← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§696.30-698.10

稀疏与凝聚的伴随性质及推挤受容的疑难

亚里士多德通过质料的转变解释稀疏与凝聚及其伴随性质(轻与重、软与硬),以此驳斥设立虚空的论据;随后斐洛庞奴斯对“水变成空气时的体积增大由外部空气受推挤凝聚来容纳”的观点提出自己的疑难,指出推挤本性上生热并导致稀疏而非凝聚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.205#2

οὐ γὰρ προσλαβοῦσα συστέλλεται, ἀλλ’ οὐδὲ διαστολῇ τῶν μορίων καὶ παρεμπλοκῇ κενοῦ,1 ὡς ἐπὶ τῆς διαστολῆς τοῦ ἐρίου γίνεται, οὕτως ἐκ μικροῦ μεῖζον γίνεται, ἢ συνιζανόντων εἰς τὰ κενὰ τῶν μορίων πάλιν ἐκ μεγάλου μικρόν, ἀλλὰ μία καὶ ἡ αὐτὴ ὕλη ἀμφοῖν δυνάμει οὖσα ἑκάτερον, οὕτως ἐνεργείᾳ γίνεται, ὥσπερ εἶπον καὶ ἐπὶ τῆς τοῦ κύκλου περιφερείας ἧττον κυρτῆς ἢ μᾶλλον γινομένης συμβαίνειν. ὥσπερ δὲ ἄλλαις ποιότησιν ἄλλαι πολλάκις ἕπονται, οἷον τῇ ψύξει ἡ πύκνωσις ἢ τῇ ὑγρότητι ἡ λευκότης ἢ τῇ θερμότητι ἡ ξηρότης, οὕτω, φησί, καὶ τῇ μὲν μανώσει ἕπεται ἡ κουφότης, τῇ δὲ πυκνώσει ἡ βαρύτης. αὗται μὲν οὖν, ἡ βαρύτης λέγω καὶ ἡ κουφότης, πάντως ἕπονται ἡ μὲν τῇ μανώσει ἡ δὲ τῇ πυκνώσει, καὶ ἄλλα δὲ δύο ἕπονται ταύταις, φησίν, ὡς ἐπὶ τὸ πολύ, τῇ μὲν πυκνώσει τὸ σκληρόν, τῇ δὲ μανώσει τὸ μαλακόν. ἀλλ’ οὐκ ἐπὶ πάντων, φησί· διαφωνεῖ γὰρ ἐπὶ σιδήρου καὶ μολίβδου· ὁ μὲν γὰρ μόλιβδος πυκνὸς ὢν μαλακός ἐστιν, ὁ δὲ σίδηρος μανότερος μὲν τοῦ μολίβδου, σκληρότερος δέ. ὥστε τῇ μανώσει καὶ τῇ πυκνώσει δύο ἑκατέρᾳ ποιότητες ἕπονται, τῇ μὲν μανώσει ἀεὶ μὲν τὸ κοῦφον ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ μαλακόν, τῇ δὲ πυκνώσει ἀεὶ μὲν τὸ βαρὺ ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σκληρόν. ταῦτα δὲ ἐπίτηδες εἶπεν ὁ Ἀριστοτέλης· ἐπειδὴ γὰρ διὰ τοῦτο ἔλεγον ἐκεῖνοι τὸ μανὸν κοῦφον εἶναι, διότι κενὰ ἔχει πλείονα κατεσπαρμένα (ταῦτα γὰρ αἴτια εἶναι τῆς ἐπὶ τὸ ἄνω φορᾶς), διὰ τοῦτο οὖν αὐτός φησιν ὅτι τῇ μὲν μανώσει κουφότης ἕπεται, τῇ δὲ πυκνώσει βαρύτης, ὧν ἡ μὲν κουφότης αἰτία τῆς ἐπὶ τὸ ἄνω φορᾶς, ἡ δὲ βαρύτης τῆς ἐπὶ τὸ κάτω. ὥστε, φησίν, ὅτι μὲν κενὸν οὐκ ἔστιν οὔτε χωριστὸν οὔτε κατεσπαρμένον ἐν τοῖς σώμασιν, ἱκανῶς δέδεικται, εἰ δέ τινι, φησί, φίλον τὸ κινήσεως ἁπλῶς αἴτιον, τοῦτο κενὸν καλεῖν, καλείτω οὗτος βαρύτητα καὶ κουφότητα τὸ κενόν,2 μᾶλλον δὲ τὴν ὕλην τὴν τούτων δεκτικήν. ἡ μὲν οὖν κουφότης, φησί, καὶ ἡ βαρύτης κινήσεως αἴτιά εἰσι τοῖς σώμασι, σκληρότης δὲ καὶ μαλακότης πάθους καὶ ἀπαθείας· τὰ μὲν γὰρ μαλακὰ εὐπαθέστερα, τὰ δὲ σκληρὰ δυσπαθέστερα. Ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης, ἐκ τούτων δὲ ἐπιλελυμέναι ἂν εἶεν αἱ ἀπορίαι. καὶ ὅτι κίνησις ἔσται καὶ κενοῦ μὴ ὄντος, προφανές (ἀντιπεριίσταται γὰρ τῷ κινουμένῳ ὁ ἀὴρ καὶ τὸ ὕδωρ), ἐκεῖνοι δὲ μήπω ἐπιστήσαντες τῇ ἀντιπεριστάσει τῶν σωμάτων ἠπόρουν πῶς ἂν κίνησις γένοιτο κενοῦ μὴ ὄντος· ὠθουμένου γὰρ ὑπὸ τοῦ κινουμένου τοῦ ἔμπροσθεν κυμαίνειν ἀνάγκη τὸν οὐρανόν. εἰ τοίνυν ἀντιπεριίσταται ἀλλήλοις τὰ σώματα, καὶ κίνησις ἔσται δηλονότι καὶ οὐ κυμαίνει ὁ οὐρανός. λείπεται δὴ τὸ ἐπὶ τῶν σωμάτων τῶν ἐξ ἐλάττονος εἰς μεῖζον σῶμα μεταβαλλόντων, οἷον ἐξ ὕδατος εἰς ἀέρα. φασὶν οὖν, ἐπειδὴ μάνωσις καὶ πύκνωσις γίνεται κατὰ μεταβολὴν τῶν σωμάτων, καὶ οὐ τῷ εἰς τὰ κενὰ χωρεῖν, ὅταν ἐξ ὕδατος ἀὴρ γένηται, πιλεῖται ὁ ἔξωθεν ἀὴρ ὠθούμενος ὑπὸ τοῦ γενομένου, καὶ τῇ ὠθήσει πυκνοῦται, πυκνούμενος δὲ ἐλάττονα κατέχει τόπον· καὶ οὕτως οὔτε δύο σώματα ἐν τῷ αὐτῷ γίνεται οὔτε τὸ πᾶν κυμαίνει, ἀλλὰ τὸ αὐξῆσαν σῶμα γέγονεν ἐν τῷ τόπῳ τοῦ μειωθέντος. τοῦτο δὲ πολλὴν ἀπορίαν ἔχειν μοι φαίνεται· τίνι γὰρ λόγῳ ὤθησις πυκνοῖ, συνιδεῖν οὐκ ἔχω.3 ἡ μὲν γὰρ ὤθησις κινεῖ τὸ ὠθούμενον, ἡ κίνησις δὲ θερμαίνειν πέφυκε, τὸ δὲ θερμαινόμενον μανοῦται· πῶς οὖν οἷόν τε πύκνωσιν ὑπὸ τῆς ὠθήσεως γενέσθαι; τοὐναντίον γὰρ ἐκ τοῦ λόγου μανώσεως μᾶλλον αἰτία, οὐ πυκνώσεως, φαίνεται.

