- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:687.22-689.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯反驳了亚里士多德关于虚空对物体是徒劳的多余之物的论证,强调由质料与量的形式构成的物体中间隔不能等同于非物体、非物质的处所即虚空。
ὥστε καὶ νῦν ἢ τοὺς λόγους ἐλεγχέτωσαν δι’ ὧν ἐδείξαμεν ὑπάρχον τὸ τοιοῦτον διάστημα, ἢ, εἰ οἱ λόγοι ἀληθεῖς, μάταιον τῷ ὄντι τὸ ἀναιρεῖν τὸ ὂν διὰ τὸ μὴ δύνασθαι τὰς αἰτίας τοῦ εἶναι αὐτὸ ἀποδιδόναι ἢ τὰ δοκοῦντα δυσχερῆ εἰς τὸν περὶ αὐτοῦ λόγον μὴ δύνασθαι ἐπιλύειν, ὥσπερ ἂν εἰ καὶ μορίου τινὸς τῶν ἐν τῷ ζῴῳ μὴ δυνάμενός τις τὴν αἰτίαν ἀποδοῦναι μηδὲ εἶναι αὐτὸ λέγοι.1 ὄντος οὖν τοῦ πράγματος τὰ δυσχερῆ εἰς τὸν περὶ αὐτοῦ λόγον πειρατέον λύειν, οὐ διὰ ταῦτα τὴν φύσιν αὐτοῦ ἀναιρεῖν. ἔπειτα κακῶς τὸ κενὸν εἰς ταὐτὸν ἄγει τῷ σώματι· κἂν γὰρ πᾶσαν ἀνέλῃς τοῦ σώματος ποιότητα, οὐδ’ οὕτως ταὐτὸν ἔσται2 τὸ σωματικὸν διάστημα τῷ κενῷ. κἂν γὰρ ἀφέλωμεν πᾶσαν ποιότητα τοῦ σώματος, καταλειφθήσεται ἡ ὀγκωθεῖσα ὕλη καὶ τὸ ἄποιον σῶμα, ὅπερ σύγκειται ἐξ ὕλης καὶ τοῦ κατὰ ποσὸν εἴδους, τὸ δὲ κενὸν οὐ σύγκειται ἐξ ὕλης καὶ εἴδους· οὐδὲ γάρ ἐστι σῶμα, ἀλλὰ ἀσώματον καὶ ἄυλον, καὶ χώρα μόνη σώματος. εἰ τοίνυν τοῦ μὲν σώματος ἀφαιρεθεισῶν τῶν ποιοτήτων οὐδὲν ἧττον σῶμα τὸ καταλειπόμενον, τὸ δὲ κενὸν οὐκ ἔστι σῶμα, οὐδέποτε συμβήσεται σῶμα ἐν σώματι εἶναι, εἰ ἐν τῷ κενῷ ὡς ἐν τόπῳ εἴη τὸ σῶμα. ἀλλὰ ‘ναί’, φησιν· ‘εἰ γὰρ τὸ διάστημα καθὸ διάστημά ἐστιν ἐν τόπῳ ἐστίν, ὑφῃρήσθω αὐτοῦ καὶ ἡ ὕλη, ἥτις τῷ οἰκείῳ λόγῳ ἀσώματος οὖσα οὐδὲ ἔστιν ἐν τόπῳ· ὥστε ταύτῃ τὸ τοῦ σώματος διάστημα οὐδὲν διοίσει τοῦ κενοῦ.’ ἀλλ’ ἴστω ὁ τοιοῦτος ἀδύνατα αἰτῶν·3 οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ σῶμα, ὅπερ ἐν τόπῳ λέγομεν εἶναι καὶ χωρεῖν δι’ ἄλλου σώματος μὴ δύνασθαι, ἢ τὸ ἐξ ὕλης καὶ εἴδους συνεστηκός. ὑφαιρεθείσης οὖν τῆς ὕλης οἴχεται εὐθὺς καὶ τὸ τοῦ σώματος εἶδος· ἐν γὰρ τῇ ὕλῃ τὸ εἶναι ἔχει. ὥσπερ οὖν τὸ λευκὸν διακριτικὸν εἶναι λέγοντες ὄψεως οὐκ ἄλλως τοῦτο αὐτῷ ὑπάρχειν φαμὲν ἢ ἐν ὑποκειμένῳ τῷ σώματι ὄντι (καὶ ὅταν λέγωμεν τὰ ἐναντία μὴ δύνασθαι ἐν τῷ αὐτῷ εἶναι, τὰ ἐν ὑποκειμένοις τοῖς σώμασιν ὑπάρξαντα ἐναντία φαμέν, οἷον τὸ ἐν σώματι ψυχρὸν καὶ θερμόν, καὶ εἴ γε ἐκτὸς τοῦ σώματος αὐτὰ ἐπινοήσομεν, εὐθὺς καὶ τὸ οὕτως εἶναι αὐτῶν συναφῃρήμεθα· εἰ γὰρ μὴ ἐν ὑποκειμένῳ σώματι τὰ ἐναντία ἐπινοήσομεν, οὐδὲ μαχοῦνται ἀλλήλοις, καὶ κατὰ ταὐτὸν εἶναι αὐτὰ οὐδὲν κωλύει· ἔν τε γὰρ τῷ γένει δέδεικται ὡς οὐδὲν κωλύει εἶναι τὰ ἐναντία ἐνεργείᾳ, καὶ μία καὶ ἡ αὐτὴ ψυχὴ κατὰ ταὐτὸν τοὺς λόγους αὐτῶν ἔχει, ἀλλὰ καὶ μία τῶν ἐναντίων ἡ ἐπιστήμη), καὶ οὔτε τὸ λευκὸν διακριτικὸν ἔσται ὄψεως μὴ ὂν ἐν σώματι, οὔτε τὸ μέλαν συγκριτικόν, οὕτως οὖν κἂν σωματικὸν διάστημα ἐκτὸς ὕλης ἐπινοήσῃς, οὐκέτι δὲ ἐν τόπῳ ἔσται (οὐδὲ γὰρ φυσικὸν ἔτι), οὔτε τὸ τοιοῦτον λέγοιτο ἂν μὴ χωρεῖν διὰ σώματος. ἀλλ’ οὐδὲ ὅλως διαστατὸν ἔσται, εἰ μὴ τῷ λόγῳ, μᾶλλον δὲ οὐδὲ ἔστιν ὅλως τοιοῦτόν τι σῶμα ἐν ὑποστάσει, εἰ μή τις τὸ παράδειγμα λέγοι ἢ τὸν ὁριστικὸν λόγον, περὶ ὧν οὐδεὶς νῦν λόγος· περὶ γὰρ τῶν φυσικῶν ἡ πραγματεία. ἀνάγκη ἄρα πᾶσα τὸ ἐν τόπῳ σῶμα λεγόμενον εἶναι μὴ ἄλλο εἶναι ἢ τὸ φυσικόν, τοῦτο δέ ἐστι τὸ ἐξ ὕλης καὶ εἴδους. τούτου οὖν ἐν τῷ κενῷ ὡς ἐν τόπῳ ὄντος οὐκ ἂν ἕποιτο τὸ σῶμα ἐν σώματι εἶναι (οὐδὲ γὰρ σῶμα τὸ κενόν), οὐδὲ μάτην εἶναι τὸ κενόν, εἴ γε τόπος ἐστὶ τῶν σωμάτων. ἀλλ’ οὐδὲ ᾗ διάστημα τὸ σῶμα ἐν ἑτέρῳ ἔσται διαστήματι, ἀλλ’ ᾗ σωματικὸν διάστημα ἐν τοπικῷ. ὥστε οὐκ ἀνάγκη καὶ τὸ κενὸν ἐν ἄλλῳ διαστήματι εἶναι, εἴ γε μὴ καθὸ διάστημα τὸ σῶμα, ἀλλὰ καθὸ σῶμά ἐστιν, ἐν τοπικῷ ἐστι διαστήματι, ἐδείξαμεν δὲ καὶ ἐν τοῖς περὶ τοῦ τόπου λόγοις ἱκανῶς, ὅτι οὐχ ἕπεται τὸ σῶμα χωρεῖν διὰ σώματος, εἰ τὸ σῶμα μὲν ἐν κενῷ ὡς ἐν τόπῳ εἴη. εἰ δὲ λέγεις ὅτι ὄντος ἐν ἑκάστῳ τοῦ διαστήματος καὶ συμμετακινουμένου τοῖς σώμασι τίς χρεία ἔξωθεν ἕτερον διάστημα περιβάλλειν τοῖς σώμασι;
