- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:69.3-70.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注解了亚里士多德《物理学》186b1–4中从否定存在是偶性转向驳斥存在是单一实体的论证。他分析了原文的句读方式,并阐释了由于将偶性视为彻底的“非存在”而导致实体本身也沦为“非存在”这一自相矛盾的反驳思路。
" Οὐ δὴ ἔσται ἄλλῳ ὑπάρχον τὸ ὅπερ ὄν." Εἰ ἀδύνατον, φησί, τὸ αὐτὸ ἅμα ὂν καὶ μὴ ὂν εἶναι, τοῦτο δὲ συμβέβηκεν ἐκ τοῦ ὑποθέσθαι ἡμᾶς τὸ ὂν συμβεβηκὸς εἶναι, ἀδύνατον ἄρα ἄλλῳ συμβεβηκέναι τὸ ὄν· οὐ γὰρ ἐνδέχεται, φησίν, ὂν εἶναι τὸ συμβεβηκός, εἰ μὴ πολλὰ σημαίνει τὸ ὄν, ὥστε καὶ τὴν οὐσίαν ὄν τι εἶναι καὶ τὸ συμβεβηκός. εἰ γὰρ ἕν τι σημαίνει τὸ ὄν, συμβήσεται τὰ εἰρημένα ἄτοπα· ἀλλὰ μὴν ὑπόκειται ἓν τὸ ὂν σημαίνειν, ἀδύνατον ἄρα τὸ ὂν συμβεβηκὸς εἶναι.
“因此本然的存在绝不会属于另一事物。” 他说,如果同一事物不可能同时既是存在又是非存在,而这又是由于我们假定了存在是偶性而导致的,那么存在就不可能作为偶性属于另一事物;因为他说,除非存在指示许多事物,从而实体也是某种存在且偶性也是[某种存在],否则偶性不可能作为存在。因为如果存在指示一,上述荒谬便会发生;然而事实上已假定存在指示一;因此存在绝不可能是偶性。
"Εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμβέβηκεν ἀλλὰ ἐκείνῳ τι μᾶλλον τὸ ὅπερ ὂν σημαίνει τὸ ὂν ἢ μὴ ὄν;" Δείξας ὅτι ἀδύνατον τὸ ὂν συμβεβηκὸς αὐτοὺς ὑποτίθεσθαι, ἀνατρέχει ἐπὶ τὸ ἐξ ἀρχῆς, ὅτι οὐδὲ οὐσίαν μίαν αὐτὸ δυνατὸν εἶναι. διχῶς δὲ στικτέον,1 ἢ οὕτως· εἰ οὖν τὸ ὅπερ ὂν μηδενὶ συμβέβηκεν, ἀλλὰ μᾶλλον ἐκείνῳ ἕτερόν τι συμβέβηκεν, εἶτα ὧδε ὑποστίξαντας ἐπαγαγεῖν· τὸ ὅπερ ὂν σημαίνει τὸ ὂν ἢ μὴ ὄν; ἢ μᾶλλον εἰς τὸ ἀλλ’ ἐκείνῳ στικτέον, εἶτα ἐφεξῆς· τί μᾶλλον τὸ ὅπερ ὂν καὶ τὰ ἑξῆς. ὁ δὲ νοῦς· εἰ οὖν ἀδύνατον τὸ ὅπερ ὂν συμβεβηκέναι τινί, ἀλλ’ ἐκείνῳ (τουτέστι τῷ ὅπερ ὄντι) συμβέβηκεν ἕτερόν τι, τουτέστι τῇ οὐσίᾳ τὸ συμβεβηκός, τί μᾶλλον τὸ ὅπερ ὂν (τουτέστιν ἡ οὐσία) τὸ ὂν ἢ τὸ μὴ ὂν σημαίνει; τουτέστιν οὐδὲν μᾶλλον ἔσται ὂν ἢ οὐκ ὂν ἡ οὐσία. πῶς δὲ τοῦτο συμβαίνει ἐπήγαγεν· εἰ γὰρ ἔσται τὸ ὅπερ ὂν τὸ αὐτὸ καὶ λευκόν, τὸ λευκῷ δὲ εἶναι μή ἐστιν ὅπερ ὄν2 (οὐδὲ γὰρ συμβεβηκέναι αὐτῷ οἷόν τε τὸ ὄν· οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὄν),3 οὐκ ἄρα ὂν τὸ λευκόν. ὃ δὲ λέγει τοῦτό ἐστιν· ἐπειδὴ τὸ ὅπερ ὄν, τουτέστιν ἡ οὐσία, ἐστὶ καὶ λευκή (λέγομεν γὰρ τὸν Σωκράτην λευκὸν εἶναι), τὸ δὲ λευκὸν οὐκ ἔστιν ὅπερ ὄν (μόνη γάρ ἐστιν ἡ οὐσία ὅπερ ὄν), τὸ ὅπερ ὂν ἄρα οὐχ ὅπερ ὄν. τὸ αὐτὸ ἄρα καὶ ὂν καὶ οὐκ ὄν, ὅπερ ἀδύνατον. εἰ γὰρ ἀληθὲς εἰπεῖν τὴν οὐσίαν λευκήν, τὸ δὲ λευκὸν οὐκ ὄν, ἡ οὐσία ἄρα οὐκ ὄν· ὑπόκειται δὲ καὶ ὄν, τὸ αὐτὸ ἄρα καὶ ὂν καὶ οὐκ ὄν. οὐδὲ γὰρ συμβεβηκέναι αὐτῷ οἷόν τε τὸ ὄν· οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὄν. οὐκ ἄρα ὂν τὸ λευκόν. τὸ λευκόν, φησίν, οὐκ ἔστιν ὄν· οὐκ ἐνδέχεται γὰρ αὐτῷ ὑπάρξαι τὸ ὄν. πᾶν γὰρ ὂν εὐθὺς καὶ ὅπερ ὄν ἐστιν, ὅπερ ὂν δὲ μόνως ἡ οὐσία, καὶ μόνως ἄρα ὂν ἡ οὐσία· εἰ δὲ τοῦτο, οὐκ ἄρα ὂν τὸ λευκόν. οὐχ οὕτως δὲ ὡς ὅπερ τὶ μὴ ὄν, ἀλλ’ ὅλως μὴ ὄν. ἐπειδὴ ἔδειξεν ὅτι τὸ λευκὸν οὐκ ἔστιν ὄν, διότι μόνως ὂν ἡ οὐσία, ἔστι δὲ μὴ ὂν καὶ τὸ ἁπλῶς μὴ ὂν καὶ τὸ τὶ μὴ ὄν (ὥσπερ ὁ Σωκράτης τὶ μὴ ὄν· οὐκ ἔστι γὰρ Πλάτων ἢ Ἀλκιβιάδης), διὰ τοῦτο, φησί, τὸ λευκὸν μὴ ὄν ἐστιν, οὐχ ὡς τὶ μὴ ὄν, ἀλλ’ ὅλως μὴ ὄν, διότι καὶ τὸ μόνως ὄν, ἡ οὐσία, οὐκ ἔστι τὶ ὄν, ἀλλ’ ἁπλῶς ὄν. ὥστε εἰ ἁπλῶς ὂν ἡ οὐσία καὶ μόνον ὄν, τὸ συμβεβηκὸς ἄρα ἁπλῶς μὴ ὄν.
