- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:692.2-693.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论证在步行中尽管双脚交替静止,整个身体仍连续运动,因而虚空中的步行必然在时间中;随后他证明如射箭与投石等受迫运动以及如自由下落等自然运动穿过虚空也绝不可能无时间地产生。
εἰ γὰρ ἐν τῇ ἀντερείσει τοῦ ποδὸς τὸ ὅλον ἵσταται, πότε κινηθήσεται; ἀεὶ γὰρ ὁ ἕτερος τῶν ποδῶν ἐρείδεται· μετέωρον γὰρ εἶναι ὅλον τὸ σῶμα οὐ δύναται. ὥστε ἢ οὐδὲ ὅλως κινεῖται τὸ ὅλον, ἢ ἅμα τοῦ μορίου ἱσταμένου κινεῖται.1 οὐκ ἄρα τοῦ ὅλου ἐστὶν ἡ στάσις ἡ τοῦ ἑτέρου τῶν ποδῶν, ἀλλὰ τοῦ μορίου. κινεῖται οὖν τὸ ὅλον ἐν τῇ βαδίσει συνεχῶς, καὶ οὐ πρότερον ἵσταται τὸ ὅλον, πρὶν ἄμφω σταθῶσιν οἱ πόδες. εἰ τοίνυν συνεχὴς καὶ ἀδιάκοπος ἡ βάδισις, ὁ ἐξ Ἀθηνῶν εἰς Θήβας διὰ κενοῦ βαδίζων, εἰ μὲν ἀχρόνως ἐξ Ἀθηνῶν εἰς Θήβας ἀφίξεται, ἅμα ἔσται ἐν Ἀθήναις καὶ ἐν Θήβαις. τοῦτο δὲ ἀδύνατον· οὕτω γὰρ ἂν καὶ πανταχοῦ κατὰ ταὐτὸν ὑπῆρξεν ἄν τις. ἢ οὖν οὐδ’ ὅλως ἔσται βαδίσαι ἐξ Ἀθηνῶν εἰς Θήβας διὰ κενοῦ, ἢ πάντως ἐν χρόνῳ ἔσται ἡ βάδισις. ἀλλὰ μὴν τὸ μὴ δύνασθαι διὰ κενοῦ βαδίζειν ἄλογον· τί γὰρ ἔσται τὸ κωλῦον κενοῦ ὄντος βαδίσαι; εἰ γὰρ νῦν μεταξὺ σώματος ὄντος καὶ τοῦτο διαιρούντων ἡμῶν ἐν τῇ βαδίσει ὅμως οὐ κωλυόμεθα βαδίσαι, πόσῳ μᾶλλον μηδενὸς ὄντος τοῦ ἐμποδίζοντος οὐκ ἂν ἐβαδίσαμεν; τί δὲ ἦν ὅλως τὸ κωλῦον διὰ κενοῦ τὸν μὲν σχολαιότερον βαδίζειν τὸν δὲ θᾶττον; εἰ γὰρ νῦν διὰ σώματος γινομένης τῆς κινήσεως οὐδὲν κωλύεται ὁ ταχύτατα κινεῖσθαι δυνάμενος διὰ τὸ τοῦ ἀέρος εὐδιαίρετον, πόσῳ μᾶλλον κενοῦ ὄντος τοῦ μεταξὺ 〈οὐκ〉 ἐκωλύθη ἄν οὐδὲ ὁ σχολαιότερον βαδίζειν βουλόμενος;2 πρὸς μὲν γὰρ τὴν ταχεῖαν κίνησιν ἐμποδίσειεν ἄν ἴσως τὸ μεταξὺ σῶμα διὰ τὴν διαίρεσιν, πρὸς δὲ τὸ σχολαιότερον βαδίσαι τί ἂν ἐμποδίσοι τὸ κενόν; ὥστε εἰ ἐνδέχεται διὰ κενοῦ σχολαιότερον βαδίζειν, ἡ δὲ σχολαιοτέρα βάδισις τῷ ἐν πλείονι χρόνῳ γίνεσθαι συμβαίνει, δῆλον δήπου ὅτι ἐν χρόνῳ διὰ κενοῦ ἡ βάδισις