← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§711.13-712.20

时间对运动的依存与对其本性的探究

在表明时间虽非运动本身却绝非离开运动而存在、因而必定属于运动的某种属性之后,菲洛波诺斯解释了亚里士多德着手考察时间的本性(218a30)之处,指出前人学说与先前疑难同样使时间的本性显得晦暗不明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.229#3

Δείξας οὖν διὰ τούτων ὅτι οὔτε περιφορὰ οὔτε σφαῖρα οὔτε κίνησίς ἐστιν ὁ χρόνος, ἐφεξῆς φησιν ὅτι εἰ καὶ μὴ ἔστι κίνησις ὁ χρόνος, ἀλλ’ οὖν οὐκ ἄνευ κινήσεώς ἐστιν· ἅμα γὰρ τῇ τοῦ χρόνου ἐννοίᾳ εὐθὺς συνεπινοεῖται καὶ ἡ κίνησις. εἰ γὰρ ἐννοήσομεν τοσήνδε ὥραν, εὐθὺς καὶ τοσήνδε τοῦ παντὸς κίνησιν ἐννοοῦμεν, καὶ ἔμπαλιν εἰ νοήσομεν τοσόνδε κεκινημένον τὸ πᾶν, εὐθὺς καὶ χρόνον τοσόνδε συνεπενοήσαμεν. τεκμήριον δὲ σαφέστατον τὸ καθ’ ἑκάστην ἡμῖν συμβαῖνον· ἐπὶ πολὺ γὰρ πολλάκις ἀνεγνωκότες καὶ τῇ προθυμίᾳ τοῦ πλήθους τὴν συναίσθησιν παραιρούμενοι,1 καὶ τὸν χρόνον εὐθὺς παραιρούμεθα. πολλάκις γὰρ τὸ πολὺ τῆς ἡμέρας δαπανήσαντες οὔπω οἰόμεθα βραχύ τι μόριον αὐτῆς παρεληλυθέναι, ὕστερον δὲ ἐπειδὰν ἐπιστήσωμεν τῷ πλήθει τῆς ἀναγνώσεως, εὐθὺς καὶ τῷ τοῦ χρόνου ἐφιστάνομεν μήκει, καὶ ἔμπαλιν ἐὰν πρῶτον τῷ τοῦ χρόνου ἐπιστήσωμεν μήκει, εὐθὺς καὶ τῷ τῆς κινήσεως ἐφιστάνομεν· φαμὲν γὰρ πολλὰ ἀνεγνωκέναι· καὶ γὰρ δεδαπάνηται τὸ πολὺ τῆς ἡμέρας· καὶ ἔμπαλίν φαμεν ὡς ἔοικε πολὺν παρεληλυθέναι χρόνον· πολὺ γὰρ καὶ τὸ τῆς ἀναγνώσεως γέγονε πλῆθος. ὥστε εἰ καὶ συνεπινοοῦνται ἀλλήλοις ἡ κίνησις καὶ ὁ χρόνος καὶ συναναιροῦνται, ἔοικε, φησίν, ἤτοι ταὐτὸν εἶναι τῇ κινήσει ὁ χρόνος, ἤ τι τῆς κινήσεως εἶναι. ἐπεὶ οὖν δέδεικται, φησίν, ὅτι οὐκ ἔστι κίνησις, ἀνάγκη τῆς κινήσεώς τι εἶναι τὸν χρόνον· ζητητέον οὖν τί τῆς κινήσεώς ἐστι. ταῦτα εἰπών, ἐφεξῆς πρόεισι ζητῶν τί ποτέ ἐστιν ὁ χρόνος. Περὶ μὲν οὖν τῶν ὑπαρχόντων αὐτῷ τοσαῦτα ἔστω διηπορημένα· ἐκ γὰρ τῶν ὑπαρχόντων τῷ χρόνῳ ἐκινήθησαν αἱ ἔμπροσθεν ἀπορίαι, ἐκ τοῦ ἔχειν τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, ἐκ τοῦ κατὰ τὸ νῦν ἐνεστηκέναι, καὶ τῶν λοιπῶν. Τίς δέ ἐστιν ὁ χρόνος καὶ τίς αὐτοῦ ἡ φύσις, ὁμοίως ἔκ τε τῶν παραδεδομένων ἄδηλόν ἐστι, καὶ περὶ ὧν τυγχάνομεν διεληλυθότες πρότερον. ὅ φησι τοῦτό ἐστιν, ὅτι εἰς τὸ γνῶναι τὴν οὐσίαν τοῦ χρόνου οὐδὲν ἡμῖν αἱ τῶν παλαιῶν περὶ αὐτοῦ δόξαι προκαταβεβλημέναι συμβαλοῦνται, τοὐναντίον δὲ καὶ ἀδηλίαν ἡμῖν περὶ αὐτοῦ πολλὴν ἐμποιοῦσιν οὐδὲν ἧττον ἢ αἱ περὶ αὐτοῦ νῦν ὑφ’ ἡμῶν προκαταβεβλημέναι ἀπορίαι· ὡς γὰρ αὗται ἀδηλίαν ἡμῖν τῆς φύσεως αὐτοῦ ἐντιθέασιν, οὕτω καὶ τὰ παρὰ τῶν ἀρχαίων εἰρημένα· ἄλλος γὰρ ἄλλο τι εἶναι τὴν φύσιν αὐτοῦ ἀπεφήνατο, ὧν οὐδὲν φαίνεται εἶναι ὁ χρόνος ἐκ τῶν κοινῶν περὶ αὐτοῦ ὑπολήψεων. ἡ οὖν τῆς φύσεως τοῦ χρόνου ἀδηλία ὁμοίως ἡμῖν ἐγγίνεται ἔκ τε τῶν εἰρημένων παρὰ τῶν ἀρχαίων, καὶ ἐκ τούτων περὶ ὧν νῦν διεληλύθαμεν ἀποροῦντες, λέγει δὲ τοῦ μηδὲν ὑφεστηκέναι τοῦ χρόνου μόριον,2 τοῦ κατὰ τὸ νῦν μόνον ὑφεστηκέναι, ἐξ ὧν συνήγετο μήποτε οὐδὲ ἔστιν ὅλως ὁ χρόνος. εἰ οὖν τὰ ὑπάρχοντα τῷ χρόνῳ εἰς ἔννοιαν ἡμᾶς τοῦ μηδὲ εἶναι ὅλως αὐτὸν ἐνάγουσι, πολλῷ γε δήπου εἰς ἀδηλίαν ἡμᾶς ἐμβαλοῦσι τοῦ τίς ἂν εἴη ἡ τοῦ χρόνου φύσις.

