← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§686.2-687.22

异种运动的时间比与对虚空作为处所的反驳

斐洛庞努斯通过不同类运动的例子论证时间的比例并不直接意味着介质或运动物体的比例,接着引介亚里士多德关于虚空作为处所乃是多余并导致间隔重叠的最后论证,并开始阐述自己的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.204#8

καίτοι οἱ χρόνοι αὐτῶν λόγον ἔχουσι πρὸς ἀλλήλους, καὶ οὐδ’ ἂν οὕτω τις μανείη, ὡς καὶ ταῦτα φάναι λόγον τινὰ σχήσειν πρὸς ἄλληλα ἢ τὸν αὐτὸν ἢ ἄλλον ὁντιναοῦν. καὶ τί λέγω ἐπὶ τῶν ἀνομογενῶν κινήσεων; οὐδὲ γὰρ εἰ τὸ μὲν θερμαίνοιτο ἐπὶ ὥραν μίαν, ἄλλο δὲ μελαίνοιτο ἐπὶ ὥρας δύο, ἢ καὶ εἰ ἀμφότερα μελαίνοιτο, τὸ μὲν ἐπὶ μίαν ὥραν τὸ δὲ ἐπὶ δύο, ἀνάγκη ὡς ἔχουσιν οἱ χρόνοι πρὸς ἀλλήλους οὕτως ἔχειν καὶ τὰ κινούμενα κατὰ τὴν σύστασιν,1 οὐδὲ πάλιν ἐπειδὴ ὁ μὲν χρόνος τῆς σεληνιακῆς κινήσεως λόγον τινὰ ἔχει πρὸς τὸν χρόνον τῆς κινήσεως τοῦ Ἑρμοῦ, ἀνάγκη ἤτοι τὰς σφαίρας τὸν αὐτὸν λόγον ἔχειν πρὸς ἀλλήλας κατὰ τὴν σύστασιν, ἢ τοὺς τόπους ἐφ’ ὧν κινοῦνται, οὐδ’ αὖ πάλιν ἐπειδὴ πάσης εὐθυφορικῆς διὰ σώματος γινομένης κινήσεως ὁ χρόνος λόγον τινὰ ἔχει πρὸς τὸν χρόνον τῆς κινήσεως τῆς σεληνιακῆς σφαίρας, ἀνάγκη δήπου καὶ τὰ ἐφ’ ὧν κινοῦνται, οἷον ὁ ἀὴρ καὶ ἡ ἐπιφάνεια ἡ περιέχουσα τὴν σελήνην, τὸν αὐτὸν λόγον ἔχειν πρὸς ἄλληλα, ἢ ὅλως συμβλητὰ εἶναι· οὐ γὰρ συμβλητὰ τὰ ἀνομοιογενῆ, ὡς καὶ αὐτὸς εἶπε. διὰ πάντων ἄρα δῆλον γέγονεν, ὅτι οὐκ ἀνάγκη, εἰ χρόνοι τινὲς λόγον ἔχουσι πρὸς ἀλλήλους, ἤδη καὶ τὰ ὧν εἰσὶν οἱ χρόνοι λόγον τινὰ ἔχειν πρὸς ἄλληλα· χρόνου μὲν γὰρ μία καὶ ἡ αὐτὴ φύσις ἥτις πᾶσαν παραμετρεῖ κίνησιν, οὐ πᾶσα δὲ κίνησις πάσῃ κινήσει συμβλητή, οὐδὲ πᾶν δι’ οὗ ἡ κίνησις παντὶ συμβλητόν· οὐδὲ γὰρ ἡ ἀλλοίωσις τῇ αὐξήσει συμβλητή, οὐδὲ τὸ κατ’ ἐπιστήμην ἀλλοιούμενον τῷ λευκαινομένῳ ἢ μελαινομένῳ συμβλητόν. ὥσπερ οὖν ἐπὶ τούτων οἱ μὲν χρόνοι λόγον ἔχουσι πρὸς ἀλλήλους, τὰ δὲ ὧν ὁ χρόνος κατηγορεῖται διὰ τὸ ἀνομοιογενῆ εἶναι οὐκ εἰσὶ συμβλητά, οὕτω φημὶ καὶ ἐπὶ τοῦ προκειμένου, τὸν μὲν χρόνον τὸν διὰ τοῦ κενοῦ πρὸς τὸν χρόνον τὸν διὰ τοῦ σώματος λόγον ἔχειν τινά, διότι καὶ πᾶς χρόνος πρὸς πάντα χρόνον πεπερασμένον λόγον τινὰ ἔχει, τὸ μέντοι κενὸν πρὸς τὸ πλῆρες οὐδένα ἔχειν λόγον· ἀνομογενῆ γὰρ ταῦτα ἀλλήλοις. Τὰ μὲν οὖν ἐκ τῆς κατὰ τόπον κινήσεως ἐπιχειρήματα ἱκανῶς διεξῆλθεν ὁ λόγος, τελευταῖον δέ ἐστιν ἐπιχείρημα, ὅτι οὐδὲ τόπου χρείαν τοῖς σώμασι πληροῖ τὸ κενόν, ὡς ἐκ τούτου συμβαίνειν μάτην αὐτὸ εἶναι, μᾶλλον δὲ μηδὲ εἶναι· οὐδὲν γὰρ μάτην ἐν τοῖς γεγονόσιν. εἰ γὰρ εἴη, φησί, τὸ κενόν, ἀνάγκη τὸ ἐντιθέμενον ἐν αὐτῷ σῶμα διὰ τοσούτου χωρεῖν τοῦ κενοῦ διαστήματος, ὅσον ἐστὶν αὐτό· ὥστε, φησίν, ἐπειδὴ κατ’ οὐδὲν ἄλλο ἐστὶν ἐν τόπῳ τὸ σῶμα ἢ καθὸ διάστημά ἐστιν, ἐὰν χωρίσωμεν αὐτοῦ πάντα καθ’ ἃ μὴ ἔστιν ἐν τόπῳ, οἷον τὸ χρῶμα τὸ βαρὺ καὶ τὰ ἄλλα πάντα, οὐδὲν καταλειφθήσεται πλὴν τοῦ διαστήματος· ὥστε οὐδὲν διοίσει τοῦ διαστήματος τὸ κενόν. εἰ δὲ μηδὲν διαφέρουσιν ἀλλήλων τό τε τοῦ σώματος διάστημα καὶ τὸ τοῦ κενοῦ, τί ἐδέησεν ἔξωθεν ἄλλο διάστημα περιβαλεῖν τοῖς σώμασιν ἔχοντος οἴκοθεν ἑκάστου σώματος τὸ οἰκεῖον διάστημα; οὐδὲν ἄρα τοῦ κενοῦ τοῖς σώμασι χρεία. καὶ εἰ δύο διαστήματα ὅμοια ἐχώρησαν δι’ ἀλλήλων, καὶ δύο σώματα χωρήσουσι. τὰ γὰρ σώματα κατ’ οὐδὲν ἄλλο ἢ καθὸ διαστήματά εἰσιν οὐχ οἷά τέ εἰσι χωρεῖν δι’ ἀλλήλων· οὐ γὰρ καθὸ πεποίωνται οὐ χωροῦσι δι’ ἀλλήλων2 (πολλὰς γὰρ κατὰ ταὐτὸν ποιότητας οὐδὲν κωλύει εἶναι), ἀλλὰ καθὸ διαστήματά ἐστι. καὶ εἰ ὅλως δύο, διὰ τί μὴ καὶ πλείονα; καὶ εἰ τὸ διάστημα ᾗ διάστημά ἐστιν ἑτέρου δεῖται διαστήματος, καὶ τὸ κενὸν ἑτέρου κενοῦ δεηθήσεται (διάστημα γὰρ τὸ κενόν), ὥστε κενὸν ἐν κενῷ ἔσται. ἐγὼ δὲ πρὸς ταῦτα πρῶτον μὲν ἐκεῖνό φημι, ὅτι εἰ δέδεικται ἡμῖν ἐν τοῖς περὶ τοῦ τόπου λόγοις, ὅτι ἐξ ἀνάγκης ἐστὶν ἐν τοῖς οὖσι τοιοῦτον διάστημα κενὸν παντὸς σώματος τῷ ἰδίῳ λόγῳ, ὅπερ καὶ τόπος ἐστὶ τῶν σωμάτων, μάταιον τὸ λέγειν ὅτι ὄντος ἐν ἑκάστῳ τῶν σωμάτων διαστήματος περιττὸν τὸ ἔξωθεν ἄλλο διάστημα περιβαλεῖν τοῖς σώμασιν·3 οὐ γὰρ ἡμεῖς πλάττομεν τὰς τῶν πραγμάτων φύσεις, ἀλλ’ ὅπως ἔχουσι τὰ πράγματα, γνῶναι σπουδάζομεν, οὐδ’ ἐὰν τὰς αἰτίας τῶν γινομένων μὴ δυνηθῶμεν ἀποδοῦναι, ἀναιρεῖν καὶ τὸ εἶναι αὐτῶν ὀφείλομεν.

