← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§703.33-705.17

论“现在”之相异与同一的驳难与时间的非存在

针对亚里士多德《物理学》第四卷第十章开篇(217b29),斐洛庞努斯详细阐发并补充了亚里士多德的疑难论证,表明“现在”既不可能各不相同,也不可能始终一而同一,从而“现在”与时间均不能存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.216#2

εἰ γὰρ ἕτερον εἴη τὸ πρότερον τοῦ ὑστέρου, ἢ ἐπιδιαμένει τὸ πρότερον ἐπιὸν τὸ ὕστερον,1 ἢ οὐκ ἐπιδιαμένει. εἰ μὲν οὖν ἐπιδιαμένει, συμβήσεται δύο χρόνους ἴσους ἀλλήλοις ἅμα εἶναι, τοῦτο δὲ ἀδύνατον· εἴπομεν γὰρ ὡς ἀδύνατον εἶναι δύο χρόνους ἅμα ἀλλήλοις, εἰ μὴ ὁ μὲν περιέχοι ὁ δὲ περιέχοιτο. οὐκ ἐπιδιαμένει οὖν τὸ πρότερον νῦν τοῦ ὑστέρου γενομένου. εἰ δὲ μὴ ἐπιδιαμένει, πᾶν δὲ ὃ πρότερον μὲν ἦν, νῦν δὲ οὐκ ἔστι, τοῦτο ἐφθάρθαι ἀνάγκη, ἔφθαρται ἄρα τὸ πρότερον νῦν. ἀλλ’ εἰ ἔφθαρται, ἢ ἐν αὑτῷ ἔφθαρται, ἢ ἐν ἄλλῳ· ἐν αὑτῷ μὲν οὖν ἐφθάρθαι ἀδύνατον, ἐπεὶ τὸ αὐτὸ ἅμα ἔσται καὶ οὐκ ἔσται, τοῦτο δὲ ἀδύνατον· ἐν ἄλλῳ ἄρα. ἢ οὖν ἐν τῷ ἐφεξῆς ἢ ἐν τῷ πορρωτέρω. ἐν τῷ ἐφεξῆς μὲν οὖν ἀδύνατον· οὐδὲ γάρ ἐστιν ὅλως σημεῖον σημείῳ ἐφεξῆς. τοῦτο γάρ, φησίν, ἔστω τέως ἡμῖν ὡμολογημένον (δείκνυσι γὰρ αὐτὸ ἐν τοῖς τελευταίοις βιβλίοις ταύτης τῆς πραγματείας), ὅτι οὔτε σημεῖον σημείῳ δυνατὸν ἐφεξῆς εἶναι οὔτε τὸ νῦν τῷ νῦν οὐ γραμμὴν γραμμῇ οὐκ ἐπιφάνειαν ἐπιφανείᾳ. καὶ οὐδέν γε χεῖρον δεῖξαι καὶ ἡμᾶς νῦν, ὅτι τοῦτο ἀδύνατον. εἰ γὰρ εἴησαν ἐφεξῆς ἀλλήλων δύο νῦν ἢ δύο σημεῖα, ἢ ἐφαρμόσουσιν ἀλλήλοις, ἢ διαστίξονται ἀπ’ ἀλλήλων, ἢ κατά τι μὲν ἅψονται κατά τι δὲ διαστίξονται. ἀλλ’ εἰ μὲν ἐφαρμόσουσιν, οὐκ ἔσονται δύο ἀλλ’ ἕν, εἰ δὲ διαστίξονται, οὐκ ἔσονται ἐφεξῆς ἀλλήλοις· ἐφεξῆς γάρ εἰσιν, ὡς αὐτὸς ἐν τῷ πέμπτῳ βιβλίῳ ὡρίσατο, ὧν μηδέν ἐστι μεταξὺ συγγενές, πάντων δὲ δύο νῦν διεστηκότων τὸ μεταξὺ χρόνος, ἐν παντὶ δὲ χρόνῳ ἄπειρά ἐστι τὰ νῦν· μεταξὺ ἄρα τῶν διεστηκότων δύο νῦν ἔσται ἄπειρα νῦν συγγενῆ αὐτοῖς. οὐκ ἄρα ἐφεξῆς ἀλλήλων τὰ διεστηκότα νῦν. ὥστε