“那么,如果本然的存在不作为偶性属于任何事物,而是有某种事物属于它,为什么本然的存在是指示存在而不是指示非存在呢?” 在表明了他们不可能把存在假定为偶性之后,他回到了最初的论点,即它同样不可能是一个单独的实体。这里断句有两种方式,要么这样:“那么,如果本然的存在不作为偶性属于任何事物,而是有另外某种事物作为偶性属于它”,然后在此处断开,接上:“本然的存在是指示存在还是指示非存在呢?”;或者更应当在“而是属于它”处断开,然后接续:“为什么本然的存在……”及下文。其意义乃是:那么,如果本然的存在不可能作为偶性属于任何事物,而是有某种别的事物作为偶性属于它(即属于本然的存在),也就是说偶性属于实体,那么为什么本然的存在(即实体)是指示存在而不是指示非存在呢?也就是说,实体绝不会更是存在而不是非存在。至于这如何发生,他接着指出:“因为如果本然的存在是同一事物且是白的,而作为白的存在并不是本然的存在(因为存在也不可能作为偶性属于它;因为没有任何不是本然的存在的事物是存在),白的事物因此就不是存在。” 他所说的乃是:由于本然的存在即实体也是白的(因为我们说苏格拉底是白的),而白的事物并不是本然的存在(因为唯有实体才是本然的存在),因此本然的存在就不是本然的存在。从而同一事物既是存在又是非存在,而这是不可能的。因为如果说实体是白的是真的,而白的事物是非存在,实体因此就是非存在;但它又被假定为存在,因此同一事物既是存在又是非存在。 “因为存在也不可能作为偶性属于它;因为没有任何不是本然的存在的事物是存在。白的事物因此就不是存在。” 他说,白的事物不是存在;因为存在不可能属于它。因为凡存在的事物立刻也就是本然的存在,而唯有实体是本然的存在,因此唯有实体是存在;而如果是这样,白的事物因此就不是存在。 “然而并不是以并非某种特定存在的方式,而是全然作为非存在。” 由于他表明了白的事物不是存在,因为唯有实体是存在,而非存在既包含单纯的非存在,也包含并非某种特定存在(正如苏格拉底并非某种特定存在;因为他不是柏拉图或阿尔西比亚德),因此他说,白的事物作为非存在,不是作为并非某种特定存在,而是全然作为非存在,因为唯一存在的实体也不是某种特定存在,而是单纯的存在。因此,如果实体是单纯的存在且是唯一的存在,那么偶性因此就是单纯的非存在。
- 1.42διχῶς δὲ στικτέον
此处指出引文在句读与句法结构上的两可性。第一种读法将 ἐκείνῳ τι μᾶλλον 视为条件从句的结尾(“而是另外有某种事物属于它”),而将主句视为选择疑问句:“本然的存在是指示存在还是指示非存在?”;第二种读法则在 ἀλλ’ ἐκείνῳ 处断开,将随后的 τί μᾶλλον 视为疑问副词短语(“为什么……而不是……”)以构成主句。菲洛波诺斯在阐明文意(ὁ δὲ νοῦς)时采纳了后者。
- 1.42τὸ λευκῷ δὲ εἶναι μή ἐστιν ὅπερ ὄν
短语 τὸ λευκῷ εἶναι 是亚里士多德表示本质的特有表达(“作为白的存在”,即白的本质),带与格 λευκῷ 的冠词不定词短语作主语。否定词 μή 否定表语补足语 ὅπερ ὄν。
- 1.42οὐχ ὡς τὶ μὴ ὄν, ἀλλ’ ὅλως μὴ ὄν
此处形成了相对非存在(τὶ μὴ ὄν,“并非某一特定事物”)与绝对非存在(ὅλως μὴ ὄν / ἁπλῶς μὴ ὄν,“全然是非存在/单纯的非存在”)之间的句法对立。不定代词中性 τὶ 起限制性副词作用(“在某种意义上/作为某种事物”),而 ὅλως 与 ἁπλῶς 则作为绝对副词与之形成对照。
