- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:689.2-690.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯基于物体的运动和处所确立了三维间隔(虚空)的必然性,解释了为何至多只能有两个间隔重合,并借助天球的圆周运动开始论证即使在虚空中运动也必然耗费时间并具有快慢之别。
φημὶ ὅτι διὰ τὸ τὰ φυσικὰ σώματα καὶ ἐν τόπῳ πάντως εἶναι καὶ κινεῖσθαι καὶ ἠρεμεῖν·1 ἀδύνατον γάρ φημι μὴ ὄντος τοιούτου τινὸς διαστήματος τὴν κατὰ τόπον γενέσθαι κίνησιν. εἰ τοίνυν τὸ ἐν τόπῳ εἶναι τὰ σώματα κατὰ κοινὴν ἔννοιαν πάντες ὁμολογοῦμεν, ἐδείξαμεν δὲ ἔμπροσθεν ὅτι ὁ τόπος τῶν φυσικῶν σωμάτων οὐκ ἄλλο τί ἐστιν ἢ τὸ τοιοῦτον διάστημα (τὸ γὰρ σῶμα ᾗ σῶμά ἐστιν ἐν τόπῳ ἐστί, σῶμα δέ ἐστι κατὰ τὰς τρεῖς διαστάσεις, καὶ ἐν τόπῳ ἄρα ἐστὶ κατὰ τὰς τρεῖς διαστάσεις· εἰ δὲ τοῦτο, καὶ τὸν τόπον τριχῇ διεστάναι ἀνάγκη, ἵνα τὸ τριχῇ διαστατὸν κατὰ τὰς τρεῖς ἑαυτοῦ διαστάσεις δέξηται), ὥστε εἰ ἀνάγκη εἶναι τόπον τοῖς φυσικοῖς σώμασι καὶ τοῦτο ἡ κοινὴ ὁμολογεῖ ἔννοια, τόπος δὲ τὸ διάστημα ἐδείχθη, ἀναγκαῖον ἄρα τὸ εἶναι τὸ τοιοῦτον διάστημα. δείξομεν δὲ ἐπιόντες, ὅτι οὐδὲ ἂν κίνησις ἦν ἡ κατὰ τόπον τούτου μὴ ὄντος, καὶ οὐ δήπου λέγω κεχωρισμένου ὄντος τοῦ κενοῦ καὶ αὐτοῦ καθ’ αὑτό (τοῦτο γὰρ πολλάκις ἐπεσημειωσάμην), ἀλλὰ τῷ μὲν ἰδίῳ λόγῳ τοιούτου ὄντος, ἀεὶ δὲ πλήρους σώματος. τὸ δὲ λέγειν ὅτι ‘εἰ δύο διαστήματα ἐχώρησαν δι’ ἀλλήλων, διὰ τί μὴ καὶ τρία;’ μάταιον τῷ ὄντι. οὔτε γὰρ σωματικὸν διάστημα διὰ σωματικοῦ διαστήματος χωρεῖν δυνατόν, οὔτε μὴν κενὸν ἐν κενῷ γενέσθαι· ἀκίνητον γὰρ τὸ κενόν· οὐδὲ γὰρ σῶμα ὅλως. ὥστε εἰ μήτε κενὸν ἐν κενῷ οἷόν τε γενέσθαι μήτε σῶμα ἐν σώματι, μόνον δὲ τὸ σῶμα ἐν κενῷ οἷόν τε γενέσθαι ὡς πλήρωμα ἐν πληρουμένῳ, μόνως ἄρα δύο διαστήματα ἅμα εἶναι δυνατόν, τὸ σωματικὸν ἐν τῷ τοπικῷ, οὐδαμῶς δὲ τρία· οὔτε γὰρ τόπον ἐν τόπῳ οἷόν τε γενέσθαι, οὔτε σῶμα ἐν σώματι, οὔτε ἐν ἑνὶ καὶ τῷ αὐτῷ τόπῳ δύο εἶναι σώματα. Ὅτι μὲν οὖν οὐδὲν τῶν ἐπιχειρημάτων τῶν ἀναιρούντων τὸ κενὸν ἔχει τὸ ἀναγκαῖον, ἱκανῶς εἴρηται, δείξομεν