← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§699.27-702.9

大小变化中的质料同一性与虚空的否定

注解亚里士多德《物理学》第四卷第九章(217a26–217b27)关于稀密、大小变化与质料同一性的论述,通过圆周弯曲度的例子阐明物体在没有外部附加或虚空的情况下连续地收缩与扩张,并总结说明虚空在任何意义上都不存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.206

" Ἔστι δὲ καὶ σώματος ὕλη καὶ μικροῦ καὶ μεγάλου ἡ αὐτή." Ὅτι οὐ μόνον τῶν ἐναντίων ἡ αὐτὴ ὕλη, ἀλλὰ καὶ σώματος. καὶ ἐπειδὴ μεταβάλλουσι κατὰ τοὺς ὄγκους ποτὲ μὲν μείζονα ποτὲ δὲ ἐλάττονα γινόμενα, καὶ τοῦ μεγάλου, φησί, καὶ τοῦ μικροῦ ἡ αὐτή ἐστιν ὕλη μεταβάλλουσα εἰς ἑκάτερον. τεκμήριον δὲ τούτου, φησίν, ὅτι ἐν τῇ μεταβολῇ τῶν σωμάτων οὐδὲν ὁρῶμεν οὔτε τῷ μείζονι γινομένῳ ἔξωθεν προσγινόμενον, οἷον ὅταν ὕδωρ ἀὴρ γένηται, οὔτε τοῦ γινομένου ἐλάττονος ὑφαιρούμενόν τι.

“而且物体的质料,无论是小的还是大的,都是同一种。” 不仅对立者的质料是同一的,而且物体的质料也是如此。并且他说,既然物体在体积上发生转变,有时变大,有时变小,那么大的和小的质料也是同一的,向着各自转变。他说,此事的证据在于,在物体的转变中,我们既看不到有任何东西从外部附加到变大的物体上(例如当水变成空气时),也看不到有任何东西从变小的物体中被剥离。

§4.207

"Ὁμοίως τοίνυν καὶ ἐὰν ἀὴρ πολὺς ὢν ἐλάττων γίνηται." Ὅτι οὐ μόνον ὅταν παντελὴς ᾖ ἡ μεταβολή, τοῦτο συμβαίνει, ἀλλὰ καὶ ὅτε τὰ αὐτὰ μᾶλλον καὶ ἧττον γίνεται, οἷον ἐκ μανοτέρου ἀέρος ἧττον μανὸς ᾖ, καὶ ἐκ θερμοτέρου ἧττον θερμός· κἀνταῦθα γὰρ ἡ ὕλη δυνάμει οὖσα μεταβάλλει εἰς ἑκάτερον.

“因此同样地,即使原本大量的空气变为较少量[也是如此]。” 不仅当转变是完全的时候会发生这种情况,而且当同一事物在程度上变得更多或更少时也是如此,例如从较稀薄的空气变为较不稀薄的,从较热的变为较不热的;因为在这里,作为潜能存在的质料同样向着各自转变。

§4.208

"Ὥσπερ γε καὶ ἡ τοῦ μείζονος κύκλου περιφέρεια καὶ κυρτότης.1" Πάνυ ἐναργὲς τὸ παράδειγμα· ὅταν γὰρ τὸ ἧττον κυρτὸν μᾶλλον κυρτὸν γένηται, οὔτε ἔξωθεν κυρτά τινα μόρια ἐν αὐτῷ γέγονεν, οὔτε ἦν τι ἐν αὐτῷ, ὃ πρὸ τούτου μὴ ὂν κυρτόν, ἀλλ’ [ὁμαλὸν] εὐθύ, ὕστερον γέγονε κυρτόν, ἀλλ’ ὁμαλῶς καὶ πρὸ τούτου κυρτὸν ἦν καὶ ὕστερον μᾶλλον κυρτὸν γέγονεν.

“正如较大圆的圆周和弯曲度[与较小圆的质料相同]一样。” 这个例子极为明显;因为每当较不弯曲的事物变得更加弯曲时,既不是从外部在它之中产生了某些弯曲的部分,也不是它之中存在某种在此之前并非弯曲而是直线的、后来才变弯曲的部分,而是一律地在此之前它也是弯曲的,后来变得更加弯曲。

