← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§705.18-707.12

外在讨论与关于时间不存在的两条公理

斐洛庞努斯注解了亚里士多德《物理学》第四卷第十章的外在讨论(217b30–218a15),阐释了“外在的讨论”之界定、时间因不具实存的部分而并不存在的论证、“现在”不是时间的部分,以及基于两条公理推导出的时间不存在之疑难结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.217

" Πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ δι’ αὐτῶν τῶν ἐξωτερικῶν λόγων." Ἐξωτερικοὺς λόγους φησὶ πρὸς ἀντιδιαστολὴν τῶν ἀκροαματικῶν καὶ ἀποδεικτικῶν τοὺς ἐξ ἐνδόξων καὶ πιθανῶν ὡρμημένους.1 εἴρηται δὲ καὶ ἐν Κατηγορίαις, ὅτι ἐξωτερικοί εἰσι λόγοι οἱ μὴ ἀποδεικτικοὶ μηδὲ πρὸς τοὺς γνησίους τῶν ἀκροατῶν εἰρημένοι, ἀλλὰ πρὸς τοὺς πολλοὺς καὶ ἐκ πιθανῶν ὡρμημένοι.

“首先,即使通过外在的讨论本身来对它提出疑难,也是恰当的。” 所谓“外在的讨论”,他是指与讲义式的、证明性的讨论相对立的、出发于公认意见和可信论点的讨论。并且在《范畴篇》中也曾说过,外在的讨论是那些非证明性的、也不是针对真正的受教者所作的讨论,而是针对大众且出发于可信论点的讨论。

§4.218

"Τὸ δὲ ἐκ μὴ ὄντων συγκείμενον εἶναι δόξειε μὴ μετέχειν οὐσίας.2" Οὐσίας φησί, τουτέστιν ὑπάρξεως καὶ τοῦ εἶναι· πῶς γὰρ ἄν τὸ ὂν ἐκ τῶν μὴ ὄντων συγκέοιτο;

“由不存在之物构成之物,似乎不能分有实体。” 他说“实体”,也就是实在与存在[的意思];因为存在之物如何能由不存在之物构成呢?

§4.219

"Πρὸς δὲ τούτοις παντὸς μεριστοῦ, ἄνπερ ᾖ, ἀνάγκη, ὅτε ἔστιν, ἢ πάντα τὰ μέρη εἶναι 〈ἢ ἔνια〉." Ἄλλο ἐπιχείρημα ὅτι οὐκ ἔστιν ὁ χρόνος. πᾶν, φησί, τὸ μεριστόν, ὅτε ἔστιν, ἢ πάντα ἅμα τὰ μέρη ἔχει ὑφεστηκότα, ὥσπερ τὰ ζῷα καὶ τὰ φυτά, ἢ ἔνια, ὡς ὁ ἀγών, τοῦ δὲ χρόνου μεριστοῦ ὄντος οὔτε ὅλα τὰ μέρη ὑφέστηκεν οὔτε τινά (τό τε γὰρ παρεληλυθὸς οὐκ ἔστι, καὶ τὸ μέλλον οὔπω ἐστίν), οὐκ ἄρα ἐστὶν ὁ χρόνος.

“此外,对于任何有部分之物,如果它存在,必然当它存在时,要么所有的部分都存在,要么某些[部分存在]。” 这是表明时间不存在的另一个论证。他说,任何有部分之物,当它存在时,要么像动物和植物那样所有的部分同时实存,要么像竞技比赛那样某些部分[实存];然而时间虽然是有部分之物,却既非所有部分都实存,亦非某些部分实存(因为过去不存在,而未来尚不存在);因此时间不存在。

§4.220

"Τὸ δὲ νῦν οὐ μέρος· μετρεῖ τε γὰρ τὸ μέρος, καὶ συγκεῖσθαι δεῖ τὸ ὅλον ἐκ τῶν μερῶν." Ἐπειδὴ εἶπεν ὅτι οὐχ ὑφέστηκεν ὁ χρόνος κατὰ μόρια, ὑφέστηκε δὲ τοῦ χρόνου μόνον τὸ νῦν, ἵνα μή τις εἴπῃ ὅτι ‘καὶ μὴν ὑφέστηκε κατὰ τὸ νῦν ὁ χρόνος’, διὰ τοῦτο πρότερον μὲν δείκνυσιν ὅτι οὐκ ἔστι μέρος χρόνου τὸ νῦν (τὸ γὰρ μέρος, φησί, καὶ τὸ ὅλον μετρεῖ καὶ συντίθησι τὰ μέρη τὸ ὅλον, τὸν δὲ χρόνον οὔτε μετρεῖ τὸ νῦν οὔτε σύγκειται ἐκ τῶν νῦν ὁ χρόνος), εἶτα δείξει ἐφεξῆς ὅτι οὐδ’ ὅλως ἐστὶ τὸ νῦν, κεχρημένος τῇ εἰρημένῃ διαιρέσει.3

“而‘现在’不是部分;因为部分既度量[整体],整体又必须由部分构成。” 因为他说过时间不是依部分而实存的,时间的实存唯独在于“现在”,为了不让人说“然而时间确实是依‘现在’而实存的”,为此缘故,他首先证明“现在”不是时间的部分(因为他说,部分既度量整体,诸部分又组成整体,然而“现在”既不度量时间,时间也不是由诸“现在”构成的);接着他将使用上述的划分法,顺次证明“现在”根本就不存在。

§4.221

"Μηδὲν δέ ἐστι τῶν ἐν τῷ χρόνῳ ἄλλο καὶ ἄλλο <μέρος ἅμα>, ὃ μὴ περιέχει, τὸ δὲ περιέχεται." Τὸ ἓν τῶν ἀξιωμάτων, ὅτι ἀδύνατον δύο ἅμα εἶναι χρόνους ἢ χρόνου μέρη, εἰ μὴ τὸ μὲν περιέχει, τὸ δὲ περιέχεται.