οὐδὲ διεστάναι ἐνδέχεται τὰ ἐφεξῆς ὄντα. εἰ δὲ κατά τι μὲν ἅψονται κατά τι δὲ διαστίξονται, οὐκ ἔσονται ἀμερῆ· ἀδύνατον ἄρα δύο νῦν ἐφεξῆς εἶναι ἀλλήλοις. οὐκ ἄρα εἰ φθείρεται τὸ νῦν, ἐν τῷ ἐφεξῆς φθαρήσεται, εἴ γε μηδέ ἐστιν ἐφεξῆς. εἰ δὲ ἐν τῷ πορρωτέρω καὶ κεχωρισμένῳ, ἀνάγκη τὸ μεταξὺ τῶν δύο νῦν τούτων χρόνον εἶναι, ἐν παντὶ δὲ χρόνῳ ἄπειρά ἐστι τὰ νῦν. πρῶτον μὲν οὖν ἀποκληρωτικὸν2 ἐν τῷδε μὲν τῷ νῦν φθαρῆναι αὐτό, ἐν δὲ τοῖς μεταξὺ ἀπείροις οὖσι μὴ φθαρῆναι, ἔπειτα εἰ ἐν τῷ κεχωρισμένῳ νῦν ἔφθαρται, συμβήσεται εἶναι 〈ἐν〉 τοῖς μεταξὺ νῦν ἀπείροις οὖσιν.3 ἀλλ’ ὑπόκειται μὴ ἐπιδιαμένειν τὸ πρότερον γενομένου τοῦ ὕστερον, καὶ ἅμα καὶ τὸ πρότερον ἄτοπον ἀκολουθήσει, τὸ δύο χρόνους ἴσους ἅμα εἶναι· ἀδύνατον ἄρα τὸ νῦν ἕτερον καὶ ἕτερον εἶναι· πᾶσαι γὰρ αἱ ὑποθέσεις ἐληλεγμέναι εἰσίν. ἀλλ’ ἆρα μὴ ἓν καὶ ταὐτόν ἐστιν ἀεὶ τὸ νῦν; ἀλλ’ ἀδύνατον. οὐδὲν γάρ, φησί, διαστατὸν πεπερασμένον ἑνὶ πέρατι πεπέρανται, ἀλλὰ τοὐλάχιστον δύο, ὡς ἡ γραμμὴ δύο σημείοις, τὸ δὲ νῦν πέρας ἐστὶ τοῦ χρόνου, καὶ ὁ χρόνος διαστατός τέ ἐστι καὶ λαβεῖν ἔστι χρόνον πεπερασμένον, οἷον ἡμέραν ἢ μῆνα· ὥστε εἰ χρόνος τις διαστατὸς ὢν πεπερασμένος ἐστίν, οὐδενὸς δὲ πεπερασμένου ἕν ἐστι πέρας, τὸ δὲ νῦν πέρας, οὐκ ἄρα ἓν εἶναι τὸ νῦν ἐνδέχεται. καὶ ἄλλως εἰ ἐν τῷ αὐτῷ χρόνῳ λέγομεν ταῦτα γεγενῆσθαι τὰ ἐν τῷ αὐτῷ νῦν γινόμενα, ἓν δέ ἐστι τὸ νῦν ἐξ αἰῶνος, συμβήσεται τὰ Τρωικὰ τοῖς καθ’ ἡμᾶς ἐν τῷ αὐτῷ χρόνῳ γεγενῆσθαι· οὐδὲν οὖν ἄλλο ἄλλου πρεσβύτερον ἔσται ἢ νεώτερον, τοῦτο δὲ ἄτοπον. οὐκ ἄρα οὐδὲ ἓν εἶναι καὶ ταὐτὸν ἐνδέχεται τὸ νῦν. ὥστε οὐδὲ ὅλως εἶναι αὐτὸ ἐνδέχεται· εἰ γὰρ ἦν, ἢ ἓν ἦν καὶ ταὐτόν, ἢ ἄλλο καὶ ἄλλο, οὔτε δὲ ἄλλο καὶ ἄλλο εἶναι δύναται οὔτε ἓν καὶ ταὐτόν· ἔοικεν ἄρα μηδὲ εἶναι ὅλως. εἰ τοίνυν μηδὲ κατὰ τὸ παρεληλυθὸς μηδὲ κατὰ τὸ μέλλον μηδὲ κατὰ τὸ νῦν ἐστιν ὁ χρόνος, ἔοικεν ἄρα μηδὲ εἶναι ὅλως.

