- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:70.16-71.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了亚里士多德的论证,说明如果偶性(如白或量度)是非存在,则“本然的存在”自身就会变成非存在,抑或存在必然指示多数事物;并进一步阐明如果存在不具有量度,它就既不能是有限的也不能是无限的。
" Τὸ ἄρα ὅπερ ὂν οὐκ ὄν." Τοῦτο συμπέρασμά ἐστι τοῦ ὅλου λόγου· εἰ γὰρ τὸ ὅπερ ὂν ἡ οὐσία ἐστίν, ἡ οὐσία δέ ἐστι καὶ λευκόν, τὸ λευκὸν δὲ οὐκ ὄν, τὸ ὅπερ ὂν ἄρα οὐκ ὄν. πάλιν δὲ διὰ τῶν ἑξῆς αὐτὸ τοῦτο ἐπαναλαβὼν κατεσκεύασεν· ἀληθὲς γὰρ εἰπεῖν ὅτι λευκόν. ἀληθές, φησί, τὸ ὅπερ ὂν εἰπεῖν ὅτι λευκόν·1 εἰ γὰρ τὸ ὅπερ ὂν ἡ οὐσία, τὴν δὲ οὐσίαν ἀληθὲς εἰπεῖν ὅτι λευκόν (λέγομεν γὰρ τὸ σῶμα λευκὸν εἶναι), τὸ ὅπερ ὂν ἄρα ἀληθὲς εἰπεῖν ὅτι λευκόν. τὸ δὲ λευκὸν οὐκ ὂν ἐσήμανε (μόνον γὰρ ὂν ἡ οὐσία)· ὥστε καὶ τὸ ὅπερ ὂν οὐκ ὂν ἔσται. ὥστ’ εἰ καὶ τὸ λευκὸν σημαίνει τὸ ὅπερ ὄν, πλείω ἄρα σημαίνει τὸ ὄν. εἰ ἄτοπον, φησί, τὸ ὅπερ ὂν τὸ αὐτὸ καὶ μὴ ὂν εἶναι, διότι τὸ ὅπερ ὄν ἐστι καὶ λευκόν, τὸ δὲ λευκὸν μὴ ὄν ἐστι, ψεῦδος ἄρα τὸ λευκὸν μὴ ὂν εἶναι. ὂν ἄρα τὸ λευκόν. πᾶν δὲ ὂν εὐθὺς καὶ ὅπερ ὄν· ὥστε καὶ τὸ λευκὸν ὅπερ ὄν. εἰ δὲ τοῦτο, ἔστι δὲ καὶ ἡ οὐσία ὅπερ ὄν, πλείω ἄρα σημαίνει τὸ ὂν καὶ οὐχ ἕν.
“因此本然的存在是非存在。” 这是整个论证的结论。因为如果本然的存在是实体,而实体也是白的,白的事物是非存在,那么本然的存在因此就是非存在。随后,他又通过接下来的文句再次重提并确立了这一点:“因为说它是白的是真的。”他说,说本然的存在是白的是真的;因为如果本然的存在是实体,而说实体是白的是真的(因为我们说物体是白的),那么说本然的存在是白的因此是真的。但白的事物指示非存在(因为唯有实体是存在);从而本然的存在也将会是非存在。“因此,如果白的事物也指示本然的存在,存在就因此指示多数事物。”他说,如果本然的存在这同一事物也是非存在是荒谬的,因为本然的存在也是白的,而白的事物是非存在,那么白的事物是非存在就是假的。因此白的事物是存在。而凡存在的事物立刻也就是本然的存在;从而白的事物也是本然的存在。但如果是这样,且实体也是本然的存在,那么存在就因此指示多数事物而不是一。
