← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§695.9-696.30

通过质料变化解释稀疏与凝聚

菲洛波诺斯针对217a21的引文阐明亚里士多德的解决方案,即稀疏与凝聚并非通过虚空的穿插或排出产生,而是同一基质质料作为整体均质地从潜能向现实转变,并结合圆周曲率变化的几何比喻对此进行了解说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.205#1

" Ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ὅτι ἐστὶν ὕλη μία τῶν ἐναντίων, θερμοῦ καὶ ψυχροῦ καὶ τῶν ἄλλων φυσικῶν ἐναντιώσεων." Δείξας ὅτι οὐδὲ τὸ κατεσπαρμένον κενὸν εἶναι δύναται, ἐπειδὴ αἱ ἀπορίαι δι’ ὧν κατεσκεύαζον ὅτι ἔστιν οὕτω τὸ κενὸν ἐκ τῆς μανώσεως καὶ πυκνώσεως τῶν σωμάτων δοκοῦσιν ἔχειν τὸ πιθανόν, βούλεται καὶ αὐτὰς ἐπιλύσασθαι, καὶ δείκνυσιν ὅτι ἡ πύκνωσις καὶ ἡ μάνωσις οὐ γίνεται κατὰ παρεμπλοκὴν κενῶν. προσκέχρηται δὲ τοῖς ἀποδεδειγμένοις ἐν τῷ πρώτῳ λόγῳ. εἴρηται γάρ, φησίν, ὅτι τοῖς ἐναντίοις πᾶσι μία καὶ ἡ αὐτὴ ὑπόκειται ὕλη (οἷον θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, μαλακοῦ καὶ σκληροῦ, καὶ πάντων ἁπλῶς τῶν ἐναντίων), καὶ ἡ αὐτὴ δυνάμει ἐστὶ τὰ ἐναντία, ἄλλη μὲν οὖσα κατὰ τὴν οὐσίαν παρ’ ἕκαστον αὐτῶν, δεχομένη μέντοι παρὰ μέρος ἑκάτερον. ὥσπερ οὖν τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ μία καὶ ἡ αὐτή ἐστιν ὕλη καὶ τῶν ἄλλων πάντων ἐναντίων, οὕτω δέ, φησί, καὶ σώματος ἡ ὕλη ἡ αὐτή ἐστι καὶ μεγάλου καὶ μικροῦ· οὐ μόνον γὰρ τῶν ἐναντίων ἡ αὐτή ἐστιν ὕλη, ἀλλὰ καὶ τῶν ἑτέρων.1 ὥσπερ οὖν μεταβάλλουσα, φησίν, ἐκ θερμοῦ εἰς ψυχρὸν οὐκ ἀποβάλλουσά τινα τῶν ἐν αὐτῇ μορίων θερμὰ ὄντα, προσλαμβάνουσα δὲ ἔξωθεν ἄλλα ψυχρά, οὕτως εἰς ψυχρὸν ἐκ θερμοῦ μεταβάλλει παρεμπλοκῇ τινι τῶν ἔξωθεν προσπιπτόντων, ἀλλ’ ἡ αὐτὴ μένουσα ὅλη δι’ ὅλης μεταβάλλει ἐκ τοῦ θερμοῦ εἰς τὸ ψυχρὸν καὶ ἔμπαλιν ἐκ τοῦ ψυχροῦ εἰς τὸ θερμόν (οὐδὲ γὰρ ἔστι τι μόριον τοῦ πυρὸς ὃ οὐκ ἦν θερμόν, ἀλλὰ ὅλον δι’ ὅλου θερμόν ἐστιν· ἐν οὖν τῇ μεταβολῇ τῇ εἰς τὸ ψυχρὸν ὁμοιομερῶς ὅλον δι’ ὅλου μεταβάλλει, καὶ τὸ δυνάμει τῆς ὕλης ἄγεται εἰς ἐνέργειαν. ὡσαύτως καὶ ἐπὶ λευκοῦ καὶ μέλανος καὶ τῶν λοιπῶν· οὐ γὰρ τὸ λευκὸν γινόμενον μέλαν μόρια μὲν ἀπέβαλε τοῦ λευκοῦ ἐξ ὧν λευκὸν ἦν, προσέλαβε δὲ ἔξωθεν μόρια μέλανα, ἀλλ’ ὅλον δι’ ὅλου ὁμοιομερῶς ἐτράπη. ὁμοίως καὶ ὅταν ἐξ ἔλαττον θερμοῦ μᾶλλον θερμὸν γίνηται, οὐκ ἀποβάλλον μόριά τινα ψυχρὰ ἄλλα δὲ θερμὰ προσλαμβάνον, οὕτως ἐπιτείνει τὴν θερμότητα, ἀλλὰ πάλιν τροπῇ τῆς ὕλης καὶ μεταβολῇ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ), ὥσπερ οὖν ἐπὶ τούτων ἔχει,2 οὕτω δὲ καὶ ἐπὶ μανώσεως καὶ πυκνώσεως.3 ἡ γὰρ αὐτὴ ὕλη δυνάμει οὖσα τὰ ἐναντία ποτὲ μὲν μανοῦται ποτὲ δὲ πυκνοῦται· ὅταν μὲν γὰρ ἐξ ὕδατος εἰς ἀέρα μεταβάλλῃ, μανοῦται οὔ τινα κενὰ ἔξωθεν προσλαμβάνουσα, ἀλλ’ ὁμοιομερῶς ὅλη δι’ ὅλης εἰς μείζονα ὄγκον μεταβάλλουσα. ὅλον γὰρ δι’ ὅλου τὸ ὕδωρ ἐμανώθη· οὐ γὰρ τινὰ μέν ἐστιν αὐτοῦ μόρια ἀὴρ τινὰ δὲ ὕδωρ, ἀλλ’ ὁμαλῶς ὅλον τὸ ὕδωρ ἀὴρ ἐγένετο. ὥστε καὶ ἡ μάνωσις δι’ ὅλου γέγονε τοῦ ὑποκειμένου. ὡσαύτως δὲ καὶ ἡ πύκνωσις οὐκ ἀποβολῇ κενῶν γίνεται, ἀλλὰ μεταβολῇ τῆς οὐσίας· ὁμοιομερῶς γὰρ κἀνταῦθα ὁ πᾶς ἀὴρ ἐπυκνώθη καὶ μετέβαλεν εἰς ὕδωρ, καὶ οὐκ ἔστιν εὑρεῖν τι μόριον ὃ μὴ μετέβαλε, καίτοι εἰ ἡ πύκνωσις συνίζησις ἦν εἰς τὰ κενά, οὐκ ἂν ἦν ὁμοιομερὴς ἡ μεταβολή. Εἶτα καὶ ἐπὶ σαφέστερον μεταβαίνει παράδειγμα. ὥσπερ γάρ, φησί, τὴν τοῦ μείζονος κύκλου περιφέρειαν δυνατὸν ποιῆσαι ἐλάττονος κύκλου (δυνατὸν γὰρ τὸ ἡμικύκλιον ποιῆσαι δίμοιρον ἐλάττονος κύκλου), ὥσπερ οὖν ἐπὶ τούτων καίτοι ὁμοιομερῶν ὄντων τῶν τοῦ κύκλου τμημάτων, ὅταν ἡ τοῦ μείζονος κύκλου περιφέρεια συνάγηται καὶ γίνηται ἐλάττονος κύκλου περιφέρεια, ὁμοίως τῆς περιφερείας πανταχόθεν συνιούσης, γίνεται μὲν τὰ μόρια μᾶλλον κυρτὰ ἢ πρότερον, καὶ οὐ δήπου τινὰ ἦν ἐν τῷ μείζονι κύκλῳ ἃ οὐκ ἦν κυρτὰ ἀλλ’ εὐθέα, καὶ ταῦτα ἐκάμφθησαν ἐν τῷ συνάγεσθαι τὴν περιφέρειαν, ἀλλ’ ὁμαλῶς ὅλης οὔσης κυρτῆς τῆς τοῦ μείζονος κύκλου περιφερείας ἡ αὐτὴ πάλιν ὁμαλῶς κυρτοτέρα γέγονε, καὶ πάλιν ἡ τοῦ ἐλάττονος κύκλου περιφέρεια γένοιτο ἂν μείζονος κύκλου τῷ αὐτῷ λόγῳ, ὥσπερ οὖν ἐπὶ τούτων ἀνίεται ἢ ἐπιτείνεται ἡ κυρτότης οὐδενὸς ἐν τῷ κύκλῳ διαλείμματος ὄντος, οὕτω δὴ καὶ ἐπὶ μανώσεως ἔχει καὶ πυκνώσεως, καὶ σμικρότητος καὶ μεγέθους.