因为,如果在先者不同于在后者,那么要么在后者到来时在前者依然存续,要么不再存续。那么,如果依然存续,就会得出两个彼此相等的时间同时存在,而这是不可能的;因为我们说过,除非一者包含而另一者被包含,否则两个时间彼此同时存在是不可能的。因此,当后来的“现在”产生时,先前的“现在”并不存续。另一方面,如果它不再存续,而凡先前存在、现在却不存在之物必然已经消灭,那么先前的“现在”就已经消灭了。但是,如果它已经消灭,它要么在自身之中消灭,要么在别物之中[消灭]。然而在自身之中消灭是不可能的,因为同一事物将同时存在又不存在,而这是不可能的;因此是在别物之中。那么,它要么在连续于自身的[“现在”]之中,要么在更远的[“现在”]之中。然而在连续者之中是不可能的;因为点与点之间根本不存在连续。因为他说,暂且让我们承认这一点(因为他在本论著的最后几卷中证明了这一点):点与点、或者“现在”与“现在”、线与线、面与面之间,都不可能彼此连续。而我们现在来证明这一点的不可行,亦无不可。因为如果两个“现在”或两个点彼此连续,它们要么彼此重合,要么彼此分离,要么在某一方面相接触而在另一方面相分离。但是,如果它们重合,它们就不再是二而是合为一;如果它们分离,它们就不会彼此连续;因为正如他自己在第五卷中所定义的那样,连续是指在它们之间没有任何同类之物,而任何两个相分离的“现在”之间都是时间,在任何时间中“现在”都是无限的;因此,在两个相分离的“现在”之间,将存在无限个与它们同类的“现在”。所以相分离的诸“现在”并不是彼此连续的。以至于连续的事物也不可能彼此分离。但如果它们在某一方面接触而在另一方面分离,它们就不是没有部分的了;因此两个“现在”不可能彼此连续。所以,即使“现在”消灭,它也不会在连续者之中消灭,既然根本就不存在连续者。但如果是在更远且相隔开的[“现在”]之中,这两个“现在”之间必然是时间,而在任何时间中“现在”都是无限的。因此首先,断定它唯独在这一特定的“现在”之中消灭,而在无限存在的中间诸“现在”中不消灭,是任意而无根据的;其次,如果它是在相隔开的“现在”之中消灭的,那么就会得出[先前的“现在”]存在于无限存在的中间诸“现在”之中。然而先前已经假定,在后者产生时在前者并不存续,并且与此同时也会随之引出先前那个荒谬结论,即两个相等的时间同时存在;因此,“现在”不可能各不相同;因为所有的假定均已被驳倒。难道“现在”始终是一而同一的吗?但这同样是不可能的。因为他说,没有任何有延展且有限的事物是由单个界限所限定的,而是至少由两个,正如线由两个点限定一样;而“现在”是时间的界限,时间既具有延展性,又可以取一段有限的时间,例如一日或一月;因此,如果某种时间具有延展性且是有限的,而没有任何有限之物的界限是单一的,且“现在”是界限,那么“现在”就不可能是一。此外,如果我们说在同一个“现在”中发生的事情是在同一时间发生的,并且从永恒以来的“现在”是一,那么就会得出特洛伊时期的事件与我们当代的事件是在同一时间发生的;这样,没有任何事物会比其他事物更古老或更年轻,而这是荒谬的。因此,“现在”也不可能是一而同一的。从而它根本也不可能存在;因为如果它存在,它要么是一而同一的,要么是各不相同的;但它既不能是各不相同的,也不能是一而同一的;因此它似乎根本就不存在。既然时间无论就过去而言、就未来而言,还是就“现在”而言都不存在,那么它似乎根本就不存在。

语法注3 条
  1. 4.216ἐπιὸν τὸ ὕστερον

    由中性名词短语 τὸ ὕστερον 与现在分词 ἐπιόν 构成的类似绝对格的结构,意为“当后来者到来时”,指明前一个“现在”若要存续所处的时间条件。

  2. 4.216ἀποκληρωτικὸν

    中性谓词形容词,省略了系动词 ἐστί,构成非人称结构(意为“……是任意的/武断的”),以后续的不定词短语(ἐν τῷδε μὲν... φθαρῆναι)为逻辑主语,指在无充足理由的情况下如抓阄般任意认定。

  3. 4.216συμβήσεται εἶναι 〈ἐν〉 τοῖς μεταξὺ νῦν ἀπείροις οὖσιν

    在非人称动词 συμβήσεται 所带的不定词结构中,不定词 εἶναι 的逻辑主语(τὸ πρότερον νῦν,“先前的现在”)由上下文承前省略,校勘者所补入的 〈ἐν〉 则明确了与格短语 τοῖς μεταξὺ νῦν ἀπείροις οὖσιν 作处所状语(即“在无限存在的中间诸现在之中”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:703.33-705.17