← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§690.20-692.2

天球旋转与虚空中运动时间的有限性

菲洛波诺斯通过考察天体的圆周旋转运动以及人类步行等意向性运动,指出即使不存在媒质的分割,基于运动本性与内在能力的差异,运动也必然在时间中发生并具有速度差异,以此驳斥了亚里士多德关于虚空中运动必无时间的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.204#11

δι’ αὐτὸ μὲν οὖν τοῦτο τὸ κινεῖσθαι ἐν χρόνῳ κινεῖται, διὰ δὲ τὴν ἔμφυτον ῥοπὴν διάφορον οὖσαν ἕξει τὸ θᾶττον καὶ τὸ βραδύτερον· εἰ γὰρ ἐν ἐκείνοις ἐν χρόνῳ πᾶσα κίνησις καὶ μηδενὸς ὄντος τοῦ διαιρουμένου, καὶ ἡ διαφορὰ δὲ τοῦ θάττονος καὶ βραδυτέρου ὑπάρχει δι’ οὐδὲν ἄλλο ἢ διὰ τὰς ἐμφύτους ἐν αὐτοῖς δυνάμεις, πολλῷ γε δήπου ἐν τοῖς γενητοῖς καὶ φθαρτοῖς σώμασι, κἂν διὰ κενοῦ κινῶνται, ἀκολουθήσει καὶ τὸ ἐν χρόνῳ κινεῖσθαι καὶ τὸ ἔχειν τὸ θᾶττον καὶ τὸ βραδύτερον. ἄλλως τε δὲ εἰ δέδεικται ἡμῖν ἐν τοῖς περὶ τοῦ τόπου λόγοις, ὅτι πᾶν σῶμα κενήν τινα χώραν πάντως πεπλήρωκε, δῆλον ὅτι καὶ τὰ οὐράνια κενήν τινα χώραν πεπλήρωκεν, ἐν ᾗ καὶ κινοῦνται. εἰ δὲ τὰ οὐράνια διὰ κενοῦ ποιούμενα τὴν κίνησιν (ἄλλο γὰρ μόριον τοῦ οὐρανοῦ ἄλλο τι μέρος τοῦ κενοῦ καταλαμβάνει) ἐν χρόνῳ τε κινεῖται καὶ ἔχει τὸ θᾶττον καὶ τὸ βραδύτερον, πολλῷ γε μᾶλλον τὰ κατ’ εὐθεῖαν κινούμενα, κἂν διὰ κενοῦ κινῆται, ἐν χρόνῳ τε κινηθήσεται καὶ ἕξει τὸ θᾶττον καὶ τὸ βραδύτερον. εἰ γὰρ ὅλως τοῦ ἐν χρόνῳ γίνεσθαι αἴτιον ἦν τὸ διαιρούμενον ἐν τῇ κινήσει σῶμα, καὶ διὰ τοῦτο ἀνάγκη ἦν τὰ διὰ κενοῦ κινούμενα ἀχρόνως κινεῖσθαι διὰ τὸ μηδὲν εἶναι ὃ διαιρήσουσι, πολλῷ μᾶλλον τοῦτο ἔδει συμβαίνειν ἐπὶ τῆς ὀξυτάτης τῶν κινήσεων, λέγω δὴ τῆς περιφορᾶς (οὐδὲν γὰρ οὐδὲ τὰ κύκλῳ κινούμενα διαιρεῖ σῶμα)· ἀλλὰ μὴν οὐ συμβαίνει, ἀλλὰ πᾶσα περιφορὰ ἐν χρόνῳ καὶ μηδενὸς ὄντος τοῦ διαιρουμένου ἐν τῇ κινήσει· πολλῷ οὖν μᾶλλον οὐδὲ ἐπὶ τῶν κατ’ εὐθεῖαν κινουμένων τοῦτο συμβήσεται, ἀλλὰ κἂν ἐπὶ κενοῦ ἐκινοῦντο, πάντως ἐν χρόνῳ ἐκινήθησαν ἂν καὶ οὐδὲν ἦν τὸ κωλῦον τὸ θᾶττον εἶναι καὶ τὸ βραδύτερον ἐν τῇ κινήσει. Ἔτι δὲ καὶ ἐκ τῶν προαιρετικῶν κινήσεων, αἵτινες ὡς ζῴοις ἡμῖν ὑπάρχουσιν, ἔστιν ἐλέγξαι τὸν λόγον. ἆρα γὰρ εἰ κενὸν ἦν τὸ μεταξὺ γῆς καὶ οὐρανοῦ, ἐβουλήθην δὲ βαδίζων Ἀθήνηθεν Θήβαζε παραγενέσθαι, ἀχρόνως ἂν ἐξ Ἀθηνῶν εἰς Θήβας ἐγενόμην;1 ἀλλὰ γελοῖον· ἅμα γὰρ καὶ κατὰ τὸ αὐτὸ νῦν ἐν Ἀθήναις ὑπῆρχον ἂν καὶ ἐν Θήβαις, μᾶλλον δὲ πανταχοῦ. εἰ γὰρ ἐξ Ἀθηνῶν τυχὸν εἰς Ἰταλίαν βαδίζων ἀφικέσθαι ἐβουλόμην, ἀχρόνως δὲ τοῦτο ἀνάγκη ἦν γενέσθαι διὰ κενοῦ γινομένης τῆς κινήσεως, ἅμα ἀνάγκη ἦν καὶ κατὰ τὸ αὐτὸ νῦν ἐν Ἀθήναις εἶναί με καὶ ἐν Ἰταλίᾳ, εἰ δὲ τοῦτο, καὶ ἐν ταῖς μεταξὺ πάσαις χώραις, εἰ δὲ τοῦτο, καὶ πανταχοῦ, εἴ γέ τινα ἐπινοήσεις τὴν περίμετρον τῆς γῆς βαδίζοντα. τί δὲ εἰ συνεχῶς γινομένης τῆς βαδίσεως ὁ μὲν ὀξύτερον βαδίζει ὁ δὲ βραδύτερον, ἆρα ὁμοίως ἂν ἀχρόνως τὴν αὐτὴν ἤνυσαν; καὶ τί πλέον ἔσχεν ἡ ἰσχυροτέρα δύναμις τῆς ἀσθενεστέρας; τί δὲ ὁ δρομεὺς ἀσθενοῦς γυναίου; εἰ δὲ μηδὲν κωλύει βάδισιν διὰ κενοῦ ἐν χρόνῳ γίνεσθαι, ἡ δὲ βάδισις κίνησίς ἐστι κατὰ τόπον, οὐδὲν ἄρα κωλύει κενοῦ ὄντος γίνεσθαι δι’ αὐτοῦ κίνησιν. καὶ εἰ ὅλως αἱ ὑπὸ ψυχῆς γινόμεναι κινήσεις γένοιντο ἂν καὶ κενοῦ ὄντος, τί κωλύει καὶ τὰς φυσικὰς κινήσεις διὰ κενοῦ ἐν χρόνῳ γενέσθαι; εἰ δέ τις τῷ ἐν τοῖς τελευταίοις τῆς Φυσικῆς εἰρημένῳ προσχρησάμενος ἐνσταίη τῷ λόγῳ, καὶ εἴποι ὅτι ἐν τῇ βαδίσει οὐ μόνον ὁρᾶται κίνησίς τις οὖσα, ἀλλὰ καὶ στάσις (δεῖ γὰρ ἕτερον παρ’ ἕτερον ἐρεῖσαι καὶ στῆσαι πόδα)· διὰ τοῦτο οὖν χρόνος ἐν τῇ βαδίσει ἐδαπανήθη, εἴποι ἂν ὁ τοιοῦτος, οὐ διὰ τὴν κίνησιν, ἀλλὰ διὰ τὴν στάσιν· φήσαιμι δὲ ἐγὼ πρὸς τοῦτον,2 ὅτι ἡ στάσις οὐ τοῦ ὅλου ἐστὶ σώματος ἀλλὰ μέρους, ἡ δὲ κίνησις ὅλου ἐστὶ τοῦ σώματος συνεχῶς καὶ ἀδιακόπως γινομένη, ἡ δὲ στάσις κατὰ μόριον γίνεται· τοῦ γὰρ ἑτέρου τῶν ποδῶν ἀμοιβαδὸν ἡ στάσις ὑπάρχει. ὅτι δὲ οὐχ ἵσταται τὸ ὅλον σῶμα, ἀλλὰ συνεχῶς κινεῖται, δῆλον ἐντεῦθεν. αὐτὴν γὰρ τὴν στάσιν τοῦ ἑτέρου τῶν ποδῶν διὰ τὴν κίνησιν τοῦ ὅλου ἐποίησεν ἡ φύσις· τῇ γὰρ ἀντερείσει τοῦ ἑτέρου ποδὸς τὸ ὅλον κινοῦμεν σῶμα·3 ἐν αὐτῷ ἄρα τῷ ἀντερείδειν καὶ ἵστασθαι τὸν πόδα ὅλον τὸ σῶμα κινεῖται.