δὲ ἡμεῖς πρῶτον μὲν ὅτι καὶ εἰ κενὸν ἦν κεχωρισμένον καὶ παντὸς ἐστερημένον σώματος, οὐδὲν ἐκώλυε δι’ αὐτοῦ γενέσθαι τὴν κατὰ τόπον κίνησιν, ἔπειτα, ὅπερ ἤδη εἶπον, ὅτι οὐδὲ οἷόν τε ἦν ὅλως κίνησιν εἶναι τὴν κατὰ τόπον μὴ ὄντος τοιούτου τινὸς διαστήματος ὃ τῷ οἰκείῳ λόγῳ παντὸς ἐστέρηται σώματος, κἂν μηδέποτε χωρὶς σώματος ᾖ. ὅτι οὖν καὶ εἰ κενὸν ἦν διάστημα κεχωρισμένον σώματος, οὐδὲν ἦν τὸ κωλῦον μὴ μόνον κινεῖσθαι ἐν χρόνῳ δι’ αὐτοῦ τὰ σώματα, ἀλλὰ καὶ τὸ θᾶττον εἶναι καὶ τὸ βραδύτερον ἐν τῇ κινήσει, ἤδη μὲν τῇ ἀναιρέσει τῶν ἐπιχειρημάτων δι’ ὧν ἐδόκει τοῦτο κατασκευάζεσθαι ἀποδέδεικται, καὶ αὐτὸ δὲ καθ’ αὑτὸ πειρατέον δεικνύναι. πρῶτον μὲν οὖν εἰ ἔστιν ἡ κύκλῳ κίνησις, καὶ αὕτη μὴ μία καὶ ἡ αὐτή, ἀλλὰ διάφορος (ἄλλη γὰρ ἄλλως τῶν σφαιρῶν κινεῖται, ἡ μὲν θᾶττον ἡ δὲ βραδύτερον), τὰ δὲ κύκλῳ κινούμενα οὐ διά τινος κινεῖται σώματος (οὐδὲ γὰρ τῷ διαιρεῖν ἄλλοτε ἄλλο σῶμα, οὕτω κινοῦνται, ἀλλ’ ἐφ’ ἑαυτὰς ἀναστρέφονται μηδὲν τέμνουσαι σῶμα, ἡ δὲ ἀπλανὴς οὐδὲ ἅπτεταί τινος ἔξωθεν), εἰ τοίνυν αἱ σφαῖραι μηδὲν τέμνουσαι σῶμα ὅμως καὶ ἐν χρόνῳ κινοῦνται, καὶ ἡ μὲν θᾶττον ἡ δὲ βραδύτερον, οὐκ ἄρα τὸ διὰ σώματος γίνεσθαι τὴν κίνησιν αἴτιόν ἐστιν ἢ τοῦ χρόνον δαπανᾶσθαι ἐν τῇ κινήσει, ἢ τοῦ εἶναι ἐν τῇ κινήσει τὸ θᾶττον καὶ τὸ βραδύτερον, ἀλλὰ διὰ μὲν τὴν ἐν τοῖς κινουμένοις δύναμιν διάφορον οὖσαν τὸ θᾶττον γίνεται καὶ τὸ βραδύτερον, τοῦ δὲ πάντως χρόνον δαπανᾶσθαι ἐν τῇ κινήσει καλῶς οἴονται, εἰ ὀξυτάτη εἴη ἡ κίνησις οἵα ἐστὶν ἡ τῆς ἀπλανοῦς, αὐτὸ τὸ τῆς κινήσεως εἶδος αἴτιον,2 λέγω δὴ τὸ πόθεν ποῖ εἶναι πᾶσαν κίνησιν. ἀδύνατον δὲ τὸ αὐτὸ καθ’ ἓν καὶ τὸ αὐτὸ νῦν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ γενέσθαι· εἰ τοίνυν τὸ ταχυκίνητον τῶν ὄντων καὶ μηδὲν διαιροῦν ἐν τῇ κινήσει σῶμα, ὅμως ἐν χρόνῳ κινεῖται δι’ αὐτὴν τὴν τῆς κινήσεως φύσιν, διὰ τί μὴ καὶ τὰ κατ’ εὐθεῖαν κινούμενα, κἂν διὰ κενοῦ ποιῶνται τὴν κίνησιν;
