- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:707.13-708.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《物理学》218a17–25,分析了表明“现在”既不可能各不相同地消灭,也不可能始终保持为一的二难论证,指出几何学界限与时间同时性所导致的荒谬后果。
" Ἐν ἄλλῳ δὲ νῦν ἐφθάρθαι τὸ πρότερον νῦν οὐκ ἐνδέχεται." Ἐν ἄλλῳ φησὶν ἐν τῷ ἐφεξῆς καὶ ἐχομένῳ· ὡς γὰρ περὶ τούτου λέγων ἐπήγαγεν ἔστω γὰρ ἀδύνατον ἐχόμενα εἶναι ἀλλήλων τὰ νῦν. δύναται καὶ τὸ ἐν ἄλλῳ δὲ νῦν ἐφθάρθαι περὶ τοῦ κοινοτέρου εἰρῆσθαι, ὅτι οὔτε ἐν τῷ ἐφεξῆς οὔτε ἐν τῷ χωριστῷ, εἶτα λοιπὸν τὰ κατὰ μέρος διεξιέναι, καὶ πρῶτον περὶ τοῦ ἐφεξῆς διὰ τοῦ λέγειν ἔστω γὰρ ἀδύνατον ἐχόμενα εἶναι ἀλλήλων τὰ νῦν. διὰ τοῦτο δὲ οὐκ εἶπεν ὅτι ἀδύνατον ἐχόμενα εἶναι ἀλλήλων, ἀλλ’ ἔστω, ἐπειδὴ μήπω τοῦτο ἀπέδειξεν, ἀλλ’ ὡς ἀποδείξων ἀξιοῖ τέως λαβεῖν.1
“但是在另一个‘现在’之中在先的‘现在’已经消灭,是不可能的。” 他说“在另一个之中”,是指在接续且紧邻的之中;因为正像谈论此事一样,他接着说“因为假定诸‘现在’彼此紧邻是不可能的”。也可以将“在另一个‘现在’之中已经消灭”理解为是就更普遍的事而言,即无论在接续者之中还是在隔开者之中[都未消灭],随后再顺次详述各个具体情况,并且首先通过说“因为假定诸‘现在’彼此紧邻是不可能的”来论述接续者。由于这个缘故,他没有说“彼此紧邻是不可能的”,而是说“假定”,因为他尚未证明这一点,而是作为将要证明它的人,要求暂时将其作为前提。
"Εἴπερ οὖν ἐν τῷ ἐφεξῆς οὐκ ἔφθαρται, ἀλλ’ ἐν ἄλλῳ." Ὅτι οὐ μόνον ἐν τῷ ἐφεξῆς οὐκ ἐνδέχεται φθαρῆναι τὸ νῦν διὰ τὸ μηδὲν εἶναι τὸ ἐφεξῆς, ἀλλ’ οὐδὲ ἐν ἄλλῳ οὐδενὶ μὴ ὄντι ἐφεξῆς. ἀνάγκη γάρ, φησί, τῶν δύο νῦν μεταξὺ εἶναι χρόνον, ἐν παντὶ δὲ χρόνῳ ἄπειρά ἐστι τὰ σημεῖα· εἰ οὖν ἐν μηδενὶ τούτων ἔφθαρται, σύνεστι πᾶσι τούτοις, τοῦτο δὲ ἀδύνατον· εἴρηται γὰρ ὅτι δύο χρόνου μέρη ἅμα εἶναι ἀδύνατον, εἰ μὴ τὸ μὲν περιέχοι τὸ δὲ περιέχοιτο, οὐδὲν δὲ νῦν περιεκτικόν ἐστι τοῦ ἑτέρου.
“那么,如果它不是在接续者之中消灭,而是在另一个之中[消灭]。” 这表明,“现在”不仅由于没有任何接续者而不可能在接续者之中消灭,而且在非接续的任何其他者之中也不可能[消灭]。因为他说,在两个“现在”之间必然存在时间,而在任何时间之中都有无限的点;那么,如果它在这些之中的任何一个里面都未消灭,它就与所有这些并存,而这是不可能的;因为前面已经说过,除非一者包含而另一者被包含,否则时间的两个部分不可能同时存在,而没有任何“现在”能包含另一个。
"Ἀλλὰ μὴν οὐδὲ ἀεὶ τὸ αὐτὸ διαμένειν δυνατόν." Ἐλέγξας τὸ ἕτερον τμῆμα τῆς διαιρέσεως διὰ τῶν πρότερον, ὅτι οὐκ ἐνδέχεται ἄλλο καὶ ἄλλο νῦν εἶναι, ἐντεῦθεν καὶ τὸ λοιπὸν ἐλέγξαι βούλεται, ὅτι οὐδὲ ἓν καὶ τὸ αὐτὸ ἐνδέχεται εἶναι τὸ νῦν· οὐδενὸς γὰρ διαιρετοῦ πεπερασμένου ἓν πέρας ἐστίν· εἰ τοίνυν πέρας ἐστὶ τοῦ χρόνου τὸ νῦν, διαιρετὸς δὲ ὁ χρόνος, ἐπειδὴ καὶ συνεχής, οὐκ ἂν εἴη ἓν τὸ νῦν.