尽管它们的时间彼此具有比例,但决不会有人如此发疯,以至于说这些事物彼此也会具有某种比例,无论是同一比例还是任何其他比例。关于不同类的运动我又要说什么呢?因为即使一个事物被加热一小时,而另一个事物变黑两小时,或者即便两者都变黑,一个持续一小时而另一个持续两小时,运动之物在构成上也并不必然如诸时间彼此相关那样相关;同样,也决不因为月球运动的时间对赫尔墨斯星运动的时间具有某种比例,各天球在构成上彼此就必然具有同一比例,或者它们在其中运动的各处所就必然具有同一比例;又同样,决不因为穿过物体产生的任何直线运动的时间对月球天球的运动时间具有某种比例,它们在其中运动的事物(例如空气和包围月球的表面)彼此就必定具有同一比例,或者根本上是可比较的;因为正如他自己也说过的那样,不同类的事物是不可比较的。因此,通过所有这一切已经显明:如果某些时间彼此具有比例,这些时间所属的事物并不必然彼此也就具有某种比例;因为测度一切运动的时间本性是一且同一的,但并非所有运动都与所有运动可比较,运动所穿过的一切事物也并非都与一切事物可比较;因为变质与增长不可比较,就知识而言发生变质的事物也与变白或变黑的事物不可比较。正如在这些情形中,各时间虽然彼此具有比例,但时间所被表述的事物由于是不同类的而不可比较,因此我在当前问题上也说,穿过虚空的时间确实对穿过物体的时间具有某种比例,因为一切时间对一切有限的时间都具有某种比例,然而虚空对充满之物却不具有任何比例;因为它们彼此是不同类的。那么,基于处所运动的论证,这一论述已经进行了充分探讨;而最后的论证是:虚空甚至不能为物体满足处所的功用,以至于由此推得它是徒劳存在的,更确切地说是甚至根本不存在;因为在生成的事物中没有任何东西是徒劳的。因为他说,如果虚空存在,被放入其中的物体必然要穿过与其自身同样大小的虚空间隔;因此他说,既然物体除了作为间隔之外绝不在任何其他方面处于处所中,那么如果我们从它身上分离出一切它并非借以处于处所中的东西(例如颜色、重量和所有其他东西),除了间隔之外就什么也不会留下;因此虚空与[物体的]间隔毫无区别。但如果物体的间隔与虚空的间隔彼此毫无区别,既然每个物体自身本来就具有其固有的间隔,又何必从外部在物体周围包裹上另一个间隔呢?因此对于物体而言根本不需要虚空。而且,如果两个相似的间隔彼此穿透,那么两个物体也将彼此穿透。因为物体除了作为间隔之外,绝不因任何其他方面而不能彼此穿透;因为并非就其具有性质而言它们不能彼此穿透(因为没有任何东西阻止在同一事物中存在许多性质),而是就它们是间隔而言[不能穿透]。如果根本上可以有两个[穿透],为什么不能有更多呢?而且,如果间隔就其为间隔而言需要另一个间隔,虚空也将需要另一个虚空(因为虚空就是间隔),以至于将会有虚空在虚空之中。然而面对这些说法,我首先陈述这一点:如果我们在关于处所的论述中已经表明,在存在者中必然存在这样一种按照其自身固有定义无任何物体的间隔,它也是各物体的处所,那么声称既然在每个物体中存在着间隔,从外部在物体周围包裹上另一个间隔是多余的,这乃是徒劳之论;因为我们并不是在捏造事物的本性,而是在竭力认识事物是如何存在的,并且决不应当仅仅因为我们可能无法说出生成之物的各原因,就将它们的存在本身也一并取消。