因此,正是由于运动本身,[物体]才在时间中运动;而由于先天的倾向各异,它将具有较快和较慢。因为如果对于那些天球而言,即使没有任何被分割之物存在,一切运动也都在时间中,且较快与较慢的差异并非由于任何别的东西、而唯独由于它们内部先天的能力而存在,那么对于可生成和可毁灭的物体而言,即便它们穿过虚空运动,在时间中运动以及具有较快和较慢就必然更是如此。此外,如果我们在关于处所的论述中已经表明,一切物体全然必然地充满着某种虚空的处所,那么显而易见,天体也充满着它们在其中运动的某种虚空处所。而如果天体穿过虚空进行运动(因为天的不同部分占据虚空的不同部分),却既在时间中运动又具有较快和较慢,那么做直线运动的事物,即便穿过虚空运动,将既在时间中运动又具有较快和较慢就更是如此了。因为,如果运动中被分割的物体根本就是在时间中产生的原因,且正因此穿过虚空运动的事物由于没有任何它们将要分割的东西而必然无时间地运动,那么这种情况本应更发生在诸运动中最迅速的运动上,我指的是旋转运动(因为做圆周运动的事物也不分割任何物体);然而事实并非如此,而是一切旋转运动都在时间中,即使运动中没有任何被分割之物。因此,在做直线运动的事物上就更不会发生这种情况,而是即便它们在虚空上运动,也全然必然会在时间中运动,并且没有任何东西妨碍运动中存在较快和较慢。 此外,从我们作为动物所拥有的意向性运动中,也能够驳斥这一论点。因为,如果天地之间是虚空,而我想要步行从雅典到达底比斯,我难道会无时间地从雅典到达底比斯吗?但这是荒谬的;因为我就会同时且在同一“现在”存在于雅典和底比斯,甚至无处不在。因为,如果我想要比如步行从雅典到达意大利,而由于运动穿过虚空产生,这必然无时间地发生,那么我就必然同时且在同一“现在”处于雅典和意大利;如果这样,我也必然处于中间的所有地域;如果这样,甚至无处不在——至少如果你设想某人沿着大地的周长步行的话。再者,如果步行连续进行,而一人步行较快,另一人较慢,他们难道同样会无时间地走完同一路程吗?更强的能力相对于较弱的能力又有什么优势呢?赛跑者相对于孱弱的小妇人又有什么优势呢?而如果没有任何东西妨碍穿过虚空的步行在时间中产生,且步行是一种位置运动,那么即使存在虚空,也没有任何东西妨碍运动穿过它产生。如果由灵魂产生的运动在存在虚空时根本能够产生,又有什么能妨碍自然运动穿过虚空在时间中产生呢?如果有人利用《物理学》末尾所说的话反驳这一论点,并说在步行中不仅能看到某种运动的存在,还能看到静止(因为必须将一只脚踏定并立在另一只脚旁边),因此,这样的人可能会说,在步行中耗费时间并不是由于运动,而是由于静止——对此我会回答他说,静止不属于整个身体,而属于部分,而运动属于整个身体,是连续且不间断地产生的,静止则是依部分产生的;因为两只脚中一只的静止是交替存在的。而整个身体并不静止、而是连续运动着,从以下事实可以清楚看出:因为自然正是为了整个身体的运动才造成了一只脚的静止本身;因为正是通过一只脚的支撑踏定,我们才运动整个身体;因此,正是在脚支撑踏定并静止本身之中,整个身体在运动。

