- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:684.19-686.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯论证道,运动所耗费的时间是由物体的稠密度添加的,而虚空本身决不添加时间,因此不能将运动时间的比例转移到虚空与充实媒质本身的稠密度比例上,由此指出了亚里士多德的推论谬误。
εἰ γὰρ ἡ διαφορὰ τῶν κινήσεων μὴ μόνον παρὰ τὰ δι’ οὗ γίνεται, ἀλλὰ καὶ παρ’ αὐτὰ τὰ φερόμενα, τὸ δὲ δι’ οὗ αἴτιον γίνεται τοῦ χρόνου τῆς κινήσεως ἐμποδιστικόν, ἐμποδίζει δὲ τῇ συστάσει τῆς σωματότητος χρόνου δεομένης ἵνα διαιρεθῇ, ὅταν δὲ διὰ κενοῦ γίνηται ἡ κίνησις, χρόνος μὲν δαπανᾶται, διότι ἁπλῶς πᾶσα κίνησις ἐν χρόνῳ, διὰ τὸ μὴ ἐνδέχεσθαι τὸ κινούμενον ἅμα εἶναι ἐν ἀμφοτέροις τοῖς ἄκροις, τοσόσδε μέντοι ἢ τοσόσδε χρόνος διὰ τὴν οἰκείαν ἑκάστου ῥοπὴν γίνεται, δι’ αὐτὸ δὲ τὸ κενόν, ᾗ κενόν ἐστιν, οὐδένα δαπανᾷ χρόνον τὰ κινούμενα ὡς διὰ τὸ σῶμα, ὅταν διὰ σώματος κινῶνται (οὐδὲ γὰρ ὅλως ἔστι τις σύστασις τοιαύτη τοῦ κενοῦ, οἷον σωματότης τις, ὥστε καὶ δεῖσθαι διαιρέσεως, ἀλλὰ μόνον ὑπόκειται ὡς διάστημα ἀσώματον τῷ φερομένῳ καὶ χώρα μηδὲν αὐτῷ τὸ σύνολον ἐμποδίζον), πῶς οἷόν τε λέγειν ὅτι εἰ διὰ κενοῦ εἴη κίνησις, λόγον τινὰ ἕξει τὸ κενὸν πρὸς τὸ πλῆρες κατὰ τὴν σύστασιν; εἰ γὰρ διὰ μὲν τὴν σωματικὴν σύστασιν καὶ παχυμέρειαν δαπανᾶταί τις χρόνος ἐν τῇ κινήσει, διὰ δὲ τὸ κενὸν ὡς κενὸν οὐδὲ εἷς δαπανᾶται χρόνος χρόνων μὴ ὄντων τῶν συγκρινομένων πρὸς ἀλλήλοις,1 λέγω δὴ τοῦ διὰ κενὸν καὶ τοῦ διὰ τὸ σῶμα, ἀλλ’ ἑνὸς μόνου ὄντος χρόνου, οὐδὲ ἂν τὸ κενὸν συγκρίνοιτο ἂν καὶ λόγον ἔχοι τινὰ πρὸς τὸ πλῆρες. εἰ γὰρ διὰ τὸ τοὺς χρόνους ἔχειν πρὸς ἀλλήλους λόγον συνῆξεν ὁ Ἀριστοτέλης καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες λόγον ἔχειν τινά, ἐπειδὴ δέδεικται ὅτι διὰ μὲν τὸ σῶμα ὡς σῶμα χρόνος τις προστίθεται τοῖς διὰ σώματος κινουμένοις, διὰ δὲ τὸ κενὸν ὡς κενὸν οὐδὲ εἷς προστίθεται χρόνος τοῖς διὰ κενοῦ κινουμένοις, ἀνάγκη τῶν χρόνων τοῦ κενοῦ καὶ τοῦ πλήρους μηδένα ἐχόντων λόγον πρὸς ἀλλήλους, διὰ τὸ μηδὲ εἶναι ὅλως δύο χρόνους ἀλλ’ ἕνα αὐτὸν διὰ τὸ σῶμα, μηδὲ τὸ κενὸν καὶ τὸ σῶμα λόγον τινὰ ἔχειν πρὸς ἄλληλα. ὡς μὲν γὰρ διαστήματα ἁπλῶς τὸ κενὸν καὶ τὸ πλῆρες, οἷον πηχυαῖα ἢ σταδιαῖα, ἔχουσι λόγον πρὸς ἄλληλα καθ’ αὑτὰ μόνα τὰ ἀσώματα μεγέθη καὶ αὐτὸ τὸ ποσόν (καὶ γὰρ καὶ οἱ χρόνοι τῶν δι’ αὐτῶν κινουμένων ὡς διὰ τοσῶνδε ἁπλῶς διαστημάτων ἔχουσι πρὸς ἀλλήλους λόγον), εἰ μέντοι τὸ μὲν πεπληρωμένον εἴη σώματος τὸ δὲ κενόν, οὐκέτι ἀνάγκη τὸ πεπληρωμένον λόγον τινὰ ἔχειν πρὸς τὸ κενὸν κατ’ αὐτὴν τὴν ὑπόστασιν καὶ οἷον παχυμέρειαν καὶ σωματότητα, ἐπειδὴ μηδὲ χρόνοι εἰσὶ τούτων αὐτῶν δι’ αὐτά, ᾗ τοιαῦτά ἐστι, συγκρινόμενοι πρὸς ἀλλήλους, ὥσπερ εἴρηται, ἀλλὰ διὰ μὲν τὸ σῶμα, ᾗ τοιοῦτόν ἐστι, προστίθεται χρόνος τις ἐν τῇ κινήσει, διὰ δὲ τὸ κενόν, ᾗ κενόν ἐστιν, οὐδὲ εἷς προστίθεται χρόνος. ὥστε τοῦ προστεθέντος χρόνου διὰ τὸ σῶμα μηδένα λόγον ἔχοντος πρὸς ἄλλον τινὰ χρόνον διὰ τινα σύστασιν τοῦ κενοῦ προστεθέντα, οὐδ’ ἂν τὸ κενὸν πρὸς τὸ σῶμα λόγον ἔχοι τινά, ᾗ τοιαῦτά ἐστι. συνέβη δὲ ὁ παραλογισμός, διότι ἁπλῶς τὸν τῶν χρόνων ὁπωσοῦν λαμβανομένων λόγον ἐβουλήθη πάντως μετενεγκεῖν καὶ ἐπὶ ταῦτα ὧν ὁ χρόνος κατηγορεῖται·2 ἐπειδὴ γάρ φαμεν, εἰ τύχοι, διπλασίονα εἶναι τὸν χρόνον τῆς κινήσεως διὰ τοῦ ἀέρος τοῦ χρόνου τῆς κινήσεως τῆς διὰ τοῦ κενοῦ, ἀνάγκη, φησί, τὸν αὐτὸν λόγον καὶ τὸν ἀέρα πρὸς τὸ κενὸν ἔχειν κατ’ αὐτὴν τὴν σωματικὴν σύστασιν, καὶ εἶναι οἷον διπλασίως αὐτοῦ παχύτερον. τοῦτο δὲ οὐκ ὀρθῶς εἴληπται· εἴποιμι γὰρ ἂν ταύτῃ κἀγώ,3 ἐπειδὴ ἐν τῷ διανοεῖσθαι τόδε τὸ θεώρημα χρόνος τις διαγέγονεν, οἷον ὥρα μία, καὶ ἔστι χρόνος τις τῆς τοιαύτης διανοήσεως ἡ μία ὥρα, καὶ λίθου τινὸς κινηθέντος διάστασίν τινα δι’ ὕδατος διαγεγόνασιν ὧραι δύο, ἀνάγκη δήπου, τῶν χρόνων ἐχόντων λόγον πρὸς ἀλλήλους, καὶ τὰ ὧν ὁ χρόνος κατηγορεῖται τὸν αὐτὸν λόγον ἔχειν πρὸς ἄλληλα· ἐχέτω οὖν τὸν διπλασίονα λόγον κατὰ σύστασιν τὸ ὕδωρ πρὸς τὴν διάνοιαν καὶ ἡ κίνησις πρὸς τὴν διανόησιν καὶ ὁ λίθος πρὸς τὸ θεώρημα, τοῦτο δὲ καταγέλαστον.