“然而,我们根据已设立的前提主张,对立者——即热与冷以及其他自然对立——的质料是同一的。” 在证明了散布的虚空也不可能存在之后,由于他们借以确立虚空以此种方式存在的那些疑难因物体的稀疏与凝聚而显得具有说服力,他希望也解决这些疑难,并指出凝聚与稀疏并非通过虚空的穿插而产生。而且他借用了在第一卷论述中已被证明的内容。因为他说,已经谈到过,同一质料是所有对立者(例如热与冷、干与湿、软与硬,以及纯然一切对立者)的载体,而这同一质料潜能上是对立诸规定,就其实体而言虽不同于它们中的每一个,却轮流接受它们中的每一方。正如热与冷以及一切其他对立者的质料是同一的一样,他说,对于大与小而言,物体的质料同样是同一的;因为不仅对立者的质料是同一的,其他相异者的质料亦然。因此,正如他说,当从热转变为冷时,它并不是通过抛弃自身中某些原本为热的部分并从外部摄取另一些冷的部分,以此通过外部进入之物的某种穿插而从热转变为冷,而是在保持同一的同时,作为一个整体整个地从热转变为冷,反之亦然,从冷转变为热(因为火中绝无任何原本不热的部分,而是作为整体整个是热的;因此在向冷的转变中,它作为整体均质地彻底转变,质料中处于潜能的事物被引向现实。在白与黑及其他事物上亦是如此;因为从白变成黑之物并非抛弃了使它曾经为白的原有白的部分并从外部摄取了黑的部分,而是作为一个整体均质地彻底转化。同样,当从较不热变为较热时,它亦非通过抛弃某些冷的部分并摄取其他热的部分而以此加剧其热度,而是再次通过质料的转化以及从潜能向现实的转变)——因此,正如在这些情况中一样,在稀疏与凝聚上亦是如此。因为潜能上是对立诸规定的同一质料,有时变稀疏,有时变凝聚;因为每当它从水转变为空气时,它变稀疏并非通过从外部摄取某些虚空,而是作为整体均质地彻底转变为更大的体积。因为水作为一个整体彻底变稀疏了;因为并非它的一部分是空气而另一部分是水,而是一致地全部的水都变成了空气。因此,稀疏也是贯穿于底层基质的整体而产生的。同样地,凝聚亦非通过抛弃虚空而产生,而是通过实体的转变;因为在这里,全部空气同样均质地凝聚并转变为水,并且无法找到任何未曾转变的部分,然而若凝聚是沉降陷入虚空中,这一转变本不会是均质的。随后,他还转向了一个更为明晰的例证。因为他说,正如能够把较大圆的圆周变成较小圆的圆周(因为能够把半圆变成较小圆的三分之二弧),正如在这些情况下,尽管圆的各部分是均质的,但当较大圆的圆周收缩并变成较小圆的圆周时,随着圆周从各方同样地汇合,各部分变得比以往更为凸起,且在较大圆中绝非原本存在某些不是凸起而是笔直的部分因圆周收缩而弯曲,相反,在较大圆的整个圆周一致地是凸起的同时,它自身又一致地变得更加凸起,并且反过来,较小圆的圆周依据同一道理也能变成较大圆的圆周——因此,正如在这些情况下,在圆中没有任何间隙存在的同时弯曲度得以松弛或加剧,在稀疏与凝聚以及小与大上亦完全是如此。