“而在时间中的事物,没有任何彼此不同的[部分同时存在],除非一者包含而另一者被包含。” 公理之一是:除非一者包含而另一者被包含,否则两个时间或时间的两个部分不可能同时存在。

§4.222

"Τό τε μὴ ὂν πρότερον δὲ ὂν ἀνάγκη ἐφθάρθαι ποτέ." Τουτέστι δεῖ εἶναί τι τοῦ χρόνου, ἐν ᾧ εἰς τὸ μὴ ὂν ἐχώρησεν, εἴτε διὰ φθορᾶς εἴτε μή· οὐδὲν γάρ μοι διαφέρει. τὸ γὰρ ἐφθάρθαι νῦν ἀντὶ τοῦ μὴ εἶναι εἴρηκε.

“凡先前存在而现在不存在之物,必然曾在某一时刻消灭。” 这就是说,必定存在时间的某个[部分],在其中它进入了非存在,无论是否通过消灭;因为这对我并无区别。因为他现在是用“已经消灭”来代指“不存在”。

§4.223

"Καὶ τὰ νῦν ἅμα μὲν ἀλλήλοις οὐκ ἔσται, ἐφθάρθαι δὲ ἀνάγκη ἀεὶ τὸ πρότερον." Εἰπὼν τὰ ἀξιώματα λοιπὸν ἐπάγει τὴν κατασκευήν, ἔστι δὲ ἡ ἀκολουθία τῆς λέξεως τοιαύτη· εἰ μὲν γὰρ ἀεὶ τὸ νῦν ἕτερόν ἐστι καὶ ἕτερον, ὡμολόγηται δὲ καὶ τὸ μὴ ἐνδέχεσθαι δύο εἶναι ἅμα τοῦ χρόνου μέρη, εἰ μὴ τὸ μὲν περιέχοι τὸ δὲ περιέχοιτο, κἀκεῖνο δὲ ὡμολόγηται ὅτι4 τὸ πρότερον μὲν ὂν νῦν δὲ μὴ ὂν ἀνάγκη ἐφθάρθαι ποτέ, εὔδηλον δήπου ὅτι καὶ τὰ νῦν ταῦτα ἅμα μὲν ἀλλήλοις εἶναι οὐκ ἐνδέχεται διὰ τὸ πρῶτον ἀξίωμα, ἐφθάρθαι δὲ ἀνάγκη ἀεὶ τὸ πρότερον διὰ τὸ δεύτερον ἀξίωμα. ἐπεὶ οὖν ἔφθαρται, πότε ἔφθαρται καὶ ἐν ποίῳ νῦν; ἢ γὰρ ἐν αὐτῷ ἢ ἐν ἄλλῳ, καὶ εἰ ἐν ἄλλῳ, ἢ ἐν τῷ ἐφεξῆς ἢ ἐν ἄλλῳ κεχωρισμένῳ· ἕκαστον δὲ ἀδύνατον.

“并且诸‘现在’不会彼此同时,而在前者必然始终已经消灭。” 在陈述了诸公理之后,他接着给出论证,文义的推演是这样的:因为如果“现在”始终各不相同,且已经公认除非一者包含而另一者被包含否则时间的两个部分不可能同时存在,并且也已公认凡先前存在而现在不存在之物必然曾在某一时刻消灭,那么十分显然,由于第一个公理,这些“现在”也不可能彼此同时存在,而由于第二个公理,在前者必然始终已经消灭。那么,既然它已经消灭,它是在何时消灭的,又是在怎样的“现在”之中[消灭的]?因为要么在自身之中,要么在别物之中;而如果在别物之中,要么在连续者之中,要么在隔开的别物之中;但每一项都是不可能的。

语法注4 条
  1. 4.217τοὺς ἐξ ἐνδόξων καὶ πιθανῶν ὡρμημένους

    限定性分词短语,修饰实质名词 λόγους。句首的 Ἐξωτερικοὺς λόγους 作 φησί 的宾语,介词短语 πρὸς ἀντιδιαστολὴν... 作状语,而 τοὺς ... ὡρμημένους 则作为同位语说明其内涵。

  2. 4.218Τὸ δὲ ἐκ μὴ ὄντων συγκείμενον εἶναι δόξειε μὴ μετέχειν οὐσίας.

    潜在祈愿语气结构(引文 lemma 中 δόξειε 未带 ἄν)。主语是实体化的中性单数分词短语 Τὸ ... συγκείμενον,不定词 εἶναι 和 μὴ μετέχειν 依赖于 δόξειε 作表语补充(“似乎不会分有实体”)。

  3. 4.220κεχρημένος τῇ εἰρημένῃ διαιρέσει

    阳性单数主格分词短语,表手段或伴随状况,与主动词 δείξει 的主语(亚里士多德)一致。动词 χράομαι 支配与格宾语(τῇ εἰρημένῃ διαιρέσει)。

  4. 4.223εἰ μὲν γὰρ ἀεὶ τὸ νῦν ἕτερόν ἐστι καὶ ἕτερον... εὔδηλον δήπου ὅτι

    长条件句的框架结构。在由 εἰ 引导的条件从句中,通过连词(μέν... δέ... κἀκεῖνο δέ...)并列了三个前提命题,随后由 εὔδηλον δήπου ὅτι 引领的主句推导出结论。在 ὅτι 从句内部,介词短语 διὰ τὸ πρῶτον ἀξίωμα 与 διὰ τὸ δεύτερον ἀξίωμα 分别作为结论的依据相对称。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:705.18-707.12