόνος εἶναι, τοῦτο αὐτὸ ζητητέον εἴτε κίνησίς ἐστιν εἴτε μή.
“但由于时间最被认为是运动和某种变化,所以应当考察这一点。” 在说了时间既不是周转也不是天球之后,他现在说,既然对大多数人来说时间最被认为是运动,那就必须探究这本身究竟是运动还是不是。
"Ἡ μὲν οὖν ἑκάστου μεταβολὴ καὶ ἡ κίνησις ἐν αὐτῷ τῷ μεταβάλλοντι μόνον ἐστί." Τὸ πρῶτον ἐπιχείρημα ὅτι οὐκ ἔστιν ἡ κίνησις χρόνος, ὅτι ἡ μὲν κίνησις ἐν μόνῳ ἐστὶ τῷ κινουμένῳ καὶ ἐν τῷ τόπῳ ἐν ᾧ ἂν ἡ κίνησις γίνοιτο, ὁ δὲ χρόνος οὐκ ἐν μόνῳ ἐστὶ τῷ κινουμένῳ, ἀλλὰ πᾶσιν ὁμοίως παρακολουθεῖ· ὥστε οὐκ ἔστιν ἡ κίνησις χρόνος.
“那么,每一事物的变化和运动,都仅仅在变化着的事物自身之中。” 证明运动不是时间的第一条论据:运动仅仅在运动着的事物之中,以及运动可能发生的场所之中,而时间并不单单在运动着的事物之中,而是同样伴随着万物;因此运动不是时间。
"Ἢ οὗ ἂν τύχῃ ὂν αὐτὸ τὸ κινούμενον.1" Τουτέστι καὶ ἐν ᾧ ἂν τόπῳ κινῆται· ὁ γὰρ ‘ἤ’ ἀντὶ τοῦ ‘καί’ συνδέσμου.
“或者在运动着的事物本身恰好所在的场所中。” 也就是说,在它运动的场所中也[存在];因为‘或者’代替了‘并且’这个连词。
"Ἔτι δὲ μεταβολὴ μέν ἐστι θάττων καὶ βραδυτέρα." Τὸ ἕτερον ἐπιχείρημα· ἡ κίνησις τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον, ὁ χρόνος τὸ θᾶττον καὶ τὸ βραδύτερον οὐκ ἔχει, ἡ κίνησις ἄρα οὐκ ἔστιν ὁ χρόνος.
“此外,变化有较快的和较慢的。” 另一个论据:运动具有较快和较慢,而时间不具有较快和较慢;因此运动不是时间。
"Τὸ γὰρ ταχὺ καὶ τὸ βραδὺ χρόνῳ ὥρισται." Ὅτι οὐκ ἔστι τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐν τῷ χρόνῳ· τὸ γὰρ θᾶττον καὶ τὸ βραδύτερον χρόνῳ ὥρισται (θάττονα γὰρ κίνησίν φαμεν τὴν πολλὴν ἐν ὀλίγῳ χρόνῳ γινομένην, βραδεῖαν δὲ τὴν ὀλίγην ἐν πολλῷ), ὁ δὲ χρόνος οὐχ ὁρίζεται χρόνῳ, οὐκ ἄρα τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐν τῷ χρόνῳ.
“因为快和慢是由时间所规定的。” [这是说明]时间中不存在较快和较慢;因为较快和较慢是由时间所规定的(因为我们把在较短时间内产生的大量运动称为较快的运动,把在较长时间内产生的少量运动称为较慢的运动),而时间不是由时间所规定的;因此较快和较慢不在时间之中。
"Ὁ δὲ χρόνος οὐχ ὥρισται χρόνῳ, οὔτε τῷ ποσός τις εἶναι οὔτε τῷ ποιός.2" Ἡ μὲν γὰρ κίνησις καὶ κατὰ ποσὸν καὶ κατὰ ποιὸν χρόνῳ ὥρισται, κατὰ μὲν τὸ ποσόν, ὅτι μακρὰν λέγομεν κίνησιν τὴν ἐν πολλῷ χρόνῳ γινομένην κίνησιν, βραχεῖαν δὲ τὴν ἐν ὀλίγῳ, κατὰ δὲ τὸ ποιόν, ὅτι θάττονα λέγομεν κίνησιν τὴν πολλὴν μὲν ἐν βραχεῖ δὲ χρόνῳ γινομένην, βραδεῖαν δὲ τὴν ὀλίγην ἐν πολλῷ· ὁ μέντοι χρόνος οὔτε κατὰ τὸ ποσὸν χρόνῳ ὥρισται (οὐ γὰρ λέγομεν τὸν ἐνιαυτὸν ἐνιαυτῷ ὡρίσθαι), ἀλλ’ οὐδὲ κατὰ τὸ ποιὸν ὥρισται ὁ χρόνος χρόνῳ· οὐ γὰρ ἔστιν ὅλως θάττων χρόνος ἢ βραδύτερος· οὐκ ἔστι γὰρ ἡμέρα ἡμέρας ταχυτέρα ἢ βραδυτέρα.
“然而时间并不是由时间所规定的,无论因其具有某种数量,还是因其具有某种性质。” 因为运动无论就数量而言还是就性质而言都是由时间规定的:就数量而言,是因为我们把在长时间内产生的运动称为长的运动,把在短时间内产生的称为短的运动;就性质而言,是因为我们把在短时间内产生的大量运动称为较快的运动,把在长时间内产生的少量运动称为较慢的运动;然而时间就数量而言并不是由时间规定的(因为我们并不说一年是由一年规定的),甚至就性质而言时间也不是由时间规定的;因为根本不存在较快或较慢的时间;因为一天并不比另一天更快或更慢。
- 4.235Ἢ οὗ ἂν τύχῃ ὂν αὐτὸ τὸ κινούμενον
连词 ἤ 并非对前文短语 ἐν αὐτῷ τῷ μεταβάλλοντι(在变化着的事物自身之中)构成排他性析取,而是作为等同于 καί 的补充或同位语起作用。正如菲洛波诺斯明确指出的(ὁ γὰρ ‘ἤ’ ἀντὶ τοῦ ‘καί’ συνδέσμου),它被解释为累加性地补充运动发生的处所(既在运动主体自身之中,也在其所处的场所之中)。
- 4.238οὔτε τῷ ποσός τις εἶναι οὔτε τῷ ποιός
带冠词不定词的与格短语(τῷ ... εἶναι)表示方面或方式(限定与格),修饰主要动词 οὐχ ὥρισται。在后一个并列项 τῷ ποιός 之后省略了不定词 εἶναι,与前文的 τῷ ποσός τις εἶναι 构成对称结构。