"Οὐ τοίνυν οὐδὲ μέγεθος ἕξει τὸ ὄν, εἴπερ ὅπερ ὄν τὸ ὄν· ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶναι τῶν μορίων.2" Εἰς ἕτερον ἐπάγει τὸν λόγον. εἰ μόνως, φησίν, ὅπερ ὂν ἡ οὐσία, ἀνάγκη μηδὲ μέγεθος ἔχειν τὸ ὅπερ ὄν (τὸ γὰρ μέγεθος ποσόν, τὸ δὲ ποσὸν συμβεβηκός, τὸ δὲ συμβεβηκὸς μὴ ὄν), εἰ δὲ τὸ ὅπερ ὂν οὐχ ἕξει μέγεθος, οὐδὲ πεπερασμένον οὐδὲ ἄπειρον ἔσται. ὥστε καὶ τὰς ἑαυτῶν ἀναιρήσουσιν ὑποθέσεις, ἓν ὑποτιθέμενοι σημαίνειν τὸ ὄν, τὴν οὐσίαν. ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶναι τῶν μορίων τῆς οὐσίας τῆς μεμεγεθυσμένης, οἷον τοῦ σώματος μόρια καλεῖ τήν τε οὐσίαν αὐτὴν καὶ τὸ ποσόν. ταῦτα οὖν, φησίν, εἰ καὶ τῷ ὑποκειμένῳ ἓν καὶ ταὐτόν εἰσιν, ἀλλ’ οὖν τὸ εἶναι ἕτερόν ἐστιν ἑκατέρῳ αὐτῶν· ἄλλος γὰρ ὁ τῆς οὐσίας λόγος καὶ ἄλλος ὁ τοῦ μεγέθους. ὥστε εἰ τὸ ὅπερ ὂν μόνον ἐστὶν ἡ οὐσία, τὸ μέγεθος ἄρα οὐκ ὄν. ὥστε οὐχ ἕξει μέγεθος ἡ οὐσία, ἵνα μὴ τὸ αὐτὸ καὶ ὂν καὶ οὐκ ὂν εἴη. εἰ δὲ μὴ ἕξει μέγεθος, οὔτε ἄπειρος ἔσται οὔτε πεπερασμένη· ταῦτα γὰρ τοῦ ποσοῦ.
“因此,如果存在确乎是本然的存在,存在甚至不会具有量度;因为对于各个部分而言,其所是乃是不同的。” 他将论证引向了另一个论点。他说,如果唯有实体是本然的存在,那么本然的存在必然甚至不具有量度(因为量度是数量,数量是偶性,而偶性是非存在);但如果本然的存在不具有量度,它就既不是有限的,也不是无限的。因此,通过假定存在指示一即实体,他们也将推翻自己的假说。“因为对于各个部分而言,其所是乃是不同的”:他把实体本身和数量称为具有量度的实体、例如物体的部分。他说,因此,这些事物即使在底层上是一且相同,但对于它们各自而言,其所是却是不同的;因为实体的定义是一回事,量度的定义是另一回事。因此,如果唯有实体是本然的存在,量度就因此是非存在。从而实体将不具有量度,以免同一事物既是存在又是非存在。而如果它不具有量度,它就既不是无限的也不是有限的;因为这些都属于数量。
- 1.43ἀληθές, φησί, τὸ ὅπερ ὂν εἰπεῖν ὅτι λευκόν
宾格 τὸ ὅπερ ὂν 在非人称结构 ἀληθές [ἐστι] εἰπεῖν 中作不定词 εἰπεῖν 的陈述对象(“关于……说是……”),与后文的 τὴν δὲ οὐσίαν ἀληθὲς εἰπεῖν 完全平行。
- 1.44ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶναι τῶν μορίων
与格 ἑκατέρῳ 和属格 τῶν μορίων 构成了倒置离隔(hyperbaton),在句法上结合为 ἑκατέρῳ τῶν μορίων(部分属格)。形容词 ἕτερον 是表语,主语是 τὸ εἶναι(“对于各个部分而言,其所是乃是不同的”)。
