- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:702.10-703.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
随着亚里士多德在《物理学》卷四第10章(217b29)展开关于时间的探讨,斐洛庞奴斯解释了证明时间不存在的最初难题(时间由非存在的过去与未来组成、既非作为整体亦非作为部分存在、“现在”亦非时间的部分),并梳理了关于“现在”是保持同一还是消灭的划分法逻辑结构。
" Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν καὶ περὶ χρόνου." Οὐδενὸς ἧττον τῶν προειρημένων τοῦ φυσικοῦ ἐστὶ καὶ περὶ χρόνου διαλαβεῖν· καὶ γὰρ οὗτος τῶν παρακολουθούντων ἐστὶ πᾶσι τοῖς φυσικοῖς πράγμασι. τῇ αὐτῇ δὲ πάλιν ὁδῷ καὶ ἐπὶ τοῦτο βαδίζει, πρότερον ζητῶν εἰ ἔστιν ἢ μὴ ἔστι, καὶ ἐφ’ ἑκάτερα ἐπιχειρῶν, εἶτα ἐφεξῆς τὰ ἀκόλουθα, λέγω δὴ τὸ τί ἐστι καὶ τὸ ὁποῖόν τί ἐστι. πρῶτον δὲ ἐπιχειρεῖ ὅτι οὐκ ἔστιν ὁ χρόνος. καίτοι γε ἐναργοῦς ὄντος ὅτι ἔστιν ὁ χρόνος, ὅμως οὐκ εὐκαταφρονήτους λόγους τίθησι, δι’ ὧν πειρᾶται δεικνύναι ὅτι οὐκ ἔστιν ὁ χρόνος. τοῦ χρόνου, φησί, τὸ μὲν παρελήλυθε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὔπω ἐστί (δύο γὰρ ταῦτα τοῦ χρόνου μέρη, τὸ παρεληλυθὸς καὶ τὸ μέλλον), ἑκάτερον δὲ τούτων οὐκ ἔστιν, ἐξ οὐκ ὄντων ἄρα σύγκειται ὁ χρόνος· τὸ δὲ ἐκ μὴ ὄντων συγκείμενον οὐδὲ αὐτὸ ἔστι (τοῦ γὰρ ὄντος τὰ μέρη καὶ αὐτὰ ὄντα), οὐκ ἔστιν ἄρα ὁ χρόνος. ἔτι πᾶν, φησί, τὸ διαστατὸν καὶ μεριστὸν ἢ καθ’ ὅλα ἅμα τὰ μόρια συνέστηκεν ἢ κατά τινα μέρη, καθ’ ὅλα μέν, ὡς τὰ ζῷα καὶ τὰ φυτά, κατὰ μέρη δέ, ὡς ὁ ἀγών· τῷ γὰρ πάλην ἐνεστηκέναι ἢ πυγμὴν ὁ ἀγὼν λέγεται ἐνεστηκέναι. ὁ δὲ χρόνος διαστατὸς ὢν οὔτε καθ’ ὅλα τὰ μέρη ὑφέστηκεν (οὐ γὰρ ἔστιν ὁ πᾶς ἅμα χρόνος), οὔτε δὴ κατὰ μέρος ἐστὶν ὁ χρόνος· οὔτε γὰρ τὸ παρεληλυθός ἐστιν οὔτε τὸ μέλλον· τὸ μὲν γὰρ οὐκ ἔστι, τὸ δὲ οὔπω ἐστίν. εἰ τοίνυν μήτε καθ’ ὅλον ἐστὶν ὁ χρόνος μήτε κατὰ μόρια, ἔοικε μηδὲ ὅλως εἶναι. τὸ δὲ νῦν, φησίν, οὔτε χρόνος, οὔτε μέρος χρόνου, ὅπερ μόνον ὑπάρχειν δοκεῖ· τὸ γὰρ μέρος μετρεῖ τὸ ὅλον (ἢ γὰρ τρίτον ἐστὶν ἢ δέκατον ἢ χιλιοστὸν ἢ ἕτερον ᾧ τὸ ὅλον καταμετρεῖται), τὸ δὲ νῦν οὐ μετρεῖ τὸν χρόνον. ἀδιάστατον γὰρ τὸ νῦν· οὐδὲ γὰρ σύγκειται ἐκ τῶν νῦν ὁ χρόνος, ἐπειδὴ πᾶν τὸ μεριστὸν ἐκ μεριστῶν σύγκειται. οὐκ ἄρα μέρος τοῦ χρόνου τὸ νῦν· πολλῷ οὖν μᾶλλον οὐδὲ χρόνος. οὐκ ἄρα οὐδὲ κατὰ τὸ νῦν ὁ χρόνος ὑφέστηκε. ταῦτα εἰπών, δείκνυσιν ὅτι ὅλως οὐδὲ τὸ νῦν τῶν ὄντων ἐστί· μήποτε γὰρ ὄνομα μόνον ἐστὶ τὸ νῦν,1 ὑπόστασιν δὲ οὐκ ἔχει. κατασκευάζει δὲ τοῦτο δύο τινὰ λαμβάνων ἀξιώματα, ἓν μὲν ὅτι ἀδύνατον ἅμα εἶναι χρόνους δύο, εἰ μὴ ὁ μὲν περιέχοι ὁ δὲ περιέχοιτο (φαμὲν γὰρ ἐνεστηκέναι νῦν καὶ ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν, ἐνιαυτὸν Διοκλητιανοῦ ἔτος σλγʹ, μῆνα παχών, ἡμέραν δεκάτην· ἅμα οὖν οὗτοι τρεῖς χρόνοι, ἀλλὰ περιέχει μὲν ὁ ἐνιαυτὸς τὸν μῆνα, οὗτος δὲ τὴν ἡμέραν, ἅμα μέντοι εἶναι δύο χρόνους ἴσους, οἷον ἡμέρας δύο ἢ μῆνας δύο ἢ ἐνιαυτοὺς δύο, ἀδύνατον), δεύτερον 〈δὲ〉 ὅτι πᾶν τὸ πρότερον μὲν ὄν, νῦν δὲ μὴ ὄν, ἐφθάρθαι ἀνάγκη. τούτοις ἐν τῇ κατασκευῇ προσχρώμενος τοῖς ἀξιώμασι κατασκευάζει ὅτι τὸ νῦν οὐκ ἔστιν, ἐκ διαιρέσεως δὲ πρόεισιν ὁ λόγος. τὸ γὰρ νῦν εἰ ἔστι, φησίν, ἢ ἕν ἐστι καὶ ταὐτὸν τὸ πρότερον τῷ ὕστερον, καὶ οἷον ἓν νῦν ἐστιν ἐξ αἰῶνος οἱονεὶ ῥυϊσκόμενον καὶ τὸ αὐτὸ ἀεὶ πᾶσι παρόν, ἢ ἕτερον καὶ ἕτερον. καὶ εἰ ἕτερον, ἢ ἐπιδιαμένει τὸ πρότερον τοῦ ὕστερον γενομένου,2 ἢ οὐκ ἐπιδιαμένει ἀλλὰ φθείρεται. καὶ εἰ φθείρεται, ἔν τινι φθείρεται πάντως· ἢ τοίνυν ἐν ἑαυτῷ ἢ ἐν ἄλλῳ. καὶ εἰ ἐν ἄλλῳ, ἢ ἐν τῷ ἐφεξῆς ἑαυτοῦ νῦν ἔφθαρται ἢ ἐν τῷ πορρωτέρω. πέντε οὖν τῶν ὅλων τμημάτων ἐκ τῆς διαιρέσεως γινομένων, ἐὰν δειχθῇ ὅτι οὐδὲν αὐτῶν δύναται ὑποστῆναι, πρόδηλον ἂν εἴη ὅτι τὸ νῦν οὐδαμῶς ἐστιν. ὅτι μὲν οὖν οὐκ ἔστιν ἕτερον τὸ πρότερον νῦν τοῦ ὑστέρου (τοῦτο γὰρ πρότερον γυμνάζει τὸ τμῆμα τῆς διαιρέσεως), δείκνυσιν οὕτως.