语法注3 条
  1. 4.204ἀνάγκη ὡς ἔχουσιν οἱ χρόνοι πρὸς ἀλλήλους οὕτως ἔχειν καὶ τὰ κινούμενα κατὰ τὴν σύστασιν

    由非人称表达式 ἀνάγκη [ἐστί] 所支配的宾格加不定式结构,其中 ἔχειν 是不定式,τὰ κινούμενα 是其逻辑主语。相关副词 ὡς... οὕτως...(“正如……同样……”)并列了各时间的比例与各运动物体的构成关系。

  2. 4.204οὐ γὰρ καθὸ πεποίωνται οὐ χωροῦσι δι’ ἀλλήλων

    双重否定结构(οὐ γὰρ ... οὐ χωροῦσι),构成部分否定:“因为并非由于具有性质它们才不能彼此穿透”。此句与紧随其后的 ἀλλὰ καθὸ διαστήματά ἐστι 形成对比,表明在亚里士多德看来,物体不可相互穿透的原因在于空间延展(间隔)而非性质。

  3. 4.204ὄντος ἐν ἑκάστῳ τῶν σωμάτων διαστήματος περιττὸν τὸ ἔξωθεν ἄλλο διάστημα περιβαλεῖν τοῖς σώμασιν

    前半句 ὄντος ἐν ἑκάστῳ τῶν σωμάτων διαστήματος 是表示原因或条件的独立属格结构。后半句中,带有冠词的不定式 τὸ ... περιβαλεῖν 作为谓词形容词 περιττόν [ἐστί] 的主语,整个结构构成 λέγειν 所支配的 ὅτι 宾语从句内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:686.2-687.22