← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§710.1-711.12

天球说的论理谬误与时间非运动的证明

菲洛波诺斯指出了将时间等同于天球的推论中因中项歧义而造成的谬误,并提出了补充反驳,接着通过处所的普遍性以及“快慢”的归属问题这两个论证,证明时间也绝非端视的运动本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.229#2

πρῶτον μὲν γάρ, ὡς εἶπον, ἀσυλλόγιστος ἡ συμπλοκή, ἔπειτα οὐ πάντως τὸ ἔν τινι ἐν χρόνῳ ἐστίν. ἄλλως οὖν ἐν τῇ σφαίρᾳ ταῦτά ἐστι καὶ ἄλλως ἐν τῷ χρόνῳ· ἐν γὰρ τῇ σφαίρᾳ ὡς ἐν τόπῳ τὰ πάντα ἐστίν, ἐν δὲ τῷ χρόνῳ οὐχ ὡς ἐν τόπῳ τὰ πάντα ἐστίν, ἀλλ’ ἄλλως. ὥστε κυρίως ἂν συνάγοιτο, ὅτι ἡ σφαῖρα οὐ χρόνος, αὐτὸ τὸ ἐναντίον οὗ ἐκεῖνοι ἐβούλοντο·1 ἐν τῇ σφαίρᾳ τὰ πάντα ὡς ἐν τόπῳ ἐστίν, ἐν τῷ χρόνῳ τὰ πάντα ὡς ἐν τόπῳ οὐκ ἔστιν, ἡ σφαῖρα ἄρα χρόνος οὐκ ἔστιν. ὡς δὲ ἐκεῖνοι κατεσκεύαζον, ὁ μέσος ὅρος οὐχ ὡσαύτως ἔχει πρὸς τοὺς ἄκρους. δυνατὸν μὲν οὖν καὶ συλλογιστικῶς πλέξαι ἐν τρίτῳ σχήματι· τὰ πάντα ἐν τῇ σφαίρᾳ ἐστί, τὰ πάντα ἐν χρόνῳ ἐστίν, ἡ σφαῖρα ἄρα χρόνος ἐστίν. ἀλλὰ πάλιν οὐ τὴν αὐτὴν συμπλοκὴν ὁ μέσος πρὸς τοὺς ἄκρους ἔχει, ὥσπερ εἴρηται. διὰ μὲν οὖν τὸ εὐφώρατον καὶ αὐτοῦ τοῦ δόγματος καὶ τῆς ἐπιχειρήσεως οὐδὲν πρὸς αὐτοὺς ὁ Ἀριστοτέλης ἀντιλέγει. ἔστι δὲ εἰπεῖν πρὸς αὐτοὺς ταῦτα, ὅτι ὁ χρόνος τὸ παρεληλυθὸς ἔχει καὶ τὸ μέλλον, ἡ δὲ σφαῖρα οὐκ ἔχει τὸ παρεληλυθὸς καὶ τὸ μέλλον· τοῦ χρόνου τὸ μέρος χρόνος ἐστί, τῆς δὲ σφαίρας τὸ μέρος οὐκ ἔστι σφαῖρα, οὐκ ἄρα ἡ σφαῖρα χρόνος ἐστίν· ὁ χρόνος τῷ νῦν διαιρεῖται, ἡ δὲ σφαῖρα τῷ νῦν οὐ διαιρεῖται· ὁ χρόνος ἀπὸ μέρους ὑφέστηκεν,2 ἡ δὲ σφαῖρα οὐχ ὑφέστηκεν ἀπὸ μέρους· οὕτως οὖν οὐδὲ ἡ σφαῖρα χρόνος ἂν εἴη. Ὅτι δὲ οὐδὲ κίνησις ἁπλῶς ἐστι, δείκνυσιν οὕτως· ἡ κίνησις, φησίν, ἐν μόνῳ τῷ κινουμένῳ ἐστὶ καὶ ἐν τῷ τόπῳ ἐν ᾧ κινεῖται τὸ κινούμενον, ὁ δὲ χρόνος οὐκ ἐν τῷ κινουμένῳ ἐστὶν οὐδὲ ἐν τόπῳ ἐν ᾧ γίνεται ἡ κίνησις, ἀλλὰ πανταχοῦ καὶ πᾶσιν ὁμοίως εἷς καὶ ὁ αὐτὸς ὢν παρακολουθεῖ, οὐκ ἄρα ἐστὶν ἡ κίνησις χρόνος. οὐ γὰρ ἡ ἐμὴ κίνησις ἐν πᾶσίν ἐστιν, ἀλλ’ οὐδὲ ἁπλῶς ἐν πᾶσι κίνησις θεωρεῖται· τινὰ γὰρ καὶ ἠρεμεῖ. δεύτερον ἐπιχείρημα· ἡ κίνησις καὶ ἡ ἁπλῶς μεταβολὴ τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον (λέγομεν γὰρ ἄλλην ἄλλης κίνησιν ταχυτέραν εἶναι ἢ βραδυτέραν· φαμὲν γὰρ ταχεῖαν μὲν εἶναι τὴν τῆς ἀπλανοῦς κίνησιν, βραδεῖαν δὲ τὴν τοῦ Κρόνου), ὁ δὲ χρόνος οὐκ ἔχει τὸ θᾶττον καὶ τὸ βραδύτερον, οὐκ ἄρα ὁ χρόνος κίνησίς ἐστι. καὶ ὅτι μὲν ἡ κίνησις τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον, οὐδὲ ἀξιοῖ κατασκευάσαι (σαφὲς γὰρ τοῦτο, ὥσπερ εἶπον· τίς γὰρ οὐκ οἶδεν ὅτι ἡ τῆς ἀπλανοῦς κίνησις τῶν ἄλλων ἐστὶ ταχυτέρα, καὶ μετὰ ταύτην ἡ τῆς σελήνης; καὶ οὕτως ἄλλη ἄλλης διαφέρει κατὰ τὸ θᾶττον καὶ τὸ βραδύτερον· καὶ ἡ τοῦ ἀετοῦ γοῦν κίνησις θάττων ἐστὶ τῆς τοῦ κολοιοῦ κινήσεως), ὅτι δὲ ὁ χρόνος οὐκ ἔχει τὸ θᾶττον καὶ τὸ βραδύτερον, τοῦτο κατασκευάζει διά τινος τρίτου συλλογισμοῦ οὕτως· τὸ θᾶττον, φησί, καὶ τὸ βραδύτερον χρόνῳ ὥρισται (θάττονα γὰρ λέγομεν εἶναι κίνησιν τὴν ἐν ὀλίγῳ χρόνῳ πολλὴν γινομένην, βραδεῖαν δὲ τὴν ἐν πολλῷ χρόνῳ ὀλίγην· τὸ θᾶττον οὖν καὶ τὸ βραδύτερον χρόνῳ ὥρισται), ὁ χρόνος χρόνῳ οὐχ ὥρισται (γελοῖον γὰρ τὸ λέγειν τὸν χρόνον χρόνῳ ὡρίσθαι), οὐκ ἄρα ὁ χρόνος τὸ θᾶττον ἔχει καὶ τὸ βραδύτερον· οὐ γὰρ ἔστιν εἰπεῖν ἐνιαυτὸν ἐνιαυτοῦ θάττονα εἶναι ἢ βραδύτερον, ἢ ἡμέραν ἡμέρας, εἰ τὸ ἡμερονύκτιον λάβοις.3

