← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§681.24-683.5

介质阻力时间与虚空中运动时间的区分

菲洛波庞通过落石与时间的具体事例(在虚空中为一小时,在介质中则加上分割阻力时间)论证,即使将介质无限稀薄化,阻力时间也绝不会化为零,因而物体绝不可能在相等时间内穿过虚空与充满的介质,以此反驳了亚里士多德将介质密度比与运动时间比等同起来的推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.204#5

ὥστε ὅσῳ ἂν λεπτομερέστερος ἐπινοηθείη ὁ ἀὴρ δι’ οὗ κινεῖται, τοσούτῳ καὶ ὁ χρόνος ὃν ἐδαπάνα εἰς διαίρεσιν τοῦ ἀέρος μειωθήσεται, κἂν ἐπ’ ἄπειρον λεπτύνηται τὸ σῶμα, ἐπ’ ἄπειρον καὶ ὁ χρόνος μειωθήσεται (ἐπ’ ἄπειρον γὰρ διαιρετὸς ὁ χρόνος), οὐδέποτε μέντοι ἥξει, κἂν ἐπ’ ἄπειρον λεπτύνηται τὸ σῶμα, εἰς τοῦτον τὸν χρόνον ὃν καὶ διὰ κενοῦ κινούμενον τοῦ σταδιαίου διαστήματος ἐδαπάνα. σαφέστερον δὲ δι’ ὑποδειγμάτων ποιήσω τὸν λόγον. εἰ λίθος εἴη τὸ κινούμενον, καὶ κινηθείη ἐπὶ τοῦ σταδιαίου διαστήματος κενοῦ ὄντος, ἔσται μέν τις ἐξ ἀνάγκης χρόνος, ὃν δαπανήσει κινούμενος σταδιαῖον διάστημα, οἷον ὥρα. ἐὰν δὲ τοῦτο τὸ σταδιαῖον διάστημα πλῆρες ὕδατος ἐπινοήσωμεν, οὐκέτι ἐν τῇ μιᾷ κινηθήσεται ὥρᾳ τὸ σταδιαῖον, ἀλλὰ προστεθήσεταί τις καὶ ἄλλος χρόνος διὰ τὸ ἐμποδίζον. δαπανάσθω οὖν εἰς διαίρεσιν τοῦ ὕδατος ἑτέρα μία ὥρα. ὥστε τὸ αὐτὸ βάρος διὰ κενοῦ μὲν ἐν ὥρᾳ κεκίνηται, δι’ ὕδατος δὲ ἐν δύο ὥραις. ἐὰν οὖν λεπτύνῃς τὸ ὕδωρ καὶ ποιήσῃς ἀέρα, εἰ διπλασίως εἴη λεπτότερος τοῦ ὕδατος ὁ ἀήρ, τοσούτῳ καὶ ὁ χρόνος μειωθήσεται ὃν ἐδαπάνα ἐν τῇ τοῦ ὕδατος διαιρέσει· ἦν δὲ ὥρα μία· ἐν μιᾷ ἄρα καὶ ἡμισείᾳ ὥρᾳ τὸ αὐτὸ διάστημα δι’ ἀέρος κινηθήσεται. κἂν πάλιν τὸν ἀέρα λεπτύνῃς διπλασίως, ἐν μιᾷ καὶ τετάρτῳ ὥρας κινηθήσεται. κἂν ἐπ’ ἄπειρον λεπτύνῃς τὸ σῶμα, ἐπ’ ἄπειρον μὲν μειώσεις τὸν χρόνον ὃν ἐδαπάνα εἰς τὴν τοῦ σώματος διαίρεσιν, λέγω δὴ τὴν μίαν ὥραν, οὐδέποτε δὲ δαπανήσεις·1 ἐπ’ ἄπειρον γὰρ ὁ χρόνος διαιρετός. εἰ δὲ μηδέποτε δαπανᾷς τὸν χρόνον λεπτύνων τὸ σῶμα, ἀλλ’ ἀεὶ ἐπὶ σώματος