- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:708.18-709.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德从时间的存疑问题转向探讨“时间是什么”的过渡,并解释了将时间等同于宇宙周转以及等同于天球本身的古代诸说为何不能成立。
" Περὶ μὲν οὖν τῶν ὑπαρχόντων αὐτῷ τοσαῦτα ἔστω διηπορημένα, τί δέ ἐστιν ὁ χρόνος καὶ τίς αὐτοῦ ἡ φύσις, ὁμοίως ἔκ τε τῶν παραδεδομένων ἄδηλόν ἐστι, καὶ περὶ ὧν τυγχάνομεν διεληλυθότες πρότερον.1" Εἰπὼν ἐξ ἀρχῆς ὅτι δεῖ ἡμᾶς περὶ τοῦ χρόνου ζητῆσαι, εἴτε ἔστιν ἢ μή, εἶτα τί ἐστι, πρῶτον ἐπιχειρήσας μήποτε οὐκ ἔστιν ὁ χρόνος,2 καὶ πάνυ εὐφυῶς ἐξ ἐνδόξων κατασκευάσας ὅτι οὐκ ἔστιν, οὐκέτι εἰς τοὐναντίον ἐπιχειρεῖ, λέγω δὴ ὅτι ἔστιν ὁ χρόνος (πάσης γὰρ ἀποδείξεως πιστοτέρα ἡ ἐνάργεια· τὰς γὰρ ἀπορίας τὰς περὶ αὐτοῦ ἐφεξῆς ἐπιλύσεται), μέτεισι δὲ ἐπὶ τὸ ζητῆσαι τί ἐστι, κατὰ δὲ τὸ εἰωθὸς αὐτῷ πρότερον τὰς τῶν παλαιῶν ψευδεῖς περὶ τοῦ χρόνου δόξας ἀνακαθαίρεται. τρεῖς δὲ ἐκτίθεται περὶ τοῦ χρόνου τὰς πάσας δόξας. οἱ μὲν γάρ, φησί, χρόνον ἐνόμισαν τὴν περιφορὰν τοῦ παντός, οἱ δὲ τὴν σφαῖραν αὐτήν, λέγω δὴ τὴν σωματότητα τοῦ οὐρανοῦ, οἱ δὲ τὴν κίνησιν ἁπλῶς χρόνον εἰρήκασι. πρῶτον δὲ δείκνυσιν ὅτι οὐκ ἔστιν ἡ περιφορὰ χρόνος, οὕτως· εἰ γὰρ ἡ περιφορὰ εἴη χρόνος, ἐπειδὴ τὸ μέρος τοῦ χρόνου χρόνος ἐστί, συμβήσεται καὶ τὸ μέρος τῆς περιφορᾶς περιφορὰν εἶναι· τοῦτο δὲ ἀδύνατον· περιφορὰ γάρ ἐστιν ἡ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκατάστασις· οὐκ ἄρα ἡ περιφορὰ χρόνος. εἰ μὲν γὰρ ὡρισμένον τινὰ χρόνον ἔλεγον τὴν περιφοράν, οἷον ἡμέραν ἢ μῆνα, δυνατὸν ἦν τὸ μέρος τῆς περιφορᾶς μέρος εἶναι χρόνου, ἐπειδὴ δὲ ἁπλῶς τὸν χρόνον ᾗ χρόνος ἐστὶ περιφορὰν λέγουσιν εἶναι, συμβήσεται τὸ μέρος τῆς περιφορᾶς μὴ εἶναι χρόνον (οὐ γάρ ἐστι περιφορὰ τὸ μέρος τῆς περιφορᾶς), ὥστε οὐδὲ ἡ περιφορὰ χρόνος ἂν εἴη. ἔτι, φησίν, εἰ ὑποθώμεθα πλείονας εἶναι τοὺς οὐρανούς, περιφοραὶ μὲν πλείους ἔσονται, χρόνοι δὲ οὐ πλείους, ἀλλ’ εἷς καὶ ὁ αὐτὸς οὐδὲν ἧττον· οὐ γὰρ πλείους ἡμέραι ἅμα ἦσαν ἢ πλείους ἐνιαυτοί, ὁπότε καὶ νῦν τῶν σφαιρῶν πλειόνων οὐσῶν περιφοραὶ μὲν πλείους εἰσί, χρόνος δὲ εἷς. οὕτως οὖν καὶ εἰ ἦσαν ἄλλοι οὐρανοὶ καὶ ἄλλοι κόσμοι, αἱ μὲν περιφοραὶ πλείους ἦσαν, χρόνος δὲ εἷς. εἰ μὲν γὰρ ἰσοταχεῖς ἦσαν πάντες οἱ οὐρανοί, μέτρον ἦν αὐτῶν ὁμοίως ὁ εἷς καὶ ὁ αὐτὸς χρόνος (ἡμέρα γὰρ καὶ μὴν καὶ ἐνιαυτὸς ὁ αὐτὸς καὶ ἴσος παρὰ πᾶσιν), εἰ δὲ ἀνισοταχεῖς ἦσαν, ὑπὸ τῆς ταχυτέρας κινήσεως ἐμετροῦντο αἱ τῶν λοιπῶν οὐρανῶν κινήσεις, ὥσπερ καὶ νῦν ὑπὸ τῆς κινήσεως καὶ τῆς ἀπλανοῦς3 αἱ τῶν ἄλλων σφαιρῶν κινήσεις μετροῦνται. ἀεὶ γὰρ ὑπὸ τοῦ ἐλάττονος μετρεῖται τὸ μεῖζον· τὸ γὰρ δεκάπηχυ ξύλον ὑπὸ τοῦ πήχεος μετρεῖται, καὶ ὁ πῆχυς ὑπὸ τοῦ δακτύλου. οὕτως οὖν καὶ ἡ ταχυτέρα κίνησις τῶν ἄλλων ἐστὶ μέτρον· ὥστε ὁ χρόνος ὁ παραμετρῶν ταύτην ὁ αὐτὸς καὶ τῶν λοιπῶν πασῶν ἦν μέτρον. ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ περιφορὰ χρόνος, οὕτω δείκνυσιν, ὅτι δὲ οὐδὲ ἡ σφαῖρα αὐτή ἐστι χρόνος, οὐδὲ ἀξιοῖ ἐλέγξαι· εὔηθες γὰρ τοῦτο, καὶ ὁ συλλογισμὸς δὲ δι’ οὗ ἐδόκουν κατασκευάζειν ὅτι ἡ σφαῖρα χρόνος ἐστί, προφανῶς ἀσυλλόγιστός ἐστιν. ἐκ δύο γὰρ καταφατικῶν ἐν δευτέρῳ σχήματι συμπλέκεται·4 ἐν τῷ χρόνῳ, γάρ φασι, τὰ πάντα ἐστίν, ἐν τῇ σφαίρᾳ τὰ πάντα ἐστίν, ἡ σφαῖρα ἄρα χρόνος ἐστί.