我回答说,这是因为自然物体全然必然地处于处所中、运动并静止;因为我断言,若不存在某种这样的间隔,位置运动是不可能产生的。因此,如果我们依照共同概念都一致同意物体处于处所中,且我们此前已经表明自然物体的处所无非就是这样一种间隔(因为物体就其为物体而言处于处所中,而它是依三个维度而言的物体,因此也是依三个维度而言处于处所中;如果这是真的,处所也必然向三方延伸,以便依据其自身的三个维度容纳向三方延伸之物),因此,如果自然物体必然有处所,且共同概念对此一致同意,而处所又被证明就是间隔,那么存在这样一种间隔便是必然的了。随着论述的推进,我们还将表明,若不存在这种间隔,甚至根本不会有位置运动——当然我并不是说虚空是分离且自存的(因为这一点我已多次指出),而是说在固有的定义上它是这样的,但却始终充满物体。至于说“如果两个间隔能相互穿透,为何不能是三个呢?”,这确实是徒劳的。因为既不可能有物体的间隔穿透物体的间隔,也不可能产生虚空处于虚空之中;因为虚空是静止不动的;因为它根本不是物体。因此,如果既不可能有虚空处于虚空之中,也不可能有物体处于物体之中,而仅仅可能物体作为充满物处于被充满物之中那样存在于虚空中,那么唯有物体的间隔处于处所的间隔中这二者能够同时存在,绝不可能是三个;因为既不可能处所产生在处所中,也不可能物体产生在物体中,更不可能在单一且同一的处所中有两个物体。 因此,取消虚空的各论证中没有一个具有必然性,这已被充分论述;而我们将首先表明,即使存在一个分离且被剥夺了一切物体的虚空,也绝不妨碍位置运动穿过它产生;其次,正如我已说过的,若不存在某种在其固有定义上被剥夺了一切物体(即便它从未脱离物体存在)的此类间隔,根本连位置运动的存在都是不可能的。因此,即便虚空是脱离物体的间隔,不仅不妨碍物体在时间中穿过它运动,而且也不妨碍运动中存在较快和较慢,这虽然通过驳斥那些看似确立这一点的论证已被证明,但也必须尝试就其自身来加以证明。首先,如果存在圆周运动,且这种运动并非单一且同一的,而是多样的(因为各天球各以不同方式运动,有的较快,有的较慢),而做圆周运动的物体并不穿过任何物体运动(因为它们并不是通过时而分割这一物体、时而分割那一物体而如此运动的,而是在自身之上回转且不切割任何物体,恒星天球甚至不从外部触及任何东西);因此,如果各天球虽不切割任何物体,却依然在时间中运动,且有的较快、有的较慢,那么,运动穿过物体产生便绝不是在运动中耗费时间的原因,也不是运动中存在较快和较慢的原因;相反,正是由于运动者内部的能力各异,才产生了较快和较慢;而对于在运动中全然耗费时间而言,即使运动是极其迅速的——如恒星天球的运动那样——人们正确地认为,正是运动的形式本身才是原因,我指的是一切运动都是从某处到某处。而在单一且同一的“现在”,同一事物不可能产生在不同的处所中。因此,如果诸存在物中运动最迅速者在运动中不分割任何物体,却由于运动的本性自身而在时间中运动,那么做直线运动的事物,即便通过虚空进行运动,又为何不能如此呢?
- 4.204φημὶ ὅτι διὰ τὸ τὰ φυσικὰ σώματα καὶ ἐν τόπῳ πάντως εἶναι καὶ κινεῖσθαι καὶ ἠρεμεῖν
这是对上一段末尾疑问句(τίς χρεία...;)的直接回答。主动词 φημί 引出 ὅτι 从句,其内部由带冠词不定式短语 διὰ τὸ ... εἶναι καὶ κινεῖσθαι καὶ ἠρεμεῖν 表达原因,宾格 τὰ φυσικὰ σώματα 充当各不定式的主语。
- 4.204τοῦ δὲ πάντως χρόνον δαπανᾶσθαι ἐν τῇ κινήσει καλῶς οἴονται, εἰ ὀξυτάτη εἴη ἡ κίνησις οἵα ἐστὶν ἡ τῆς ἀπλανοῦς, αὐτὸ τὸ τῆς κινήσεως εἶδος αἴτιον
句式骨架为 καλῶς οἴονται [τούτου] αἴτιον [εἶναι] αὐτὸ τὸ τῆς κινήσεως εἶδος。置于句首的属格带冠词不定式 τοῦ ... δαπανᾶσθαι 依附于 αἴτιον 作为宾格性属格,并与前面的 διὰ μὲν 分句形成对置(δέ)。条件从句 εἰ ὀξυτάτη εἴη ... 属插入成分,补充 οἴονται 的宾语与宾补的不定式 εἶναι 被省略。
