← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§67.18-69.2

基质与偶性的本质差异及巴门尼德批判

斐洛庞努斯解释说,白与其底层主体之间的差异并非由于分离的柏拉图理念,而是出于定义性本质的差异;随后他论证了巴门尼德派的“存在”既不可能仅仅是实体,也不可能仅仅是偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.39

" Καὶ οὐκ ἔστι παρὰ τὸ λευκὸν οὐδὲν χωριστόν· οὐ γὰρ ᾗ χωριστόν, ἀλλὰ τῷ εἶναι ἕτερον τὸ λευκὸν καὶ ᾧ ὑπάρχει.1" Ἐπειδὴ εἶπεν ὅτι ἕτερόν ἐστι τὸ λευκὸν τοῦ ὑποκειμένου, ἵνα μή τις ὑπονοήσῃ ὅτι τῷ εἶναι ἰδέαν τινὰ τοῦ λευκοῦ χωριστὴν καὶ οὐκ ἐν ὑποκειμένῳ τινί, ταύτῃ ἕτερός ἐστιν ὁ τοῦ λευκοῦ λόγος παρὰ τὸ ὑποκείμενον, διὰ τοῦτό φησιν ὅτι οὐκ ἔστι χωριστόν τι εἶδος ἕτερον παρὰ τὸ λευκὸν τὸ ἐν ὑποκειμένῳ τῷ σώματι τὸ εἶναι ἔχον, ὥσπερ τυχὸν ὑποτίθεται Πλάτων· οὐ γὰρ τῷ χωριστὸν εἶναί τι λευκὸν ἕτερόν ἐστι τοῦ ὑποκειμένου, ἀλλὰ τῷ τὴν οὐσίαν ἑτέραν ἔχειν, κἂν μυριάκις χωρισθῆναι οὐ πέφυκε, ταύτῃ καὶ τὸν ὁριστικὸν λόγον ἕτερον δέχεται. ὥστε εἰ ἀδύνατον ἓν εἶναι τῷ λόγῳ τὸ λευκόν, ταὐτὸν δὲ εἰπεῖν τὸ ὄν, οὐχ ἓν ἄρα οὐδ’ οὕτως τὸ ὄν. κἂν τὴν οὐσίαν δέ τις ὑπόθοιτο, ἀδύνατον πάλιν μίαν εἶναι τῷ λόγῳ· δεκτικὴ γὰρ αὕτη τῶν συμβεβηκότων, ἅτινα πάλιν ἕτερον τὸν τοῦ εἶναι δέχεται λόγον. ὥστε οὐδαμῶς ἓν εἶναι τὸ ὂν δυνατὸν ὡς τῷ λόγῳ ταὐτὸν ὄν. ἀλλὰ τοῦτο Παρμενίδης οὔπω συνεώρα, ὅτι κἂν ἅμα ὦσι καὶ ἐν τῷ αὐτῷ διάφορα πράγματα ἕτερον τὸν τοῦ εἶναι λόγον ἐπιδεχόμενα, οὐχ ἕν εἰσι διὰ τὸ ὑποκείμενον μᾶλλον ἢ πολλὰ διὰ τοὺς ὁριστικοὺς λόγους.2 καὶ τοῦτο τῆς πλάνης αὐτῷ αἴτιον γέγονε, τὸ ὁρᾶν τὰς κατηγορίας πάσας ἅμα οὔσας· ἐνόμισε γὰρ ὅτι διὰ τοῦτο καὶ τὸ ὂν ἕν ἐστιν.

“而在白的事物之外没有任何分离的存在;因为并不是由于分离,而是由于在存在上[不同],白的事物与它所属的事物才是不同的。” 由于他说白的事物与主体不同,为了不让人猜想是因为存在着白的某种分离的理念且不在任何主体之中,白之定义才在此方面不同于主体,为此他说,在物体这一主体中具有其存在的白之外,没有任何别的分离形式,就像柏拉图或许假定的那样;因为并非由于某种白是分离的,它才与主体不同,而是由于具有不同的本质,即便它千万次地本性上不能被分离,在此方面它也接受了不同的定义性说明。因此,如果白在定义上不可能是一(这等同于说“存在”),那么即使以这种方式存在也不是一。即便有人假定实体,它同样不可能在定义上是一;因为实体可接受偶性,而这些偶性又接受另一种存在的说明。因此,存在绝不可能作为在定义上同一之物而是一。然而巴门尼德尚未看清这一点:即便接受不同存在说明的不同事物同时且在同一事物之中,它们也不会因主体而是一,倒不如说因定义性说明而是多。而看到所有范畴都在一起,成了他犯错的原因;因为他以为,由于这个缘故存在也是一。