“然而,始终保持同一也是不可能的。” 在通过前述论点反驳了划分的另一分支,即“现在”不可能各不相同之后,从这里开始他也试图反驳余下的分支,即“现在”也不可能是一且同一的;因为任何可分的、有限的事物都不具有单一的界限;那么,如果“现在”是时间的界限,而时间既然也是连续的因而是可分的,那么“现在”就不会是一。
"Οὔτε ἂν ἐφ’ ἓν ᾖ συνεχὲς οὔτε ἂν ἐπὶ πλείω.2" Συνεχὲς εἶπεν εἰπὼν ἄνω “διαιρετόν”, ἐπειδὴ τὸ συνεχές ἐστι τὸ διαιρετόν. καὶ τὸ διαιρετὸν οὖν πάντως καὶ συνεχές, καὶ τὸ συνεχὲς πάντως καὶ διαιρετόν. ἐφ’ ἓν δὲ συνεχὲς ἡ γραμμὴ ἐπὶ μῆκος, ταύτῃ δὲ μόνως καὶ διαιρετόν, ἐπὶ πλείω δὲ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα, ἡ ἐπιφάνεια μὲν ἐπὶ δύο τὸ σῶμα δὲ ἐπὶ τρία. ὡς δ’ ἂν ἕκαστον ἔχῃ τὸ συνεχές, ταύτῃ καὶ τὸ διαιρετὸν ἔχει.
“无论它是在一个[维度]上连续,还是在更多[维度]上。” 他在上面说了“可分的”之后说了“连续的”,因为连续者即是可分者。因此凡可分者完全也是连续者,凡连续者完全也是可分者。线是在单一维度上沿长度连续,且仅仅在这方面是可分的,而面与物体则在更多维度上[连续],面在两个维度上,物体在三个维度上。正如每一事物拥有连续性那样,它也在这方面拥有可分性。
"Ἔτι εἰ τὸ ἅμα εἶναι κατὰ χρόνον." Τὸ ἕτερον ἐπιχείρημα, ὅτι εἰ ἓν τὸ νῦν, ὁμόχρονα ἂν εἴη τὰ Τρωικὰ τοῖς νῦν οὖσιν· ἐν τῷ αὐτῷ γὰρ νῦν ἄμφω, τοιαῦτα δὲ τὰ ὁμόχρονα· ἀναιρεθήσεται οὖν τὸ πρεσβύτερον καὶ νεώτερον.
“此外,如果依时间而同时存在[是如此的话]。” 这是另一个论证,即如果“现在”是一,特洛伊的事件就会与现存的事物同时;因为两者都在同一个“现在”之中,而同时的事物就是这样的;因此更老的与更新的就会被取消。
- 4.224ὡς ἀποδείξων ἀξιοῖ τέως λαβεῖν
连词 ὡς 与将来时分词 ἀποδείξων 连用,表示意图或预期(“作为将要证明它的人”)。主动词 ἀξιοῖ(“要求、主张”)带不定式 λαβεῖν(在论证中“作为前提设定、接受”)及副词 τέως(“暂且、暂时”),用以解释亚里士多德为何使用祈使语气 ἔστω 将尚未得到证明的前提暂作假设设定。
- 4.227ἐφ’ ἓν ... ἐπὶ πλείω
介词 ἐπί 接中性数词宾格(ἓν, πλείω),作状语表示空间维度的方向或范围(“在一个维度上”、“在更多维度上”)。下文紧接着用 ἡ γραμμὴ ἐπὶ μῆκος(“线在长度上”)、ἐπὶ δύο(“在二维上”)、ἐπὶ τρία(“在三维上”)加以具体说明,证实了此处的几何学维度含义。