“因此,关于属于时间的诸性质,就探究这么多疑难吧;但是时间是什么以及它的本性是什么,从流传下来的说法来看,以及关于我们先前恰好讨论过的那些事情来看,同样是不清楚的。” 他在开篇说了我们必须探讨时间,无论是存在还是不存在,接着是它是什么;在首先论证了时间或许并不存在,并非常巧妙地依据通见确立了它不存在之后,他不再进行相反方向的论证,我是说去论证时间存在(因为自明性比任何论证都更值得信赖;而关于它的诸疑难他将在后文中顺次解决),而是转去探讨它是什么,并按照他的惯常做法,首先扫清古人关于时间的错误意见。他列举了关于时间的全部三种意见。他说,有些人认为时间是全宇宙的周转,另一些人认为是天球本身,我是说天体的肉身性,还有一些人则不加限定地说运动是时间。首先,他表明周转不是时间,方式如下:因为如果周转是时间,既然时间的部分是时间,就会得出周转的部分也是周转;而这是不可能的;因为周转是从同一处回复到同一处;所以周转不是时间。因为如果他们把周转说成是某种确定的时间,例如一天或一个月,周转的部分作为时间的部分还是可能的,但既然他们把时间就其作为时间而言不加限定地说成是周转,就会得出周转的部分不是时间(因为周转的部分不是周转),以致周转也不会是时间。此外,他说,如果我们假定有多个天,周转就会有多个,但时间不会有多个,而仍然是一且同一的;因为并不会同时有多个日子或多个年份,既然现在天球有多个,周转确实有多个,但时间却是一。因此,即使有其他的天和其他的世界,周转虽然会有多个,但时间却是一。因为如果所有的天速度相等,一且同一的时间就会同样是它们的尺度(因为在一切之中,日、月、年都是同一且相等的),而如果它们速度不等,其余诸天的运动就会由较快的运动来度量,正如现在其他天球的运动也是由恒星天的运动来度量一样。因为较大的事物总是由较小的事物来度量;十肘的木头是由一肘来度量,而一肘是由一指宽来度量。因此,较快的运动也就是其余运动的尺度;以致度量该运动的时间,作为同一的时间,也是其余一切运动的尺度。因此,他就是这样表明周转不是时间的;至于天球本身也不是时间,他甚至认为不屑于反驳;因为这是愚蠢的,而且他们借以看似确立天球是时间的推论,显然是不能成立的推论。因为这是在第二格中由两个肯定命题结合而成的;因为他们说,万物都在时间中,万物都在天球中,所以天球是时间。
- 4.229καὶ περὶ ὧν τυγχάνομεν διεληλυθότες πρότερον
引文中的该短语由介词 περὶ 支配包含先行词的关系代词 ὧν 构成,依存于谓语 ἄδηλόν ἐστι(是不清楚的)。它与前项 ἔκ τε τῶν παραδεδομένων(从流传的说法来看)构成平行结构,后者指明判断的来源,而 περὶ 引导的短语则指明所涉及的对象领域。
- 4.229ἐπιχειρήσας μήποτε οὐκ ἔστιν ὁ χρόνος
连词 μήποτε 在此引导带有揣测或保留性断定的间接疑问句,意为“尝试论证时间或许并不存在”。它与直陈式现在时 οὐκ ἔστιν 连用,表达争论中的疑难命题内容。
- 4.229ὑπὸ τῆς κινήσεως καὶ τῆς ἀπλανοῦς
连接名词 κινήσεως 和实质化形容词 τῆς ἀπλανοῦς(恒星天的)的连词 καὶ 具有解释性/同格功能,意为“由该运动、即恒星天的[运动]所度量”。亦可理解为在第二项中承前省略了 κινήσεως。
- 4.229ἐκ δύο γὰρ καταφατικῶν ἐν δευτέρῳ σχήματι συμπλέκεται
关于三段论推理结构的逻辑学说明。介词短语 ἐκ δύο καταφατικῶν(由两个肯定前提)和 ἐν δευτέρῳ σχήματι(在第二格中)均依存于主动词 συμπλέκεται(结合/构建)。这指涉了第二格中两个肯定前提无法得出有效结论(中项不周延)的逻辑规则。
