← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§683.5-684.19

驳下落速度与物体重量成正比说

约安尼斯·斐罗庞诺斯反驳了下落速度正比于物体重量的假定,指出从同一高度落下不同重量的物体在时间上并无明显差异的事实,进而否定了介质微细程度与运动时间之间的严格比例关系,并论证虚空对充满介质绝不具有任何比例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.204#6

εἰ γὰρ ὃν λόγον ἔχουσιν οἱ χρόνοι τῶν κινήσεων πρὸς ἀλλήλους, τοῦτον ἔχειν ἀνάγκη τὸν λόγον καὶ τὰ δι’ ὧν ἡ κίνησις ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος τοῦ κινουμένου δι’ ἀμφοῖν, ἐπειδὴ ἡ διαφορὰ τῶν κινήσεων οὐ μόνον παρὰ τὰ δι’ οὗ γίνεται, ἀλλὰ καὶ παρ’ αὐτὰ τὰ φερόμενα, εὔλογον δήπου, εἰ ἓν ἦν καὶ τὸ αὐτὸ δι’ οὗ ἡ κίνησις, διάφορα δὲ τὰ κινούμενα κατὰ τὰς ῥοπάς, ὃν λόγον ἔχουσιν αἱ ῥοπαὶ πρὸς ἀλλήλας, τοῦτον ἔχειν τὸν λόγον καὶ τοὺς χρόνους τῶν κινήσεων πρὸς ἀλλήλους, οἷον εἰ διπλασίων ἡ ῥοπή, ἐν τῷ ἡμίσει χρόνῳ γενέσθαι τὴν κίνησιν, καὶ εἰ τὸ διλιτριαῖον βάρος ἐν ὥρᾳ σταδιαῖόν τι διάστημα δι’ ἀέρος καταφέρεται, τὸ λιτριαῖον ἐν ἡμιωρίῳ κατενεχθήσεται1 τὸ αὐτὸ διάστημα, καὶ ἔμπαλιν ὃν οἱ χρόνοι λόγον ἔχουσι πρὸς ἀλλήλους, τοῦτον ἔχειν ἀνάγκη καὶ τὰ κινούμενα τὸν λόγον. τοῦτο δὲ παντελῶς ἐστι ψεῦδος. καὶ τοῦτο ἔστι πιστώσασθαι κρεῖττον πάσης διὰ λόγων ἀποδείξεως ἐξ αὐτῆς τῆς ἐναργείας. πολλῷ γὰρ πάνυ μέτρῳ διαφέροντα ἀλλήλων δύο βάρη ἅμα ἀφεὶς ἐκ τοῦ αὐτοῦ ὕψους ὄψει ὅτι οὐχ ἕπεται τῇ ἀναλογίᾳ τῶν βαρῶν ἡ ἀναλογία τοῦ χρόνου τῶν κινήσεων, ἀλλὰ πάνυ ἐλαχίστη τις ἡ διαφορὰ κατὰ τοὺς χρόνους γίνεται, ὡς εἰ μὴ πολλῷ πάνυ μέτρῳ διαφέροιεν ἀλλήλων τὰ βάρη, ἀλλ’ οἷον τὸ μὲν διπλάσιον εἴη τὸ δὲ ἥμισυ, οὐδὲ διαφορὰν τινα σχήσουσιν οἱ χρόνοι τῶν κινήσεων, ἤ, εἰ καὶ σχήσουσιν, οὐκ αἰσθητὴν ἕξουσι, καίτοι τῶν βαρῶν οὐ τοιαύτην ἐχόντων τὴν διαφοράν, ἀλλὰ διπλασίῳ λόγῳ ἔχοντος τοῦ ἑτέρου πρὸς τὸ ἕτερον. εἰ δὲ διαφόρων ὄντων τῶν κινουμένων, ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ δι’ οὗ κινοῦνται, οὐχ ὃν λόγον ἔχουσι πρὸς ἄλληλα τὰ σώματα, τοῦτον ἔχουσι πρὸς ἀλλήλους τὸν λόγον καὶ οἱ χρόνοι τῶν κινήσεων, καὶ ἔμπαλιν οὐχ ὃν λόγον ἔχουσιν οἱ χρόνοι, τοῦτον καὶ τὰ κινούμενα, εὔλογον δήπου, κἂν τὰ αὐτὰ μὲν καὶ ὅμοια ᾖ τὰ κινούμενα, διάφορα δὲ τὰ δι’ ὧν κινοῦνται, οἷον ἀὴρ καὶ ὕδωρ, μὴ ὃν λόγον ἔχουσι πρὸς ἄλληλα ὁ ἀὴρ καὶ τὸ ὕδωρ, τοῦτον ἔχειν τὸν λόγον καὶ τοὺς χρόνους τῶν κινήσεων τὸν διὰ τοῦ ἀέρος καὶ τὸν διὰ τοῦ ὕδατος, μηδὲ ὃν λόγον ἔχουσιν οἱ χρόνοι πρὸς ἀλλήλους, τοῦτον ἔχειν καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα δι’ ὧν ἡ κίνησις. εἰ δὲ μὴ ἕπεται τῷ λόγῳ τῆς διαφορᾶς τῶν σωμάτων ἡ διαφορὰ τῶν χρόνων, ἐὰν ἄρα διπλασίως λεπτόν τι σῶμα ληφθῇ, οὐκ ἐν τῷ ἡμίσει χρόνῳ κινηθήσεται, ἀλλ’ ἐν πλείονι, καί, ὅπερ ἐν τοῖς ἔμπροσθεν εἶπον, ὅσῳ ἂν λεπτύνηται τὸ σῶμα, μειοῦται μὲν ὁ χρόνος ὁ προστιθέμενος ἐκ τῆς τοῦ σώματος διαιρέσεως, οὐδέποτε δὲ δαπανᾶται καὶ μειοῦται κατὰ τὴν ἀναλογίαν τῆς λεπτύνσεως, ὡς εἴρηται· οὐδὲ γὰρ τὸ διπλασίως λεπτὸν ἐν τῷ ἡμίσει κινηθήσεται χρόνῳ. ὥστε εἰ μὴ ὅσῳ λεπτύνεται τὸ σῶμα, τοσούτῳ μέτρῳ μειοῦται ὁ χρόνος, μειούμενός τε τῷ τὸ σῶμα λεπτύνεσθαι οὐδέποτε δαπανᾶται ὁ χρόνος ὁ ἐκ τῆς διαιρέσεως τοῦ δι’ οὗ γίνεται ἡ κίνησις σώματος προστιθεμένου,2 οὐδέποτε ἄρα ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ διάστημα πλῆρές τε ὂν καὶ κενὸν κινηθήσεταί τι. τούτων δεδειγμένων κἀκεῖνο ἔσται συναποδεδειγμένον, ὅτι οὐδέποτε τὸ κενὸν λόγον τινὰ ἕξει πρὸς τὸ πλῆρες, οὐδὲ ἕπεται τοῦτο τῷ λέγειν διὰ κενοῦ δύνασθαι γενέσθαι κίνησιν. Ὅτι μὲν οὖν τὸν αὐτὸν λόγον οὐδέποτε ἕξει τὸ κενὸν πρὸς τὸ πλῆρες, πρόδηλον, ἐπεὶ μηδὲ τοὺς χρόνους τοὺς αὐτοὺς ἐνδέχεται εἶναι, τόν τε διὰ κενοῦ καὶ τὸν διὰ πλήρους, ἴσων ὄντων τῶν διαστημάτων, καὶ ὅτι τῶν χρόνων λόγον τινὰ ἐχόντων πρὸς ἀλλήλους οὐκ ἀνάγκη καὶ τὰ δι’ ὧν ἡ κίνησις τοῦτον ἔχειν τὸν λόγον πρὸς ἄλληλα, εἴρηται· ὅτι δὲ οὐδ’ ὅλως λόγον τινὰ τὸν τυχόντα ἕξει τὸ κενὸν πρὸς τὸ πλῆρες, κἂν οἱ χρόνοι τῶν κινήσεων πρὸς ἀλλήλους λόγον τινὰ ἔχωσι, δῆλον ἐντεῦθεν.