因为[质料]并不是通过摄取某种东西而收缩,也不是像羊毛膨胀时所发生的那样通过各部分的膨胀和虚空的穿插以此由小变大,也不是通过各部分沉降陷入虚空而再次由大变小,而是一而同一的质料潜能上是两者中的每一个,从而以此种方式成为现实,正如我曾说过的,这发生在圆的圆周变得较不凸起或更凸起的情况中一样。正如在其他性质之后往往伴随着另一些性质(例如冷却之后伴随着凝聚,湿润之后伴随着白色,或者受热之后伴随着干燥),同样地,他说,在稀疏之后伴随着轻,而在凝聚之后伴随着重。因此,这些性质——我指的是重与轻——必然一个伴随着稀疏,另一个伴随着凝聚,并且他说,另外两种性质在大体上也伴随着它们:在凝聚之后伴随着硬,在稀疏之后伴随着软。但他说,并非在所有情况下都是如此;因为在铁和铅的情况中并不一致;因为铅虽凝聚却是软的,而铁虽比铅更稀疏,却更硬。因此,对于稀疏和凝聚而言,各自伴随着两种性质:对于稀疏而言,总是伴随着轻,大体上也伴随着软;对于凝聚而言,总是伴随着重,大体上也伴随着硬。亚里士多德特意说了这些话;因为既然那些人曾主张稀疏者是轻的是因为这个缘故,即由于它具有更多散布的虚空(因为这些被认为是向上运移的原因),因此他自己主张在稀疏之后伴随着轻,在凝聚之后伴随着重,其中轻是向上运移的原因,而重是向下运移的原因。因此,他说,无论是分离的还是散布在物体中的虚空都不存在,这一点已被充分证明;他说,但如果对某人而言,乐于将纯然作为运动原因的东西称作“虚空”,那么就让这人把重和轻称作“虚空”,或者不如说把接受它们的质料称作虚空。因此,他说,轻和重是物体运动的原因,而硬和软则是受动与不受动的原因;因为软的东西更容易受动,硬的东西则更难受动。 亚里士多德所说的就是这些,而根据这些,那些疑难应已得到解决。并且即使没有虚空存在也将会有运动,这是显而易见的(因为空气和水会与被移动之物发生相互置换);而那些人尚未注意到物体的相互置换,曾困惑于在没有虚空存在的情况下运动如何可能产生;因为在前面的物体被移动之物推动时,天宇必然会起伏波荡。因此,如果物体彼此相互置换,显然运动将会存在,并且天宇不会起伏波荡。于是,剩下的是关于从较小物体转变为较大物体的情况,例如从水转变为空气。因此他们说,既然稀疏与凝聚是依照物体的转变而非通过进入虚空而产生的,每当从水产生空气时,外部的空气受到所产生空气的推动而受到挤压,并且因被推动而凝聚,凝聚之后占据更小的空间;这样一来,既没有两个物体存在于同一地方,整体也没有起伏波荡,而是增大的物体进入了缩小的物体的位置。但这在我看来包含着很大的疑难;因为根据什么道理推动会使物体凝聚,我无法看透。因为推动使被推动者运动,而运动本性上产生发热,受热者则变稀疏;那么,凝聚怎能因推动而产生呢?因为从道理上来看,它反倒显得是稀疏的原因,而不是凝聚的原因。