§4.209

"Ἡ αὐτὴ οὖσα ἢ ἄλλη." Ὅτι κἂν ἡ αὐτὴ περιφέρεια ἐκ τοῦ ἧττον κυρτοῦ μᾶλλον κυρτὴ γένηται, ἤγουν ἄλλη περιφέρεια γένηται ἄλλῃ περιφερείᾳ μᾶλλον κυρτή, τὸ αὐτὸ γίνεται. οὐδὲ γὰρ τῷ εἶναι διάλειμμά τι ἐν ταῖς περιφερείαις, ὃ πρότερον οὐκ ἦν κυρτόν, οὕτω γίνεται μᾶλλον κυρτόν, ἀλλ’ ὁμαλῶς καὶ πρότερον ὅλη οὖσα ἧττον κυρτή, ὕστερον πάλιν ὁμοιομερῶς μετέβαλε καὶ γέγονε μᾶλλον κυρτή· τὸ γὰρ ἧττον κυρτὸν οὐ τῷ ἔχειν διαλείμματα ἃ μὴ ἔστι κυρτὰ ἧττον κυρτὸν λέγεται, ἀλλὰ τῷ ὑφειμένως κεκάμφθαι ὅλον δι’ ὅλου.

“无论是同一个还是另一个。” 无论同一圆周从较不弯曲变为更加弯曲,还是另一圆周比另一圆周更加弯曲,发生的都是同样的情况。因为并不是由于在圆周中存在某种原先不弯曲的间断才以此种方式变得更加弯曲,而是一律地原先整体上较不弯曲,后来再次同质地转变而变得更加弯曲;因为较不弯曲之所以被称为较不弯曲,并非由于具有不弯曲的间断,而是由于贯穿整体都被均匀和缓地弯曲。

§4.210

"Ὥσπερ ἡ τοῦ κύκλου περιφέρεια συναγομένη εἰς ἔλαττον." Τὰ αὐτὰ πάλιν ἐν τούτοις λέγει, ὅθεν ἀπὸ ταύτης τῆς ῥήσεως, ἧς παρεθέμεθα, ἕως τοῦ “συναγωγὴ καὶ διαστολὴ τῆς αὐτῆς ὕλης” νοθεύουσιν οἱ ἐξηγηταί. ἴσως δὲ ἐπανάληψίς ἐστιν.

“正如圆的圆周收缩为较小的一样。” 在这些话中他再次陈述了同样的事,因此从我们引用的这句话直到“同一质料的收缩与扩张”为止,注解家们都认为是伪作。但也许这只是一种重复。

§4.211

"Δύο γάρ ἐστιν ἐφ’ ἑκατέρου, τοῦ τε μανοῦ καὶ τοῦ πυκνοῦ." Τοῦτο συνεχές ἐστι τῷ ἄνω. εἰπὼν γὰρ “ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον”, ἐπάγει τὸ δύο γάρ ἐστιν ἐφ’ ἑκατέρου, τουτέστιν ἐξ ἑκατέρου, τοῦ τε μανοῦ καὶ τοῦ πυκνοῦ, δύο ποιότητες γίνονται· τῷ μὲν γὰρ μανῷ παρακολουθεῖ τὸ κοῦφον καὶ τὸ μαλακόν, τῷ δὲ πυκνῷ τὸ βαρὺ καὶ τὸ σκληρόν.

“因为在稀薄与浓密两者中,各自都有两样东西。” 这是承接上文的。因为在说了“浓密的是重的,稀薄的是轻的”之后,他接着提出“因为在两者中各自都有两样东西”,也就是说,从稀薄与浓密这两者中,各自产生出两种性质;因为伴随稀薄的是轻与软,而伴随浓密的是重与硬。

§4.212

"Διαφωνεῖ δὲ τὸ βαρὺ καὶ τὸ σκληρὸν ἐπὶ μολίβδου καὶ σιδήρου." Τουτέστιν οὐκ ἀεὶ τὸ βαρύτερον καὶ σκληρότερον· μόλιβδος γοῦν σιδήρου βαρύτερος μὲν μαλακώτερος δέ.

“但重与硬在铅和铁的例子中并不一致。” 也就是说,较重者并不总也是较硬的;至少铅比铁更重,但却更软。

§4.213

"Οὔτε ἁπλῶς οὔτε ἐν τῷ μανῷ οὔτε δυνάμει." Ἁπλῶς μέν, ὅτι οὐκ ἔστιν ἔξω τῶν σωμάτων ἀθρόον κενόν, ὥσπερ ὑπελάμβανόν τινες τὸν ἀέρα μὴ εἶναι σῶμά τι ἀλλὰ κενόν, ἤγουν ὡς οἱ Πυθαγόρειοι τὸ ἔξω τοῦ οὐρανοῦ, ἀλλ’ οὔτε ἐν τοῖς σώμασι κενά τινα εἶναι μεγαλομερῆ, εἰς ἃ τὰ μόρια τοῦ μανοῦ σώματος συνιζάνοντα πυκνότερον ποιεῖ τὸ ὅλον. τὸ δὲ οὔτε δυνάμει ἀντὶ τοῦ ὡς ἐγκεκραμένον,2 ἢ ὅτι οὐδὲ ὡς τόπου χρείαν πληροῦν, ὅπερ κενὸν μέν ἐστιν, οὐδέποτε δὲ χωρὶς σώματος· περὶ τούτου γὰρ τελευταῖον διελέχθη, ἔνθα ἔλεγεν ὅτι δειχθήσεται τὸ κενὸν “ὡς ἀληθῶς κενόν.”