因为,如果运动的时间彼此具有何种比例,在穿过二者运动之物为一个且同一的情况下,运动所穿过的事物也必然具有这种比例,那么,既然运动的差异不仅由于运动所穿过的事物而产生,而且也由于被运载的事物本身而产生,显然合乎情理的是:如果运动所穿过的事物为一个且同一,而运动之物在重力上各异,那么重力彼此具有何种比例,运动的时间彼此也将具有这种比例,例如如果重力是两倍,运动就在一半的时间内产生,而如果两磅的重量在一小时内穿过空气被向下运载〔经过〕某一斯塔德间隔,一磅的重量就将在半小时内被向下运载〔经过〕同一间隔,并且反之,时间彼此具有何种比例,运动之物也必然具有这种比例。然而这是全然虚假的。而这一点能够比任何通过言论的证明更好地从显明事实本身得到确证。因为如果你把两个在量度上彼此差异极大的重量同时从同一高度释放,你就会看到,运动时间的比例并不遵循重量的比例,而在时间上的差异是极其微小的,以至于如果各重量彼此差异并非在极大的量度上,而是例如一个为两倍而另一个为一半,运动的时间甚至不会具有任何差异,或者即使具有差异,也会具有不可察觉的差异,尽管各重量并不具有这样的差异,而是一个对另一个具有两倍的比例。但是,如果运动之物各异,而它们所穿过的事物为一个且同一时,运动的时间彼此并不具有各物体彼此所具有的比例,反之运动之物也并不具有各时间所具有的比例,那么显然合乎情理的是,即使运动之物相同且相似,而它们所穿过的事物各异(例如空气和水),运动的时间(穿过空气的时间和穿过水的时间)也并不具有空气与水彼此所具有的比例,运动所穿过的水和空气也并不具有各时间彼此所具有的比例。而如果时间的差异并不遵循物体的差异的比例,那么即使取某个两倍微细的物体,它也不会在一半的时间内运动,而是在更多的时间内运动,并且正如我在前面所说的,物体被稀薄化得越厉害,从物体的分割中所添加的时间固然减少,但正如所说的那样,决不会按照稀薄化的比例被耗尽并减少;因为即使两倍微细之物也不会在一半的时间内运动。因此,如果时间并不是按照物体被稀薄化的同等量度而减少,并且随着物体被稀薄化而减少的从运动所穿过物体的分割中所添加的时间决不被耗尽,那么就决不可能有任何事物在相等的时间内运动〔经过〕既充满又虚空的同一间隔。在这些已被证明之后,那一结论也将被一同证明:虚空决不会对充满之物具有任何比例,而这也不会伴随着声称运动能够穿过虚空产生而成立。 因此,虚空对充满之物决不会具有同一比例,这是显而易见的,因为在间隔相等的情况下,穿过虚空的时间和穿过充满之物的时间甚至不可能相同,而且已经说过,即便时间彼此具有某种比例,运动所穿过的事物也并不必然彼此具有这种比例;但是,即使运动的时间彼此具有某种比例,虚空对充满之物甚至完全不会具有哪怕任何一种比例,这一点从下文来看是清楚的。

语法注2 条
  1. 4.204εἰ τὸ διλιτριαῖον βάρος ἐν ὥρᾳ σταδιαῖόν τι διάστημα δι’ ἀέρος καταφέρεται, τὸ λιτριαῖον ἐν ἡμιωρίῳ κατενεχθήσεται

    按照紧前文所述的反比原则(“如果重力是两倍,运动就在一半的时间内产生”,εἰ διπλασίων ἡ ῥοπή, ἐν τῷ ἡμίσει χρόνῳ),本应是较重者(两磅)耗时半小时,较轻者(一磅)耗时一小时,但原文在数值对应上发生了颠倒。这种反常可能是抄本讹误或作者笔误,但在句法上仍直接构成条件从句(εἰ...)与主句(...κατενεχθήσεται)的对应。

  2. 4.204ὁ ἐκ τῆς διαιρέσεως τοῦ δι’ οὗ γίνεται ἡ κίνησις σώματος προστιθεμένου

    这是修饰主格名词 ὁ χρόνος 的带冠词分词定语短语,其间嵌套了介词短语 ἐκ τῆς διαιρέσεως...。在文意上它与前文的 ὁ χρόνος ὁ προστιθέμενος ἐκ τῆς τοῦ σώματος διαιρέσεως 完全同义;属格分词 προστιθεμένου 在语法格位上受紧邻的属格名词 σώματος 同化牵引,但逻辑意义上仍指向被添加的时间。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:683.5-684.19