§1.40

"Ἀνάγκη δὴ λαβεῖν οὐ μόνον ἓν σημαίνειν τὸ ὄν, καθ’ οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν.3" Δείξας ὅτι οὐκ ἔστιν ὡς τῷ λόγῳ ταὐτὸν ἓν τὸ ὄν, βούλεται νῦν δεῖξαι ὅτι οὐδὲ ὡς συνεχές. εἴρηται δὲ ὅτι εἰ ὡς συνεχὲς ἕν, ἢ ὡς οὐσία μόνον ἔσται, ἢ συμβεβηκὸς μόνον, ἢ μικτὸν ἐξ ἀμφοῖν· τέως οὖν ὅτι οὐ δύναται οὐσία μόνον εἶναι δείκνυσιν. ἀνάγκη οὖν, φησίν, εὐγνωμονέστερον ἀκούοντας τῶν λόγων τὸ ὂν ὅ φασιν οὐ μόνον ἓν σημαίνειν ἐνδέχεσθαι, ὡς αὐτοί φασιν, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν· 〈ὅπερ ὄν,〉 τουτέστι τὸ κυρίως ὄν, τοῦτο δέ ἐστιν ἡ οὐσία, καὶ τὸ ἔμπαλιν ὅπερ ἕν, τουτέστι τὸ κυρίως ἕν, ὅπερ ἐστὶ τὸ τῷ ἀριθμῷ ἕν. οὐ γὰρ δή, φησί, τὸ συμβεβηκὸς ἂν λέγοιεν τὸ ὄν, τοῦτο δὲ ἐσήμανεν εἰπών· τὸ γὰρ συμβεβηκὸς καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ἐν ἄλλῳ ἔχει τὸ εἶναι. ὥστε κυριώτερον ἂν τὴν οὐσίαν λέγοιεν τὸ ὄν. εἶτα τοῦτο εἰπὼν τρέπεται εἰς τὸ δεῖξαι ὅτι ἀδύνατον τὸ συμβεβηκὸς αὐτοὺς ὑποτίθεσθαι. εἰ γὰρ τοῦτο, φησίν, εἴη τὸ ὄν, τὸ ᾧ συμβέβηκε τὸ ὂν οὐκ ἔσται, συμβέβηκε δὲ τῇ οὐσίᾳ· ὥστε εἰ τὸ συμβεβηκὸς μόνον ὄν, ἡ οὐσία οὐκ ὂν ἔσται (ἑτέρα γάρ ἐστι τοῦ ὄντος), εἰ δὲ οὐκ ὂν ἡ οὐσία, τί ὂν ἄρα οὐκ ὂν ἔσται4 (ὑπόκειται γὰρ ἡ οὐσία τῷ συμβεβηκότι, ὥστε ἔστι τι ἡ οὐσία)· ἀλλὰ τὸ συμβεβηκὸς μόνον ὄν, ὥστε ἡ οὐσία οὐκ ὄν· τὸ αὐτὸ ἄρα καὶ ὂν καὶ οὐκ ὄν, ὅπερ ἀδύνατον.

“因此必然不仅把‘存在’理解为对于它所被述说的那事物指示一,而且还指示本然的存在与本然的一。” 在表明了存在并非作为在定义上同一之物而是一之后,他现在意图表明它作为连续之物也不是一。而前面曾说过,如果它作为连续之物是一,它要么仅作为实体,要么仅作为偶性,要么作为两者的混合物;因此眼下他表明它不能仅仅是实体。他说,因此,对于以较为宽容的方式听取他们论述的人而言,必然要把他们所说的存在不仅理解为如他们自己所说的那样能够指示一,而且还指示本然的存在与本然的一:〈本然的存在,〉即本义上的存在,而这就是实体;相反,本然的一,即本义上的一,也就是在数目上的一。因为他说,他们绝不会把偶性说成是存在;而他通过说“因为偶性是就某个主体而被说的”,即它在另一事物中具有其存在,指明了这一点。因此他们更本义地会把实体说成是存在。随后在说了这话之后,他转向表明他们假定偶性是不可能的。因为他说,如果这是存在,那么存在作为偶性所属的事物将不存在,而它乃是作为偶性属于实体;因此,如果仅仅偶性是存在,实体就将是非存在(因为它是存在之外的别物);但如果实体是非存在,那么作为某种存在的事物它就将是非存在(因为实体作为偶性的主体,因而实体是某种东西);但唯有偶性是存在,因此实体是非存在;从而同一事物既是存在又是非存在,而这是不可能的。

语法注4 条
  1. 1.39οὐ γὰρ ᾗ χωριστόν, ἀλλὰ τῷ εἶναι ἕτερον τὸ λευκὸν καὶ ᾧ ὑπάρχει

    在对比的两个理由中,前者是表示方式的副词性从句(ᾗ χωριστόν[ἐστιν]),后者是表示原因或方面的带冠词不定式短语(τῷ εἶναι ἕτερον)。复合主语由“白的事物”(τὸ λευκόν)与“它所属的事物”(ᾧ ὑπάρχει,其中与格关系代词由 ὑπάρχει 支配)构成,ἕτερον 作表语形容词。

  2. 1.39οὐχ ἕν εἰσι διὰ τὸ ὑποκείμενον μᾶλλον ἢ πολλὰ διὰ τοὺς ὁριστικοὺς λόγους

    否定词 οὐχ 与 μᾶλλον ἤ 呼应,表达逻辑上的倾向否定:“并非因主体而为一,倒不如说因定义性说明而为多”。系动词 εἰσι 将两组相对比的原因短语(διὰ τὸ ὑποκείμενον 与 διὰ τοὺς ὁριστικοὺς λόγους)及其表语(ἕν 与 πολλὰ)并列起来。

  3. 1.40ὅπερ ὂν καὶ ὅπερ ἕν

    该成语由 ὅπερ 连同中性名词(ὂν, ἕν)构成,表达本质性的同一:“本然的存在”与“本然的一”(即本质上的或第一义的存在与单一性)。正如斐洛庞努斯随后的解释(τουτέστι τὸ κυρίως ὄν ... τουτέστι τὸ κυρίως ἕν)所示,它指称本义上的实体和数目上的一,而非偶性属性。

  4. 1.40τί ὂν ἄρα οὐκ ὂν ἔσται

    此处的 τί 作不定代名词(在文中印有重音,但在语境中指“某事物”),作分词 ὄν 的主语或表语,分词 ὄν 带有让步意味(“虽作为某种存在的事物,却将是非存在”)。紧接着的解释性分句(ὑπόκειται γὰρ ἡ οὐσία τῷ συμβεβηκότι, ὥστε ἔστι τι ἡ οὐσία)证实了实体确实是“某物”(τι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:67.18-69.2