因此现在,要么让他们驳倒我们借以表明这种间隔存在的各论证,要么,如果这些论证是真实的,那么仅仅因为无法说明其存在的原因,或者无法化解关于它的论述中表面上的困难,就取消其实际存在,这确实是徒劳的(正如如果某人因无法说明动物体内某一器官的原因,就说它甚至根本不存在一样)。因此,既然事物确实存在,就应当尝试化解关于它的论述中的各困难,而不是因这些困难就取消它的本性。其次,他错误地将虚空归同于物体;因为即使你取消物体的全部性质,即便如此,物体的间隔也决不会与虚空同一。因为即使我们剥离物体的全部性质,所剩下的仍将是具有体积的质料和无性质的物体,即由质料和依量的形式所组成者,而虚空却并非由质料和形式组成;因为虚空甚至不是物体,而是非物体的、非物质的,并且仅仅是物体的空间。因此,如果在物体的各性质被剥离后,所剩下的依然无异于物体,而虚空却并非物体,那么只要物体像在处所中那样处于虚空中,就决不会推得物体在物体之中。然而他说:“是的;因为如果间隔仅仅就其为间隔而言处于处所中,那就让质料也从它之中被抽离吧,质料在其固有的定义上是非物体的,因而甚至不处于处所中;所以在这一点上物体的间隔与虚空将毫无区别。”但让这样的人知道,他是在要求不可能之事;因为我们所说的处于处所中且不能穿透另一物体的物体,无非是由质料与形式结合而成者。因此质料一旦被抽离,物体的形式随即也就消逝了;因为它的存在就在于质料之中。正如当我们说白色能离析视觉时,我们认定这唯有当它处于作为基底的物体中时才属于它(并且每当我们说相反者不能存在于同一事物中时,我们所指的是存在于作为基底的物体中的那些相反者,例如物体中的冷与热,而如果我们设想它们在物体之外,我们就随即也一并取消了它们以此方式的存在;因为如果我们不把相反者设想在基底物体中,它们甚至不会彼此相抗,没有任何东西阻止它们同时存在于同一事物中;因为在属中已经表明,没有任何东西阻止相反者在现实中存在,而且一个且同一的心灵同时具有它们的定义,并且相反者的知识也是单一的),且白色若不处于物体中便不会是离析视觉的,黑色也不会是聚合视觉的;同样,即使你在质料之外设想一个物体的间隔,它也将不再处于处所中(因为它也不再是自然的了),这样一种东西也不能被称为不能穿透物体。甚至根本不会是有间隔的,除非在定义上,或者更确切地说,这样的物体在自存中根本完全不存在,除非有人谈论范型或定义的表述,但关于这些现在并无论述;因为本论著探讨的是自然之物。因此完全必然的是:被称为处于处所中的物体,绝不是自然物体之外的任何东西,而自然物体就是由质料与形式组成者。因此,既然这物体像在处所中那样处于虚空中,就决不会推得物体在物体之中(因为虚空并不是物体),也不会推得虚空是徒劳的,只要它确实是各物体的处所。而且物体也不是就其为间隔而言处于另一间隔中,而是就其为物体的间隔而言处于处所的间隔中。因此,只要物体不是就其为间隔、而是就其为物体而言处于处所的间隔中,虚空也就决无必然性处于另一间隔中;我们在关于处所的论述中也已经充分表明,如果物体像在处所中那样处于虚空中,决不会推得物体穿透物体。但是,如果你说:既然在每个物体中都存在着间隔并且随物体一同运动,又何必从外部在物体周围包裹上另一个间隔呢?
- 4.204ὥσπερ ἂν εἰ καὶ μορίου τινὸς τῶν ἐν τῷ ζῴῳ μὴ δυνάμενός τις τὴν αἰτίαν ἀποδοῦναι μηδὲ εἶναι αὐτὸ λέγοι
ὥσπερ ἂν εἰ... λέγοι 构成假想比喻结构(ἄν 属于省略的归结句动词,λέγοι 为条件从句中的希求法)。属格短语 μορίου τινὸς 修饰分词从句中的 τὴν αἰτίαν,表示“动物体内某一器官的原因”。
- 4.204οὕτως οὖν κἂν σωματικὸν διάστημα ἐκτὸς ὕλης ἐπινοήσῃς, οὐκέτι δὲ ἐν τόπῳ ἔσται
在让步条件从句 κἂν... ἐπινοήσῃς(“即使你设想……”)之后,主句开头带有起归结作用的后置连词 δέ(apodotic δέ,归结句的δέ)。所有译文均将其作为条件句后的主节谓语予以连贯翻译。
- 4.204ἀλλ’ ἴστω ὁ τοιοῦτος ἀδύνατα αἰτῶν
动词 ἴστω(οἶδα 的第三人称单数命令式)支配补充说明的分词 αἰτῶν,意为“让这样的人知道他是在要求不可能之事”。