“既非单纯地存在,亦非存在于稀薄者之中,亦非在潜能上存在。” “单纯地”,是因为在物体之外不存在集中的虚空,就像某些人曾认为空气不是物体而是虚空,或者像毕达哥拉斯派认为天外之物那样;但是在物体内部也不存在某些大颗粒的虚空,稀薄物体的各部分下陷其中从而使整体更加浓密。而“亦非在潜能上”是指“并非作为掺合之物”,或者指并非作为满足处所之需者而存在——这固然是虚空,但绝非离开物体而存在;因为关于这一点他在最后做了探讨,在那里他说虚空将被展示为“真正意义上的虚空”。

§4.214

" Εἰ μή τις βούλοιτο καλεῖν τὸ κενὸν πάντως τὸ αἴτιον τοῦ φέρεσθαι.3" Εἴ τις βούλοιτο, φησί, καινοτομεῖν τὰ ὀνόματα καὶ κενὸν λέγειν τὸ κινήσεως αἴτιον, λέγοι ἂν ὁ τοιοῦτος τὴν ὕλην τοῦ βαρέος καὶ κούφου κενόν· ταῦτα γὰρ κινήσεως αἴτια. κατὰ γὰρ τὸ σκληρὸν καὶ τὸ μαλακὸν οὐ κινήσεως αἰτία ἡ ὕλη, ἀλλὰ τοῦ εὐπαθῆ ἢ δυσπαθῆ εἶναι τὰ πράγματα.

“除非有人完全愿意把空间移动的原因称为虚空。” 他说,如果有人愿意在名称上翻新,把运动的原因称为虚空,这样的人就会把重者和轻者的质料称为虚空;因为这些是运动的原因。因为就硬与软而言,质料不是运动的原因,而是事物易受影响或不易受影响的原因。

§4.215

"Καὶ περὶ μὲν κενοῦ, πῶς ἔστι καὶ πῶς οὐκ ἔστι." Ὅτι οὐκ ἔστι μὲν ὡς διάστημα χωριστὸν σώματος οὔτε ἔξωθεν τῶν σωμάτων οὔτε ἐν τοῖς σώμασι κατεσπαρμένον, εἴρηται.

“关于虚空,它是如何存在又是如何不存在的[已作论述]。” 关于它作为可与物体分离的间隔,既不存在于物体之外,也不散布于物体之内,这一点已经说明了。

语法注3 条
  1. 4.208Ὥσπερ γε καὶ ἡ τοῦ μείζονος κύκλου περιφέρεια καὶ κυρτότης.

    在引文中,连词 ὥσπερ 之后仅保留了主语,述谓部分以及比较对象(较小圆的圆周与弯曲度)均被省略。承接上文关于“同一种质料向大与小两方转变”的论述,此处应补足为几何学类比,即弯曲度的变化是连续的,而非通过离散的附加构成的。

  2. 4.213τὸ δὲ οὔτε δυνάμει ἀντὶ τοῦ ὡς ἐγκεκραμένον

    ἀντὶ τοῦ 加分词从句在此用作习语,意为“代表……”或“意思是……”。菲洛波诺斯对文本中的 οὔτε δυνάμει(亦非在潜能上)提出了两种并列的解释:其一是作为混合其中的成分(ὡς ἐγκεκραμένον),其二是作为满足处所功能的潜在间隔(ἢ ὅτι οὐδὲ ὡς τόπου χρείαν πληροῦν)。

  3. 4.214Εἰ μή τις βούλοιτο καλεῖν τὸ κενὸν πάντως τὸ αἴτιον τοῦ φέρεσθαι.

    动词 καλεῖν 带有双重宾格:τὸ αἴτιον τοῦ φέρεσθαι(移动的原因)为直接宾语,τὸ κενόν(虚空)为宾语补足语。副词 πάντως 修饰这一命名界定(“无论如何/终归都要这样称呼”),构成亚里士多德对概念借用假定性让步的条件句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:699.27-702.9