ἐγίνετο. τί οὖν κωλύει καὶ φυσικὴν κίνησιν διὰ κενοῦ γενέσθαι; Ἔτι δὲ καὶ ἐκ τῶν παρὰ φύσιν καὶ βίᾳ γινομένων κινήσεων τοῦτο πιστώσαιτο ἄν τις. εἰ γὰρ κενοῦ ὄντος δύο τινὲς τοξεύοιεν, καὶ ὁ μὲν εἴη παῖς ἀσθενὴς ὁ δὲ πάνυ ἀνδρεῖος, εἶτα τοξεύοιεν κατὰ σκοποῦ εἰς ὃν ὁ παῖς τὸ βέλος ἀκοντίσαι δύναται, ἆρα ἐὰν ἅμα ἀφῶσι τὰ βέλη, ἅμα ψαύσειαν ἂν τοῦ σκοποῦ ἄμφω τὰ βέλη καὶ οὐ προτερεύσει τὸ τοῦ ἀνδρειοτέρου; ἀλλὰ γελοῖον· οὕτω γὰρ ἂν εἰς τὸ θᾶττον ἐξακοντίσαι οὐδὲν συντελέσειεν ἡ ἐρρωμενεστέρα δύναμις, τοῦτο δὲ ἄτοπον. εἰ δὲ ἕξει τι πλέον τὸ ὑπὸ τῆς ἐρρωμενεστέρας δυνάμεως ἐξακοντιζόμενον, τῷ χρόνῳ δηλονότι τὸ πλέον ἕξει·3 ἐν πλείονι ἄρα χρόνῳ τὸ ὑπὸ τοῦ παιδὸς ἀκοντισθὲν εἰς τὸν σκοπὸν ἀφίξεται. ἐὰν οὖν καὶ τῆς ἰσχυροτέρας δυνάμεως ἔτι μᾶλλον ἰσχυροτέραν λάβω, ἕξει τι πλέον δηλονότι· χρόνῳ οὖν τὸ πλέον· κἀκείνη ἄρα ἐν χρόνῳ ἐκίνησε τὸ βέλος. ἔτι εἰ κενὸν ἦν, ἔρριψα δὲ λίθον παρὰ φύσιν ἐπὶ τὸ ἄνω, ἆρα ἀχρόνως τινὰ τόπον καταλήψεται, οἷον σταδιαῖον; καὶ εἰ τοῦτο, ἐὰν ἄρα ἀνδρειότερος ῥίψῃ, ταχύτερον τὸν αὐτὸν καταλήψεται τόπον. τί δὲ τοῦ ἀχρόνου ταχύτερον; καὶ εἰ τὸ στάδιον ἀχρόνως κατέλαβε, διὰ τί μὴ καὶ δύο; καὶ οὕτω μέχρι τῆς ἀπλανοῦς. καὶ τί τούτου καταγελαστότερον; ὥστε εἰ ταῦτα ἄτοπα, δῆλον δήπου ὅτι καὶ εἰ κενὸν ἦν, ἐν χρόνῳ ἂν πάντως ἡ παρὰ φύσιν ἐγένετο κίνησις. εἰ τοίνυν καὶ αἱ προαιρετικαὶ παρὰ φύσιν κινήσεις4 κενοῦ ὄντος ἐν χρόνῳ ἂν ἐγένοντο, δῆλον δήπου ὅτι καὶ αἱ κατὰ φύσιν. ὑποκείσθω γὰρ κενὸν εἶναι τὸ μεταξὺ οὐρανοῦ καὶ γῆς· ἆρα οὖν εἰ ἀφεθῇ ἐκ τῆς ἀπλανοῦς λίθος, ἀχρόνως ἂν εἰς γῆν ἀφίκετο; καὶ τί τούτου καταγελαστότερον, αὐτῆς τῆς ἀπλανοῦς ἀσυμμέτρως ταχυκινητότερον εἶναι τὸν λίθον; ἀλλ’ εἰ ἀχρόνως ἢ ὁ κάτωθεν ῥιφεὶς ἄνω ἀφίκετο, ἢ ὁ ἄνωθεν κάτω, λέγω δὲ ἄνω μὲν τὴν ἀπλανῆ κάτω δὲ τὴν γῆν, ἐν τῷ αὐτῷ νῦν συμβήσεται ἄνω τε καὶ κάτω εἶναι τὸν λίθον, ὅπερ ἀδύνατον.