“紧接着上述内容,探讨关于时间的问题亦当提上日程。” 探讨关于时间的问题,对于自然哲学家而言并不亚于上述任何一项;因为时间也是伴随所有自然事物的事物之一。他对这一问题也同样沿着相同的路径推进,首先探究它是存在还是不存在,并从正反两方面展开论证,进而依次探究其后续问题,我指的正是它是什么以及它具有何种性质。首先他论证时间并不存在。尽管时间的存在是显而易见的,然而他依然提出了一些不容轻视的论点,试图以此证明时间并不存在。他说,时间的一部分已经过去而不存在,另一部分将要到来而尚未存在(因为这是时间的两个部分,过去与未来),而这两者中的每一个都不存在,因此时间是由非存在所构成的;而由非存在构成的事物自身亦不存在(因为存在者的诸部分自身也是存在者);因此时间并不存在。他还说,凡具有延展性且可分之物,要么同时就其所有部分而言存在,要么就某些部分而言存在:就所有部分而言存在的,如动物和植物;就部分而言存在的,如竞技比赛(因为正是由于摔跤或拳击正在进行,竞技比赛才被说成正在进行)。但时间虽具有延展性,却既不是就其所有部分而言持存(因为整个时间并非同时存在),也不是就部分而言存在;因为过去不存在,未来也不存在;前者已经不存在,而后者尚未存在。因此,如果时间既非作为整体存在,亦非就诸部分而言存在,那么它似乎根本就不存在。他说,唯一看似真正存在的“现在”,既非时间,亦非时间的部分;因为部分丈量整体(它要么是三分之一、十分之一、千分之一,要么是借以丈量整体的其他某种比例),而“现在”并不丈量时间。因为“现在”是没有延展的;时间也并非由诸“现在”所构成,因为凡可分之物皆由可分者构成。因此“现在”不是时间的部分;从而更不可能是时间。因此时间亦非依据“现在”而持存。说完这些之后,他进而证明“现在”根本也不属于存在者之列;因为或许“现在”仅仅是一个名称,而并不具有实体性的存立。他采纳两条公理来确立这一点:其一,除非一者包含而另一者被包含,否则两个时间不可能同时存在(因为我们说现在既存在年,也存在月,还存在日——年是戴克里先纪年第233年,月是帕克洪月,日是第十天;因此这三个时间是同时存在的,但是年包含月,月包含日;然而,两个相等的时间,例如两天、两月或两年同时存在,则是不可能的);其二,凡先前存在而现在不存在之物,必然已经消灭。他在论证中运用这些公理确立了“现在”并不存在,而这一论辩是通过划分法推进的。因为他说,如果“现在”存在,它要么在先与在后是一而同一的,就好像有一个从永恒流淌出来的“现在”,始终同一地临在于万物之中;要么是各不相同的。如果是各不相同的,那么要么在后来者产生时在前者依然存续,要么不再存续而是消灭。如果消灭,它无论如何总是在某物之中消灭:因而要么在自身之中,要么在别物之中。如果是在别物之中,它要么在紧邻自身的“现在”之中消灭,要么在更远的“现在”之中消灭。因此,从这一划分中总共产生出五个分支,如果证明其中任何一个都无法成立,那么显然“现在”无论如何都不存在。那么,先前的“现在”不同于后来的“现在”这一点并不成立(因为他首先探讨的是划分中的这个分支),他是这样来证明的。
- 4.216μήποτε γὰρ ὄνομα μόνον ἐστὶ τὸ νῦν
μήποτε后接陈述语气(ἐστί)的结构并不表示否定顾虑或疑问,而是后古典希腊语中常见的惯用表达,表示谨慎的推测或委婉断言(“或许……”、“说不定……”)。
- 4.216τοῦ ὕστερον γενομένου
属格短语 τοῦ ὕστερον γενομένου 在句法上既可以理解为由复合动词 ἐπιδιαμένει 所支配的属格(“比后来产生的存续得更久”),也可以理解为表示时间/伴随情况的独立属格(“当后来者产生时[在前者仍然留存]”)。此处采用后者,与后文的各选择肢更为契合。