语法注3 条
  1. 4.205οὐ μόνον γὰρ τῶν ἐναντίων ἡ αὐτή ἐστιν ὕλη, ἀλλὰ καὶ τῶν ἑτέρων

    “τῶν ἑτέρων”承接前文的“μεγάλου καὶ μικροῦ”(大与小)。由于严格来说大小属于关系范畴(πρός τι)而非对立范畴(ἐναντία),因此此处意为“不仅对于对立者,对于其他有差别的项[如大小]亦是如此”。

  2. 4.205ὥσπερ γάρ, φησί, τὴν τοῦ μείζονος κύκλου περιφέρειαν δυνατὸν ποιῆσαι ἐλάττονος κύκλου... ὥσπερ οὖν ἐπὶ τούτων... οὕτω δὴ καὶ ἐπὶ μανώσεως ἔχει

    圆的比喻整体构成了一个庞大的相关句。主句动词为末尾的“ἔχει”;前半部分关于圆周变形(曲率的均匀增大且无间隙)的详细描述被归拢在前件“ὥσπερ οὖν ἐπὶ τούτων...”中,并对应于后件“οὕτω δὴ καὶ ἐπὶ μανώσεως ἔχει καὶ πυκνώσεως...”。

  3. 4.205ὥσπερ οὖν μεταβάλλουσα, φησίν, ἐκ θερμοῦ εἰς ψυχρὸν... ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω δὲ καὶ ἐπὶ μανώσεως καὶ πυκνώσεως

    在夹杂了关于火、黑白以及冷热程度变化中质料转变的冗长插入说明之后,开头的比喻引导句(ὥσπερ οὖν μεταβάλλουσα...)通过“ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω δὲ καὶ...”得以复引承接。句子的核心骨架是将质变中质料的整体均质转化作为前件(ὥσπερ...),而将稀疏与凝聚作为后件(οὕτω...)相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:695.9-696.30