因为如果在一只脚的支撑踏定中整个身体静止,那么它何时才会运动呢?因为两只脚中总有一只在踏定支撑;因为整个身体不可能悬在空中。所以,要么整个身体根本不运动,要么在部分静止的同时[整个身体]在运动。因此,两只脚中一只的静止不属于整体,而属于部分。所以,在步行中整个身体是连续运动的,并且在两只脚都停立之前,整个身体并不先行静止。因此,如果步行是连续且不间断的,那么穿过虚空从雅典步行到底比斯的人,若无时间地从雅典到达底比斯,就将同时处于雅典和底比斯。但这是不可能的;因为这样一来,某人甚至会在同一时刻无处不在。因此,要么穿过虚空从雅典步行到底比斯根本不可能,要么步行全然必然在时间中。然而,不能穿过虚空步行是荒谬的;因为存在虚空时,阻止步行的又会是什么呢?如果如今中间存在物体且我们在步行中分割它,却仍旧未被阻止步行,那么在没有任何阻碍之物存在时,我们难道不更会步行吗?而且,到底有什么能妨碍穿过虚空时一人步行较缓、另一人较快呢?因为如果如今运动穿过物体进行时,由于空气易于被分割,能够极迅速运动的人完全不受妨碍,那么在中间是虚空时,甚至想要较缓步行的人难道不就更不会受到妨碍吗?因为中间的物体或许会由于分割而阻碍迅速的运动,但对于较缓地步行而言,虚空又会阻碍什么呢?因此,如果穿过虚空较缓地步行是可能的,而较缓的步行在于在更多的时间中产生,那么显而易见,穿过虚空的步行是在时间中产生的。那么,又有什么能妨碍自然运动也穿过虚空产生呢? 此外,人们从反自然和强迫产生的运动中也能够证实这一点。因为,如果存在虚空时有两人射箭,其中一人是虚弱的小孩,另一人是极精壮的男子,接着他们射向小孩能够把箭射达的目标,如果他们同时放箭,两支箭难道会同时触及目标,而更精壮者的箭不会先行到达吗?但这实在可笑;因为这样一来,较强的力量对于射得更快就毫无贡献,而这是荒谬的。但如果由较强的力量射出的箭具有某种优势,显然将在时间上具有优势;因此,由小孩射出的箭将在更多的时间中到达目标。所以,如果我选取比那更强的力量还要更强的力量,它显然也会具有某种优势;因此优势在时间上;所以那种力量也是在时间中使箭运动的。再者,如果是虚空,而我反自然地将一块石头向上投掷,它会无时间地占据某种比如一斯塔德的处所吗?如果这样,那么若由更精壮的人投掷,就会更快地占据同一处所。但有什么比无时间更快呢?如果它无时间地占据了一斯塔德,为何不会也占据两斯塔德呢?以此类推,直到恒星天球。还有什么比这更可笑呢?因此,如果这些是荒谬的,那么显然,即便存在虚空,反自然的运动也全然必然会在时间中产生。因此,如果意向性的运动和反自然的运动在存在虚空时都会在时间中产生,那么显而易见,顺应自然的运动也会如此。因为且设天地之间是虚空:那么若从恒星天球释放一块石头,它会无时间地到达大地吗?还有什么比这更可笑——石头竟然比恒星天球本身无可比拟地运动得更快?然而,如果无论是从下方投掷的无时间地到达上方,还是从上方释放的到达下方——我所说的上方是指恒星天球,下方是指大地——,石头就必然在同一“现在”既在上方又在下方,而这是不可能的。
- 4.204ἅμα τοῦ μορίου ἱσταμένου κινεῖται
带有 ἅμα 的属格绝对结构 τοῦ μορίου ἱσταμένου 作时间状语,修饰主句动词 κινεῖται(其省略的主语为承前文而来的 τὸ ὅλον),表示部分静止与整体运动的同时并存。
- 4.204πόσῳ μᾶλλον κενοῦ ὄντος τοῦ μεταξὺ 〈οὐκ〉 ἐκωλύθη ἄν οὐδὲ ὁ σχολαιότερον βαδίζειν βουλόμενος;
由 πόσῳ μᾶλλον 引导的变本加厉式反事实修辞疑问句。校勘补充的否定词 〈οὐκ〉 与后面的 οὐδέ(“甚至不……”)相呼应,构成骨架:“若中间是虚空,难道不更连想要较缓步行的人都不会受到妨碍吗?”
- 4.204τῷ χρόνῳ δηλονότι τὸ πλέον ἕξει
与格 τῷ χρόνῳ 为关系与格(限制与格),限定宾语 τὸ πλέον(优势、多出之量)的方面,意为“在时间方面具有优势”。
- 4.204αἱ προαιρετικαὶ παρὰ φύσιν κινήσεις
概括此前讨论的两类运动——意向性运动(步行)与反自然的强迫运动(射箭、投石)的综合表述。προαιρετικαί 与 παρὰ φύσιν 并列修饰 κινήσεις,表示“无论是意向性的还是反自然的运动”。