语法注3 条
  1. 4.204ἀχρόνως ἂν ἐξ Ἀθηνῶν εἰς Θήβας ἐγενόμην;

    这是由 ἆρα γὰρ εἰ... 引导的反事实条件句的结论从句(归结分句),使用 ἄν 搭配不定过去时直陈式 ἐγενόμην。条件从句采用未完成过去时直陈式(ἦν)与不定过去时直陈式(ἐβουλήθην),以此通过归谬法推导出荒谬的后果(即“无时间地从雅典到达底比斯”)。

  2. 4.204εἰ δέ τις τῷ ἐν τοῖς τελευταίοις τῆς Φυσικῆς εἰρημένῳ προσχρησάμενος ἐνσταίη τῷ λόγῳ, καὶ εἴποι... εἴποι ἂν ὁ τοιοῦτος... φήσαιμι δὲ ἐγὼ πρὸς τοῦτον

    这是一个复杂的假定句结构,先以希求法(ἐνσταίη, εἴποι)提出潜在的异议,继以其潜能结论从句(εἴποι ἄν),最后引出作者自身的反驳回答(φήσαιμι,带有潜在含义)。这一句式构成了针对假想反驳(根据《物理学》卷八认为步行耗费时间是由于脚步间的静止)的辩证应答骨架。

  3. 4.204τῇ γὰρ ἀντερείσει τοῦ ἑτέρου ποδὸς τὸ ὅλον κινοῦμεν σῶμα

    名词短语 τῇ ἀντερείσει 是手段或工具与格。主动词 κινοῦμεν(现在时主动态第一人称复数)的直接宾语是 τὸ ὅλον σῶμα,表明单脚的支撑/踏定正是我们使整个身体运动的工具性手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:690.20-692.2