因为,如果运动的差异不仅由于运动所穿过的事物而产生,而且也由于被运载的事物本身而产生,而运动所穿过的事物成为阻碍运动时间的原因,并通过为了被分割而需要时间的物体性的构成产生阻碍,但在运动穿过虚空产生时,时间确实被耗费,因为绝然地所有运动都在时间中,乃是由于运动之物不可能同时在两个端点,然而这般或那般量度的时间是由于各自特有的重力而产生的,而由于虚空本身(就其为虚空而言),运动之物决不耗费任何时间,如同在穿过物体运动时由于物体而耗费那样(因为虚空完全不存在这样某种如同某种物体性那样的构成,以至于需要分割,相反它仅仅作为非物体的间隔和完全不阻碍它的处所底层存在于被运载之物之下),那么怎么可能说,如果穿过虚空有运动,虚空按照构成对充满之物将具有某种比例呢?因为,如果由于物体的构成和粗大性而在运动中耗费了某种时间,而由于虚空作为虚空却连一个时间也不被耗费,既然并不存在彼此相比较的诸时间——我指的就是由于虚空的时间和由于物体的时间——而是仅存在单一的时间,那么虚空也就不会被比较,并且不会对充满之物具有任何比例。因为,即便亚里士多德由于诸时间彼此具有比例而推断虚空对充满之物也具有某种比例,但既然已经表明,由于物体作为物体,某种时间被添加到穿过物体运动之物上,而由于虚空作为虚空,却连一个时间也没有被添加到穿过虚空运动之物上,那么必然地,在虚空和充满之物的时间彼此不具有任何比例的情况下(因为完全没有两个时间,而只有由于物体的这一个时间本身),虚空和物体彼此也决不具有任何比例。因为,绝然地作为间隔(例如一肘或一斯塔德的间隔),虚空和充满之物仅仅按照自身作为非物体的量度以及数量本身,确实彼此具有比例(因为穿过它们运动之物的时间,绝然地作为穿过如此之大的间隔的时间,确实也彼此具有比例);然而,如果一个充满了物体而另一个是虚空的,那么已充满之物就再也没有必然性在其实存本身以及所谓粗大性和物体性上对虚空具有某种比例,因为正如所说的那样,甚至不存在这些事物本身由于自身(就其为如此而言)的彼此相比较的时间,相反,由于物体(就其为如此而言)在运动中被添加了某种时间,而由于虚空(就其为虚空而言)却连一个时间也没有被添加。因此,既然由于物体所添加的时间对由于虚空的某种构成所添加的任何其他时间不具有任何比例,虚空对物体(就它们为如此而言)也就不会具有任何比例。而这一谬误之所以产生,是因为他想要绝然且无论如何都将以任何方式取得的时间的比例,也转移到时间所被表述的这些事物之上。因为他说,既然我们若碰巧说,穿过空气的运动时间是穿过虚空的运动时间的两倍,那么空气对虚空也必然在其物体性构成本身上具有同一比例,并且犹如是它的两倍稠密。但这并没有被正确地设定。因为关于这一点我也可以这样说:既然在思忖这一定理时过去了一定时间(例如一小时),而这一小时是这种思忖的某种时间,并且当某块石头穿过水运动了某一间隔时过去了两个小时,那么无疑,既然各时间彼此具有比例,时间所被表述的事物彼此也必然具有同一比例;那么就让水按照构成对思忖具有两倍的比例,让运动对思忖过程、让石头对定理具有两倍的比例吧——但这纯属荒谬可笑。
- 4.204χρόνων μὴ ὄντων τῶν συγκρινομένων πρὸς ἀλλήλοις
带有否定词 μή 的属格绝对结构。正如紧接着的语句“λέγω δὴ τοῦ διὰ κενὸν καὶ τοῦ διὰ τὸ σῶμα, ἀλλ’ ἑνὸς μόνου ὄντος χρόνου”所阐明的那样,它表达了一种原因或条件:“由于不存在彼此相比较的两个时间(即由于虚空的时间与由于物体的时间),而仅存在单一的时间”。
- 4.204ἐβουλήθη πάντως μετενεγκεῖν καὶ ἐπὶ ταῦτα ὧν ὁ χρόνος κατηγορεῖται
动词 ἐβουλήθη 的主语由上下文可知指亚里士多德。κατηγορεῖται 为被动态,支配属格 ὧν,意为“时间所被表述的那些事物”。该句批评了他将耗费时间的比例无差别地转移到被表述该时间的载体或媒质本身之上。
- 4.204εἴποιμι γὰρ ἂν ταύτῃ κἀγώ
带有 ἄν 的潜能希求法。“因为就此而言我也可以这样说”。随后的 ἐπειδὴ ... 直至 καταγέλαστον 构成了一个归谬法论证,通过将同种逻辑应用于思忖和运动,以揭示亚里士多德推论的荒谬性。