语法注3 条
  1. 4.205οὐ γὰρ προσλαβοῦσα συστέλλεται, ἀλλ’ οὐδὲ διαστολῇ τῶν μορίων καὶ παρεμπλοκῇ κενοῦ

    句首阴性分词 προσλαβοῦσα 的逻辑主语承接前文的阴性名词 ἡ ὕλη(质料)。全句骨架为双重否定引向肯定主句的对比结构(οὐ... ἀλλ’ οὐδὲ... ἀλλὰ μία καὶ ἡ αὐτὴ ὕλη... οὕτως ἐνεργείᾳ γίνεται),表明同一质料如何在现实中成为每一方。

  2. 4.205εἰ δέ τινι, φησί, φίλον τὸ κινήσεως ἁπλῶς αἴτιον, τοῦτο κενὸν καλεῖν, καλείτω οὗτος βαρύτητα καὶ κουφότητα τὸ κενόν

    条件从句采用无人称结构 εἰ φίλον [ἐστί] τινι(“若对某人而言……是合意的”),支配不定式 καλεῖν,其中 τὸ κινήσεως ἁπλῶς αἴτιον(由 τοῦτο 复指)为宾语,κενὸν 为宾语补足语。随后的祈使句 καλείτω οὗτος 中,βαρύτητα καὶ κουφότητα 为直接宾语,τὸ κενόν 为宾词补足语(即“称重与轻为虚空”)。

  3. 4.205τίνι γὰρ λόγῳ ὤθησις πυκνοῖ, συνιδεῖν οὐκ ἔχω

    间接疑问从句 τίνι γὰρ λόγῳ ὤθησις πυκνοῖ(“依据什么道理推动会使之凝聚”)被前置,作为主句不定式 συνιδεῖν 的宾语。ἔχω + 不定式 结构表示能力(“能够看清/理解”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:696.30-698.10