← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§693.20-695.8

虚空与物体的不可分离性及依形状的下落速度

菲洛波诺斯完成了关于虚空中的自然运动亦必在时间中产生的论证,继而论证物体占据处所进行运动必然要求虚空(空间间隔),但他指出虚空绝不脱离物体而独立存在。进而他提出,不同于在媒质中,在虚空中物体的形状差异不会造成下落速度的不同,重量相等的物体必在相同时间内下落。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.204#13

ὥστε ἀνάγκη πᾶσα τὸν ἀφεθέντα ἄνωθεν λίθον κενοῦ ὄντος τοῦ μεταξὺ ἢ μηδὲ ὅλως κινηθῆναι, ἀλλ’ ἠρεμεῖν δι’ ὅλου εἰς τὸν παρὰ φύσιν τόπον1 ἐν τῷ κενῷ ὀχούμενον, ἢ, εἰ τοῦτο πάλιν ἀδύνατον, λείπεται τὸ ἐν χρόνῳ τινὶ αὐτὸν τὸν κατὰ φύσιν καταλαβεῖν τόπον, λέγω δὴ τὴν γῆν. τριῶν οὖν ἐξ ἀνάγκης συμβαινόντων, ἢ ἅμα τὸ αὐτὸ εἶναι ἄνω καὶ κάτω, ἢ ἐν τῷ παρὰ φύσιν ἠρεμεῖν τόπῳ τὸν λίθον ὀχούμενον ἐπὶ τοῦ κενοῦ, ἢ ἐν χρόνῳ κινεῖσθαι, εἰ τὰ δύο τὰ πρότερα δέδεικται ἀδύνατα, λείπεται τὸ τρίτον ἀληθὲς εἶναι. Ὅτι μὲν οὖν καὶ εἰ κενὸν ἦν, οὐδὲν ἐκώλυε κίνησιν εἶναι καὶ ταύτην ἐν χρόνῳ (οὐδὲ γὰρ ἔστιν ἄχρονος κίνησις), ἱκανῶς οἶμαι δέδεικται, ὅτι δὲ ἀδύνατον ὅλως κίνησιν γενέσθαι κενοῦ μὴ ὄντος, μάθοις ἂν οὕτως. εἰ τῆς κινήσεως διὰ σώματος γινομένης, οἷον δι’ ἀέρος, δεῖ πάντως τὰ μόρια τοῦ ἀέρος ἀντιπαραχωρεῖν τῷ κινουμένῳ, καὶ τοσοῦτον ὄγκον ὑπεξίστασθαι τοῦ ἀέρος ὅσον ἐστὶ τὸ κινούμενον, μὴ ἔστι δὲ κενόν τι διάστημα ὃ κατείληφε τὸ ἀντιμεθιστάμενον τῷ κινουμένῳ σῶμα ὃ παραχωρῆσαν τῷ κινουμένῳ δέδωκεν αὐτῷ χώραν εἰς τὸ κινηθῆναι, ἀλλ’ ἀντιμεταστὰς ὁ ἀὴρ οὐδὲν καταλέλοιπε διάστημα, τί ἐδέησε τῆς ἀντιμεταστάσεως;2 ἵνα τί παραχωρήσῃ τῷ κινουμένῳ; οὐ γὰρ δὴ ἐπιφάνειαν μόνην· οὐ γὰρ ἐστιν ἐπιφάνεια τὸ κινούμενον, ἵνα ὑπὸ ἐπιφανείας χωρηθῇ ἐφαρμόσαν αὐτῇ, σῶμα δὲ οὐκ ἂν ἐφαρμόσειεν ἐπιφανείᾳ. εἰ γὰρ τὸ κινούμενον διάστημά τι ἀεὶ παραμείβει ἴσον ἑαυτῷ, τοῦτο δὲ τὸ διάστημα ἢ κενὸν ἀνάγκη εἶναι ἢ σῶμα, σῶμα δὲ διὰ σώματος ἀδύνατον χωρῆσαι, ἀνάγκη που κενὸν εἶναι ὅπερ ἀεὶ καταλαμβάνει διάστημα. εἰ γὰρ τριχῇ διαστατὸν τὸ κινούμενον, ὅλον δὲ ὡς ὅλον μεταβαίνει, τοσαύτης δηλονότι δεηθήσεται χώρας, ὅσον καὶ αὐτό ἐστιν· οὐ γὰρ ἂν εἰ μὴ τοῦτο ἦν, τοσοῦτον αὐτῷ ἀέρα ἀντιπεριστῆναι ἐδέησεν ὅσον ἐστὶν αὐτό. ἔστι δὲ αὐτὸ πηχυαῖον εἰ τύχοι κατὰ τὰς τρεῖς διαστάσεις· τοσαύτης ἄρα καὶ τῆς χώρας δεηθήσεται. τοῦτο δέ ἐστι τὸ κενόν· ἀδύνατον ἄρα κενοῦ μὴ ὄντος κίνησιν γενέσθαι. ἄλλως τε τὸν ἀντιμεθιστάμενον αὐτῷ ἀέρα εἰ νοήσεις αὐτὸν μὲν τοῦ οἰκείου μεταστάντα τόπου, μήτε δὲ τὸ κινούμενον ἐγγενόμενον ἐν τῷ αὐτῷ τόπῳ, μήτε τὸν πέριξ ἀέρα συμπεσόντα, τί ἂν εἴη ἄλλο τὸ μεταξὺ τοῦ πέριξ ἀέρος, ἢ διάστημα κενὸν εἰς ὃ χωρεῖ τὸ κινούμενον; εἴρηται δὲ ἡμῖν περὶ τούτων πλατύτερον ἐν τοῖς περὶ τοῦ τόπου λόγοις. καὶ ἐκ τούτου οὖν δῆλον ὅτι ἀνάγκη τὸ κινούμενον κατὰ τόπον κενήν τινα χώραν ἄλλοτε ἐξ ἄλλης παραλαμβάνειν. πολλάκις δὲ ἐπεσημειωσάμην ὅτι τὸ κενὸν τοῦτο, εἰ καὶ ἔχειν φημὶ καθ’ αὑτὸ τῷ ἰδίῳ λόγῳ ὑπόστασιν, καὶ περὶ αὐτὸ μένον ἀκίνητον ἐγγίνεσθαι ἄλλοτε ἄλλο σῶμα, ἀλλ’ οὖν οὐ μένειν ποτέ φημι3 ἐκτὸς σώματος, ὥσπερ οὐδὲ τὴν ὕλην ἐκτὸς εἴδους, οὐδὲ τὸ σῶμα ἐκτὸς ποιότητος, καίτοι ἰδίαν γε ὑπόστασιν τῷ οἰκείῳ λόγῳ ἔχοντα. οὕτως οὖν καὶ εἰ ἔχει ἰδίαν ὑπόστασιν τὸ κενόν, ἀλλ’ οὖν οὐδέποτέ ἐστι χωρὶς σώματος· ὑγρὸς γὰρ ὢν ὁ ἀὴρ καὶ εὐκίνητος οὐ συγχωρεῖ ποτε κενὴν καταλειφθῆναι χώραν, ἀλλὰ θᾶττον ἀντιμεθίσταται τοῖς σώμασι, πρὶν ὑπολειφθῆναι τὸ κενόν. Ταῦτα μὲν οὖν ἱκανῶς ἐπὶ τοσοῦτον. εἰ δέ τις ἐπιζητοίη καὶ τῆς τῶν ἀνομοιοσχημόνων διαφόρου κινήσεως τὰς αἰτίας, ποίῳ λόγῳ ἐπὶ κενοῦ γινομένης τῆς κινήσεως θᾶττον κατενεχθήσεται τὸ σφαιρικὸν τοῦ πλατέος, φήσομεν ὅτι τοῦτο ἐπὶ μὲν σωμάτων γινομένης τῆς κινήσεως ἀληθές ἐστι, καὶ τὸ ἰσόρροπον βάρος πλατὺ ὂν βραδύτερον καταφέρεται διὰ τὸ ὑπὸ πλείονος ἀνέχεσθαι ἀέρος, τὸ δὲ αὐτὸ βάρος βραδύτερον διαιρεῖν τὸν πλείονα ἀέρα, εἰ μέντοι διὰ κενοῦ γίνοιτο ἡ κίνησις, ἡ διαφορὰ τοῦ θάττονος καὶ τοῦ βραδυτέρου κατὰ μόνην γενήσεται τὴν ἀνισότητα τῶν ῥοπῶν, ἡ μέντοι τῶν σχημάτων ἑτερότης οὐδεμίαν ποιήσει διαφοράν, ἀλλ’ ὁμοίως τὸ πλατὺ καὶ τὸ σφαιρικὸν ἰσόρροπα ὄντα ἐν τῷ αὐτῷ χρόνῳ κατενεχθήσεται. οὐδὲν γάρ ἐστι τὸ μᾶλλον ἢ ἧττον ἐμποδίζον, ἀλλὰ μόνη ἡ φυσικὴ ἐστι ῥοπὴ ἡ εἰς τὴν κίνησιν ἐνεργοῦσα· ἴσης οὖν οὔσης καὶ ὁμοίας τῆς φυσικῆς ῥοπῆς, καὶ μηδενὸς ὄντος τοῦ μᾶλλον ἢ ἧττον ἐμποδίζοντος, ἴσην καὶ ὁμοίαν εἶναι τὴν κίνησιν ἀνάγκη.

