- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:698.10-699.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯通过季节观察和物理膨胀的事实,反驳并搁置了水变为空气时外部空气受推挤凝聚以腾出空间的观点,进而转入解释亚里士多德关于对立者具有统一种质料的论述(217a21)。
ἄλλως τε ἐν θέρους ὥρᾳ πολλοῦ ὄντος τοῦ καύματος, καὶ τοῦ ἀέρος λεπτομερεστάτου ὄντος, πῶς οὐ γελοῖον τὸ λέγειν ὅτι τὸ ἐξατμιζόμενον ὑπ’ ἐμοῦ ὕδωρ, ὅταν ἀτμὶς γένηται ἢ καὶ ἀήρ, ὠθεῖ τὸν ἔξωθεν ἀέρα καὶ πυκνοῖ; πῶς δὲ οὐ τοὐναντίον ἡ ἀτμὶς ὁμιλήσασα τῷ περιέχοντι πολλῷ μᾶλλον λεπτύνεται ὑπὸ τῆς τῶν ἀκτίνων παρατρίψεως; ἄλλως τε ἐπειδὴ ἐν τῷ θέρει μάλιστα τὸ ὕδωρ ἐξατμίζεται καὶ εἰς ἀέρα μεταβάλλει, εἰ ταύτῃ τόπος ἐγίνετο τῷ ἀέρι τῷ ἐξ ὕδατος μεταβάλλοντι τῷ ὠθεῖσθαι τὸν ἔξωθεν ἀέρα καὶ πυκνοῦσθαι, ἔδει μᾶλλον πυκνοῦσθαι τὸν ἀέρα ἐν τῷ θέρει. πολὺ γὰρ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν μεταβάλλον εἰς ἀέρα ὕδωρ· ὥστε πυκνότερος ἔμελλεν ὁ ἀὴρ εἶναι ἐν θέρει ἢ ἐν χειμῶνι. εἰ γὰρ ἀληθὴς οὗτος ὁ λόγος, εἰλήφθω μοι1 ἡ χειμερινὴ τοῦ ἀέρος σύστασις, εἶτα ἀρχέσθω τὸ ὕδωρ κατὰ τὸν τοῦ ἔαρος καιρὸν καὶ τὸν τοῦ θέρους μεταβάλλειν εἰς ἀέρα· ἀνάγκη δήπου, ὅσῳ ἂν πλείων ἡ μεταβολὴ γίνηται, πλείω τὸν ἔξωθεν πυκνοῦσθαι ἀέρα· ὥστε συμβήσεται τὸν τοῦ θέρους ἀέρα πυκνότερον εἶναι τοῦ ἐν τῷ χειμῶνι ἀέρος, τοῦτο δὲ ἄλογον. οὐκ ἄρα, ὅταν ὕδωρ εἰς ἀέρα μεταβάλλῃ, πυκνοῖ τὸ γενόμενον σῶμα τῇ ὠθήσει τὸν ἔξωθεν ἀέρα, καὶ ταύτῃ τόπον ἑαυτῷ ποιεῖ. ἢ οὖν εἰς ἰσόογκα μεταβάλλουσι τὰ στοιχεῖα, ἢ δεῖ νοεῖν ὅτι ὅσον ἐνταῦθα ὕδωρ μεταβάλλει εἰς ἀέρα, τοσοῦτος ἀλλαχοῦ ἀὴρ εἰς ὕδωρ μεταβάλλει. ἀλλὰ τὸ μὲν ἀδύνατον, τὸ δὲ πλασματῶδες. ὅτι μὲν γὰρ τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλον εἰς μείζονα ὄγκον μεταβάλλει, ἡ αἴσθησις μαρτυρεῖ· οἱ πίθοι γὰρ καὶ οἱ ἀσκοὶ τοῦ γλεύκους ῥήγνυνται τοῦ οἴνου εἰς πνεῦμα μεταβάλλοντος καὶ μὴ ἔχοντος ἐν τῷ ἀσκῷ χώραν. καὶ ἡ λιγνὺς δὲ καὶ ὁ καπνὸς πολλῷ πλείων ἐστὶ τοῦ ὄγκου τοῦ ξύλου καὶ τοῦ ἐλαίου· οὐ γάρ, ὥς τινές φασι, κονιορτοῦ δίκην σκεδαννύμενος ὁ καπνὸς πλείονα τόπον κατέχει τοῦ γεννήσαντος σώματος, οὐχ ὡς μείζων ὢν κατὰ τὸν ὄγκον ἀλλ’ ὡς συνεχής.2 τοῦτο γὰρ ἐναργῶς ψεῦδος· μάλιστα μὲν γὰρ οὐ τοσαύτη ἐστὶν ἡ ἀναλογία τοῦ κονιορτοῦ συνηγμένου καὶ ἐσκεδασμένου, ὅση ἡ τοῦ καπνοῦ καὶ ἡ τῆς γεννώσης αὐτὸν οὐσίας, ἔπειτα δὲ ἐκ τῶν ὡμολογημένων καὶ τοῦτο ἐλέγχομεν· πόθεν ἐρρήγνυντο οἱ πεπληρωμένοι τοῦ γλεύκους πίθοι καὶ ἀσκοί, εἰ μὴ τὸ γινόμενον ἐκ τοῦ γλεύκους πνεῦμα μεῖζον ἦν κατὰ τὸν ὄγκον τοῦ γεννήσαντος σώματος; ὅθεν οὐδὲ μεστοὺς εἰώθασι πληροῦν τοὺς ἀσκοὺς ἢ τοὺς πίθους τοῦ γλεύκους διὰ τὸ ἔχειν χώραν τὸ γινόμενον πνεῦμα, τῶν δὲ πίθων τὰ στόματα οὐδὲ τελείως ἀποφράττουσιν, ἀλλ’ ἐῶσι διέξοδον τῷ πνεύματι. σαφέστατον δὲ καὶ τὸ τῆς ἐμπνευματώσεως τῆς τροφῆς. εἰς μείζονα γὰρ ὄγκον προφανῶς ἐμπνευματωθεῖσα ἡ τροφὴ μεταβάλλεται· συναισθανόμεθα γοῦν τοῦ ὄγκου καὶ τῆς διαστάσεως τῆς γαστρός. ὅτι μὲν οὖν οὐκ εἰς ἰσόογκα γίνεται ἡ μεταβολὴ τῶν σωμάτων, πρόδηλον, τὸ δὲ λέγειν ὅτι ἐμοῦ ἐνταῦθα ἐξατμίσαντος ὀλίγον ὕδωρ ἢ ἔλαιον ἐξ ἀνάγκης ἀλλαχοῦ τοσοῦτος ἀὴρ μεταβάλλει εἰς ὕδωρ, πλασματῶδες. πῶς δὲ καὶ οὐκ ἄλογον τὸ διὰ τὸ ἐμὲ ἐξατμίσαι ὀλίγον ὕδωρ τὸν ὅλον ἀέρα κινῆσαι,3 ἵνα καταλάβῃ τὸν τόπον τοῦ ἀλλαχοῦ ἀέρος μεταβάλλοντος εἰς ὕδωρ; τοῦτο οὖν τέως ἠπορήσθω μέχρις ἂν λύσεως τῆς δεούσης τύχῃ. Ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἐστὶν ὕλη μία τῶν ἐναντίων. ὑποκειμένων, τουτέστι τῶν ἐν τῷ πρώτῳ λόγῳ ἀποδεδειγμένων, ὅτι μία ἐστὶν ἡ ὑποκειμένη τοῖς ἐναντίοις ὕλη, καὶ ὅτι δυνάμει οὖσα ὂν (τὸ γὰρ εἶδος τὸ ὄν) γίνεται ὂν ἐνεργείᾳ, ἑτέρα μὲν οὖσα κατ’ οὐσίαν πάντων τῶν ὄντων, λέγω δὴ τῶν εἰδῶν, οὐδέποτε μέντοι ἐκτὸς εἴδους οὖσα.
此外,在夏季炎热剧烈、空气最为细微之时,主张被我蒸发的水每当化为水汽乃至空气时,会推动外部空气并使之凝聚,这怎能不是可笑的?相反,水汽在与包围它的环境相融之后,难道不是在光线的摩擦下变得更加细微得多吗?再者,既然水在夏天最容易蒸发并转变为空气,如果由水转变而来的空气是通过外部空气受推挤而凝聚来获得处所,那么在夏天空气理应凝聚得更厉害。因为在那个季节转变为空气的水极多;因此夏天里的空气本应比冬天里的更为凝聚。如果这个说法是真的,姑且为我假定冬天的空气构成;接着,让水在春季和夏季开始转变为空气:无疑必然的是,这种转变发生得越多,外部空气就凝聚得越多;以至于其结果必然是夏天的空气比冬天的空气更为凝聚,而这是荒谬的。因此,并非每当水转变为空气时,生成的物体就通过推挤使外部空气凝聚,并以此为自己造出处所。那么,要么诸元素转变为相等的体积,要么必须认为,这里有多少水转变为空气,别处就有多少空气转变为水。但这前者是不可能的,后者则是虚构的。因为水转变为空气时会转变为更大的体积,感觉对此作证:装有葡萄汁的瓮和皮囊之所以破裂,是因为酒转变为气而皮囊中没有余地。烟灰和烟也远大于木头和油的体积;因为并非像有些人说的那样,即烟像灰尘一样四散开来,占据比产生它的物体更多的处所,并不是因为在体积上更大,而是作为连续体。因为这显然是假的;首先,聚集起来与四散开来的灰尘之比率,并不像烟与产生它的实体之比率那么大,其次,我们也可以从公认的事实来反驳这一点:如果从葡萄汁中生成的气在体积上不大于产生它的物体,装满葡萄汁的瓮和皮囊又是因何而破裂的呢?因此人们通常甚至不把皮囊或瓮装满葡萄汁,以便生成的气有空间,而且他们也不把瓮口完全封死,而是为气留下出路。食物的气化胀气也是极其明显的;因为食物明显在气化膨胀后转变为更大的体积;至少我们能同时感觉到胃部的体积和张大。由此可见,物体的转变显然不是转变为相等的体积;但若说由于我在这里蒸发了少量的水或油,别处必然有同等分量的空气转变为水,这纯属虚构。而且,由于我蒸发了少量的水,整个空气就运动以占据别处转变为水的空气的处所,这怎能不是荒谬的呢?因此,这个疑难姑且先搁置,直到它获得应有的解决。 “然而我们根据已确立的前提说,对立者具有同一种质料”。 根据“已确立的前提”,也就是说根据在第一卷中所证明的事实,即作为对立者之基础的质料是一,并且它在潜能上作为存在(因为形式才是存在),从而在现实中成为存在,虽然在实体上异于一切存在者(我指的是诸形式),但绝非存在于形式之外,[我们如此断言]。
- 4.205εἰλήφθω μοι
第三人称完成时被动命令语气 εἰλήφθω 与与格代词 μοι(判断者或利益与格)结合的论证性假设固定句式,意为“请为我假定/设定”,与后文的命令语气 ἀρχέσθω 并列,用于设定思想实验的前提。
- 4.205οὐ γάρ, ὥς τινές φασι, κονιορτοῦ δίκην σκεδαννύμενος ὁ καπνὸς πλείονα τόπον κατέχει τοῦ γεννήσαντος σώματος, οὐχ ὡς μείζων ὢν κατὰ τὸν ὄγκον ἀλλ’ ὡς συνεχής.
全句开头的否定词 οὐ γάρ 统摄整句所引述的观点。斐洛波诺斯在引用某些人的主张(οὐχ ὡς μείζων ὢν ... ἀλλ’ ὡς συνεχής:烟占据更多空间并非因其体积更大,而是作为连续体扩散)的同时,以 οὐ γάρ 将该主张整体予以否定。句中两处 οὐ 并非双重否定,后一个 οὐ 属于被引述命题内部的对比否定(οὐχ ... ἀλλά)。
- 4.205τὸ διὰ τὸ ἐμὲ ἐξατμίσαι ὀλίγον ὕδωρ τὸν ὅλον ἀέρα κινῆσαι
这是一个嵌套句式:冠词不定式短语 τὸ ... κινῆσαι(“……运动”)充当主语(承接 πῶς οὐκ ἄλογον),其内部嵌入了表示原因的介词短语 διὰ τὸ ἐμὲ ἐξατμίσαι ὀλίγον ὕδωρ(“因为我蒸发了少量的水”)。主动不定式 κινῆσαι 在此处作不及物动词用(意为“运动、移动”),其逻辑主语为宾格 τὸν ὅλον ἀέρα。