γινομένης τῆς κινήσεως προστίθεται μόριόν τι καὶ τῆς ἄλλης ὥρας κατὰ τὴν ἀναλογίαν τῆς λεπτότητος τοῦ σώματος, εὔδηλον δήπου ὅτι οὐδέποτε ἐν ἴσῳ χρόνῳ τὸ στάδιον διὰ κενοῦ καὶ διὰ πλήρους κινηθήσεται. διὰ κενοῦ μὲν γὰρ ἐν μιᾷ ὥρᾳ ἐκινεῖτο, διὰ σώματος δὲ ἐν μιᾷ καὶ μορίῳ. ὅσον γὰρ ἂν λεπτότερον ἐπινοηθείη τὸ σῶμα, οὐδέποτε δαπανᾶται ἡ ὥρα. ὥστε οὐδέποτε ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ διάστημα πλῆρές τε ὂν διεξελεύσεται καὶ κενόν. τοῦτο δὲ συνήγαγεν ὁ Ἀριστοτέλης διὰ τὸ τὰς ἰδίας ὑποθέσεις ἀνελεῖν, λέγω δὴ τὸ γίνεσθαι διαφόρους τὰς κινήσεις καὶ παρ’ αὐτὴν τὴν τῶν κινουμένων διαφοράν. εἰ γὰρ γίνεται τις χρόνος καὶ παρὰ τὰς διαφόρους ῥοπὰς διάφορος, γίνεται δέ τις καὶ ἄλλος χρόνος διὰ τὴν τοῦ σώματος διαίρεσιν δι’ οὗ ἡ κίνησις γίνεται, οὐδέποτε τὸ αὐτὸ διάστημα ἐν ἴσῳ χρόνῳ κινηθήσεταί τι πλῆρές τε ὂν καὶ κενόν. τὸ γὰρ λέγειν ὅτι〈εἰ〉 ἐν δύο ὥραις τὸ στάδιον διὰ σώματος κινεῖται, ἐν δὲ μιᾷ διὰ κενοῦ, ἐὰν λάβω τοσοῦτον λεπτομερέστερον σῶμα, οἷον διπλασίως λεπτόν, τὸ αὐτὸ διάστημα ἐν τῷ ἡμίσει τοῦ χρόνου, λέγω δὴ ἐν μιᾷ ὥρᾳ, διὰ τοῦ λεπτομερεστέρου σώματος κινηθήσεται· ἐκινεῖτο δὲ καὶ διὰ κενοῦ τὸ αὐτὸ διάστημα * * *’, τοῦτο δὲ παντελῶς ψεῦδος καὶ παρὰ τὴν ἐνάργειαν αὐτήν ἐστιν.2 οὐ γὰρ ἀληθῶς λαμβάνει ὅτι ὃν λόγον ἔχει πρὸς ἄλληλα τὰ δι’ ὧν ἡ κίνησις, τοῦτον τὸν λόγον ἔχουσι καὶ οἱ χρόνοι τῶν κινήσεων πρὸς ἀλλήλους, καὶ ἔμπαλιν ὃν οἱ χρόνοι τῶν κινήσεων λόγον ἔχουσι πρὸς ἀλλήλους, τοῦτον καὶ τὰ δι’ ὧν ἡ κίνησις τὸν λόγον ἕξουσι πρὸς ἄλληλα· πιθανὸν μὲν γὰρ εἶναι δοκεῖ τοῦτο καὶ τὸν ἔλεγχον αὐτόθεν οὐκ εὐφώρατον ἔχει διὰ τὸ μὴ δύνασθαι λαμβάνειν ποῖον λόγον ἔχει ὁ ἀὴρ πρὸς τὸ ὕδωρ κατὰ τὴν σύστασιν, οἷον πόσῳ μέτρῳ παχύτερόν ἐστι τοῦ ἀέρος τὸ ὕδωρ ἢ ὅδε ὁ ἀὴρ ἄλλου ἀέρος, ἐξ αὐτῶν δὲ τῶν κινουμένων ἔστι τοῦτο ἐλέγξαι.