因此完全必然的是,在中间是虚空的情况下,从上方释放的石头要么根本不运动,而是乘托在虚空上、完全在反自然的处所中静止,要么,如果这同样是不可能的,那么剩下的结论就是它在某一时间中占据顺应自然的处所,即大地。因此,在必然产生的这三种情况中——要么同一事物同时在上方和在下方,要么石头乘托在虚空之上在反自然的处所中静止,要么它在时间中运动——,如果前两者已被证明是不可能的,那么剩下的第三者必定是真实的。因此,我认为已经充分证明了,即使存在虚空,也绝不阻碍运动的存在且此运动是在时间中的(因为本来就不存在无时间的运动);但如果不存在虚空,运动根本不可能产生,你可通过下述方式得知。如果当运动穿过物体(例如穿过空气)产生时,空气的各个部分必须无论如何为运动之物相互让位,并且退让出与运动之物大小相等的空气体积,而并不存在任何被与运动之物相互置换的物体所占据的虚空间隔——该物体退让给运动之物并给予了它运动的空间——,相反,相互置换的空气没有留下任何间隔,那么相互置换究竟何以必要?究竟是为了给运动之物让出什么呢?因为肯定不只是表面;因为运动之物不是表面,以至于能通过贴合于表面而被表面所容纳,而且物体是不可能贴合于表面的。因为如果运动之物总是穿过与自身相等的某种间隔,而这一间隔必然要么是虚空要么是物体,但物体穿过物体是不可能的,那么它所总是占据的间隔就必定是虚空。因为如果运动之物是三维延展的,并且作为整体整体地变换位置,它显然将需要与自身一样大的空间;因为若非如此,就不需要与它自身一样多的空气来对它相互环绕置换。设它在三维延展上恰为一肘长;那么它也将需要同样大的空间。而这就是虚空;因此,如果没有虚空,运动是不可能产生的。此外,如果你设想与它相互置换的空气本身已经离开了其固有的处所,而运动之物既未进入那同一处所,周围的空气也未曾合拢,那么周围空气之间的东西,除了运动之物进入其中的虚空间隔之外,还能是什么呢?而关于这些,我们已在论处所的讨论中作了更为详尽的论述。因此,从这一点也显而易见,依处所运动的事物必然要接连不断地接受某种虚空的空间。但我曾多次指出,即使我说这种虚空依其固有的定义自身具有自立存在,并且在它保持不动的同时,一个又一个物体相继产生于其中,但我毕竟主张它绝不留存于物体之外,正如质料不留存于形式之外,物体不留存于性质之外一样,尽管它们依其固有的定义确实具有固有的自立存在。因此同样地,即使虚空具有固有的自立存在,但它绝不会离开物体而存在;因为空气作为流体且易于运动,绝不允许留下虚空的空间,而是在虚空被遗留之前,更快地与物体相互置换。 关于这些事情,谈到这里也就足够了。但如果有人进一步探究形状不同之物的不同运动的原因,根据何种道理在虚空中产生运动时,球形之物会比扁平之物更快地下坠,我们将回答说:这在运动穿过物体产生时是真实的,具有平衡重量之物若为扁平的,则由于被更多的空气所支撑,且同一重量更缓慢地分割更多的空气,因而下坠得更慢;然而如果运动穿过虚空产生,较快与较慢的差异将仅按照倾向的不均等而产生,而形状的相异则不会造成任何差别,相反,具有平衡重量的扁平物与球形物将在同一时间中同样地下坠。因为没有任何阻碍得更多或更少的事物,而唯有自然的倾向是在朝向运动起现实作用;因此,当自然倾向相等且相似,并且没有任何阻碍得更多或更少的事物时,运动必然也是相等且相似的。