因此,在通过这些论证表明时间既不是周转也不是天球也不是运动之后,他接下来说,即使时间不是运动,但无论如何它并非没有运动;因为随着时间的概念,运动也就立即一同被构想出来。因为如果我们构想出这么一段时间,我们也就立即构想出宇宙的这么一段运动,反过来,如果我们认识到宇宙运动了这么多,我们也就立即一同构想了这么多的时间。而最清楚的证据就是每天发生在我们身上的事:因为我们常常阅读了很久,由于热忱而失去了对数量的知觉,也就立即失去了对时间的知觉。因为我们常常耗费了一天的大部分时间,却以为其中一小部分也还没有过去;但后来,每当我们把注意力集中于阅读的分量时,我们也就立即注意到时间的长度;反过来,如果我们首先把注意力集中于时间的长度,我们也就立即注意到运动的[量];因为我们说阅读了很多,毕竟一天的大部分时间已经耗尽了;反过来我们说,似乎过去了许多时间,因为阅读的分量也很多。因此,如果运动和时间彼此既一同被构想又一同被取消,他说,时间似乎要么与运动是同一的,要么是运动的某种东西。他说,既然已经表明它不是运动,那么时间必然是运动的某种东西;因此必须探究它是运动的什么东西。在说了这些之后,他接着进而在探究时间究竟是什么。 “因此,关于属于它的属性,且已讨论了这么多的疑难。”因为先前的疑难正是从属于时间的属性引起的:从它具有过去和未来,从它在‘现在’中居存,以及其余的属性中引起的。 “但是时间是什么,它的本性是什么,无论从流传下来的学说,还是从我们刚才所探讨过的事情来看,都同样是不清楚的。”他所说的就是这个意思:对于认识时间的本质,古人预先提出关于它的见解对我们毫无帮助,反而给我们造成关于它的巨大不确定性,绝不亚于我们刚才关于它预先提出的疑难;因为正如这些疑难将对其本性的不确定性灌输给我们一样,古人所说的话也是如此;因为各人断言其本性是各不相同的事物,而从关于时间的共同观念来看,时间显得完全不是这些事物中的任何一个。因此,时间的本性的不确定性,同样从古人所说的事情中,以及从我们刚才抱持疑难所探讨的事情中产生于我们心中;他指的是时间的任何部分都不存立,它仅仅在‘现在’中存立,从这些前提出发曾推导出时间或许根本不存在。因此,如果属于时间的属性引导我们产生它根本不存在的想法,那么它们无疑会使我们陷入更大的不确定性之中,不知道时间的本性究竟会是什么。

语法注2 条
  1. 4.229τῇ προθυμίᾳ τοῦ πλήθους τὴν συναίσθησιν παραιρούμενοι

    τῇ προθυμίᾳ 是表示手段或原因的与格(“由于热忱/专心”)。τοῦ πλήθους 是依附于 τὴν συναίσθησιν 的宾格性属格(“对[阅读]分量的感知”)。παραιρούμενοι 处于中动语态,意为“为自己剥夺/失去”。

  2. 4.229λέγει δὲ τοῦ μηδὲν ὑφεστηκέναι τοῦ χρόνου μόριον

    紧随 λέγει δέ 之后的冠词不定式短语 τοῦ μηδὲν ὑφεστηκέναι ... τοῦ κατὰ τὸ νῦν μόνον ὑφεστηκέναι 是解释性/同位属性属格,用以具体说明前句中 ἐκ τούτων περὶ ὧν νῦν διεληλύθαμεν ἀποροῦντες(“从我们刚才抱持疑难所探讨的事情中”)的实际内容,既可视为承袭了介词 ἐκ 的格要求,亦可作说明所述内容的限定属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:711.13-712.20