因此,它所穿过的空气被设想得越是微细,它耗费在分割空气上的时间也就按同等程度减少,即使物体被无限度地稀薄化,时间也同样会被无限度地减少(因为时间是可无限分割的);然而,即使物体被无限度地稀薄化,它也决不会达到它在穿过虚空运动这一斯塔德间隔时所耗费的这一时间。我将通过实例使论说更加清楚。如果运动之物是一块石头,并且在一斯塔德的间隔是虚空的情况下在其上运动,那么必然会有某种时间是它在运动这一斯塔德间隔时所耗费的,例如一小时。但如果我们设想这一斯塔德的间隔充斥着水,那么它便不再会在那一小时内运动这一斯塔德,而是由于阻碍者还会添加某种别的时间。那么就让分割水耗费另外的一小时吧。因此,同样的重量穿过虚空是在一小时内运动完毕的,而穿过水则是在两小时内。因此,如果你把水稀释并使其成为空气,如果空气比水微细一倍,那么它耗费在分割水上的时间也将按同等程度减少;而那曾是一小时;因此在穿过空气时,它将在一个半小时内运动同一间隔。而如果你再次将空气稀释一倍,它将在一个又四分之一小时内运动。即使你无限度地稀薄化该物体,你也只会无限度地减少它耗费在分割物体上的时间(我的意思是那一小时),但决不会把它耗尽;因为时间是可无限分割的。而如果在稀薄化物体的过程中你决不耗尽该时间,而是在物体上发生运动时总是根据物体微细程度的比例添加那另外一小时的某个部分,那么显然,决不可能在相等的时间内穿过虚空和穿过充满的[介质]运动该斯塔德。因为穿过虚空它是在一小时内运动,而穿过物体则是在一小时加一个零头内运动。因为无论物体被设想得多么微细,那一小时也决不会被耗尽。因此,决不可能在相等的时间内穿过既是充满的又是虚空的同一间隔。 而亚里士多德之所以推导出这一点,是因为他取消了自己的假定,我的意思是,运动由于运动事物本身的差异也会变得各异。因为如果由于不同的重力也会产生某种各异的时间,并且由于运动穿过的物体的分割也会产生另外某种时间,那么就决不可能有任何事物在相等的时间内运动既充满又虚空的同一间隔。因为声称“〈如果〉穿过物体运动该斯塔德是在两小时内,而穿过虚空是在一小时内,那么如果我取一个微细同样程度的物体(例如微细一倍),同一间隔就将在其一半的时间内(我的意思是,在一小时内)穿过该较微细的物体运动;然而穿过虚空原本也是[在一小时内]运动同一间隔的 * * *”,这是全然虚假的,并且是违反显明事实本身的。因为他并未真实地认定,运动穿过的事物彼此具有何种比例,运动的时间彼此也具有这种比例,反之运动的时间彼此具有何种比例,运动穿过的事物彼此也将具有这种比例;因为这虽然看起来是可信的,并且由于无法把握空气与水在构成上具有何种比例(例如水比空气稠密多少量度,或者这处空气比另一处空气稠密多少),其反驳在当场不易被察觉,但从运动事物本身出发是能够反驳这一点的。

语法注2 条
  1. 4.204οὐδέποτε δὲ δαπανήσεις

    动词 δαπανάω 通常意为“花费/耗用(时间)”,但在此处与 μειώσεις(你将减少)相对,意为“彻底耗尽、消减为零”(即分割介质所需的额外一小时)。下文的 μηδέποτε δαπανᾷς τὸν χρόνον 亦延续此意,指虽无限减少却永不耗尽为零。

  2. 4.204τὸ γὰρ λέγειν ὅτι 〈εἰ〉 ἐν δύο ὥραις τὸ στάδιον διὰ σώματος κινεῖται ... τοῦτο δὲ παντελῶς ψεῦδος καὶ παρὰ τὴν ἐνάργειαν αὐτήν ἐστιν

    整句的骨干是以定冠词不定词短语 τὸ λέγειν(“声称……”)前置作为陈述主题,中间嵌入引述亚里士多德论证的间接引语(ὅτι 〈εἰ〉 ... ),随后以复指代词 τοῦτο 承接并连接主句谓语 παντελῶς ψεῦδος ... ἐστιν(“这完全是虚假的”)。引语部分带有脱文标记 (缺失了亚里士多德推导出的结论“因此在相等时间内穿过虚空与微细物体”),但不影响全句首尾照应的句法骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:681.24-683.5