因为首先,如我所言,这种结合在推论上是无效的;其次,在某物之中的事物决非全都处于时间之中。因此,这些事物在天球之中与在时间之中是不同的;因为万物在天球之中是如同在处所之中一样,而在时间之中万物并不是如同在处所之中一样,而是以另一种方式。以致“天球不是时间”才会合乎正理地被推导出来,这恰恰与他们所期望的相反:万物在天球之中如同在处所之中一样,万物在时间之中并非如同在处所之中一样,所以天球不是时间。然而按照他们所确立的方式,中项对于两个端项并不是处于相同的关系中。固然,在第三格中也可以合乎推论规则地结合:万物在天球之中,万物在时间之中,所以天球是时间。但正如所言,中项对于两个端项同样不具有相同的结合关系。因此,由于该学说本身及其论证都极易被识破,亚里士多德没有对他们作任何反驳。然而我们也可以对他们指出这些理由:时间具有过去和未来,但天球不具有过去和未来;时间的部分是时间,但天球的部分不是天球,所以天球不是时间;时间由“现在”来划分,但天球不是由“现在”来划分;时间是由各部分逐一存立的,但天球并不是由各部分逐一存立的;因此,天球也就不会是时间。 至于[时间]也绝非单纯的运动,他表明如下:他说,运动仅存在于被运动者之中,以及被运动者在其中运动的处所之中,而时间既不在被运动者之中,也不在运动发生的处所之中,而是一且同一地在各处同样伴随一切事物;所以运动不是时间。因为我的运动并不在万物之中,甚至一般说来并非在万物中都能观察到运动;因为某些事物也是静止的。第二个论证:运动即单纯的变化具有较快和较慢(因为我们说一种运动比另一种运动较快或较慢;我们确实说恒星天的运动是快的,而土星的运动是慢的),但时间不具有较快和较慢;所以时间不是运动。至于运动具有较快和较慢,他甚至认为不屑于去确立(因为正如我所说,这是显然的;谁不知道恒星天的运动比其他运动更快,仅次于它的是月亮的运动?而且彼此之间就是这样因较快和较慢而不同的;无论如何,鹰的运动也快于寒鸦的运动)。但是,关于时间不具有较快和较慢,他是通过某种第三个推论来确立的,如下:他说,较快和较慢是由时间来规定的(因为我们把在少量时间内发生很多的运动称为较快,而把在大量时间内发生很少的运动称为较慢;因此较快和较慢是由时间来规定的);时间不是由时间来规定的(因为说时间是由时间来规定的是可笑的);所以时间不具有较快和较慢;因为不可能说一年比另一年较快或较慢,或者如果取一昼夜的话,说一天比另一天较快或较慢。

语法注3 条
  1. 4.229αὐτὸ τὸ ἐναντίον οὗ ἐκεῖνοι ἐβούλοντο

    关系代词 οὗ 吸收了其先行词 τούτου;作 ἐβούλοντο 宾语的宾格 ὅ 受省略的先行词属格同化(格的同化),或者 οὗ 相当于 τούτου ὅ,整体作为 αὐτὸ τὸ ἐναντίον 的同位语修饰成分。

  2. 4.229ὁ χρόνος ἀπὸ μέρους ὑφέστηκεν

    介词短语 ἀπὸ μέρους 意为“部分地”或“逐部分地”,与整体同时并存的天球(物体)相对比,表达了时间相继存立的本性(即任何时刻都仅有一个部分“现在”存立,过去和未来并不并存)。

  3. 4.229εἰ τὸ ἡμερονύκτιον λάβοις

    表示潜在假定的条件从句(εἰ 加祈愿语气),限定紧邻的 ἢ ἡμέραν ἡμέρας,意为“如果取一昼夜的话”(指将 ἡμέρα 理解为整整一昼夜,而非随季节长短变化的白昼)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:710.1-711.12