语法注3 条
  1. 4.204ὥστε ἀνάγκη πᾶσα ... ἢ μηδὲ ὅλως κινηθῆναι ... ἢ ... λείπεται τὸ ἐν χρόνῳ τινὶ αὐτὸν τὸν κατὰ φύσιν καταλαβεῖν τόπον

    在 ἀνάγκη πᾶσα(完全必然)之后,通过 ἢ ... ἢ ...(要么……要么……)引出选言推论。后半肢插入了条件从句 εἰ τοῦτο πάλιν ἀδύνατον(如果这同样是不可能的),并由非人称动词 λείπεται(剩下的结论是)及其带冠词不定式 τὸ ... καταλαβεῖν 作其语法主语。

  2. 4.204εἰ τῆς κινήσεως διὰ σώματος γινομένης ... τί ἐδέησε τῆς ἀντιμεταστάσεως;

    复合条件句。由 εἰ 引导的条件从句中包含属格独立结构 τῆς κινήσεως ... γινομένης、非人称结构 δεῖ ... ἀντιπαραχωρεῖν ... καὶ ... ὑπεξίστασθαι 以及否定句 μὴ ἔστι δὲ κενόν τι διάστημα...,最终落到主句的反问句 τί ἐδέησε τῆς ἀντιμεταστάσεως?(为什么相互置换是必要的?)上。

  3. 4.204εἰ καὶ ἔχειν φημὶ ... ἀλλ’ οὖν οὐ μένειν ποτέ φημι

    让步连词 εἰ καί(即使/纵然)与归结小词组合 ἀλλ’ οὖν(然而毕竟/但无论如何)的呼应结构。两个分句中,动词 φημί(我说/主张)分别统领不定式(ἔχειν 与 μένειν)形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:693.20-695.8