← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§680.7-681.24

沉浮的原因与天赋倾角下的有限时间运动

菲洛波诺斯借助其内部所含空气及本性整体解释了木头浮于水面却在空气中下落的原因,论证了下坠倾向源自天赋重量本身,因此即便在虚空中也能保持不等的速率和有限的时间,以此反驳亚里士多德的论难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.204#4

ἐν μέντοι τῷ ἀέρι φέρεται τὸ ξύλον, ἐπειδὴ ἕκαστον ἐν τῇ ἑαυτοῦ ὁλότητι ὂν οὐ πέφυκεν ἐνεργεῖν κατὰ τὴν ἔμφυτον ῥοπήν· τοῦ οὖν ἐν τῷ ξύλῳ ἀέρος ἐν τῷ ἀέρι μὴ ἐνεργοῦντος κατὰ τὴν ἔμφυτον ῥοπήν, ἡ φυσικὴ τοῦ ξύλου βαρύτης διὰ τὸ ἐν τῷ παρὰ φύσιν εἶναι τόπῳ κινεῖ ἐπὶ τὸ κάτω τὸ ξύλον. καὶ ὅτι ὁ κατεσπαρμένος ἐν τοῖς ξύλοις ἐνεργείᾳ ἀὴρ οὗτος μὴ πεφυκὼς ὑφιζάνειν τῷ ὕδατι φέρεται ἐπὶ τὴν οἰκείαν ὁλότητα, καὶ ταύτῃ τὸ ξύλον ἐπιπολάζειν ποιεῖ τῷ ὕδατι (ὅπερ, ὡς εἶπον, καὶ ἐπὶ τῶν ἀσκῶν συμβαίνει), δείκνυσι τὰ πυκνότερα τῶν ξύλων, οἷον πύξος καὶ ἔβενος· τῇ γὰρ πυκνότητι τῆς οὐσίας οὐκ ἔχουσαι ἐγκατεσπαρμένον ἀέρα τὸν ἀνωθοῦντα, φέρονται ἐπὶ τὸ κάτω καὶ δι’ ὕδατος ὑπὸ τῆς ἐμφύτου βαρύτητος μηδενὸς ἐμποδίζοντος. οὕτως ἄρα πανταχοῦ ἡ ἔμφυτος ῥοπὴ φέρεται ἐπὶ τὸ οἰκεῖον δι’ οὐδὲν ἕτερον ἢ δι’ ἑαυτήν, εἰ μὴ εἴη τι τὸ ἐμποδίζον. εἰ τοίνυν τὸ κατώφορον ἢ ἀνώφορον ἔχουσιν αἱ ῥοπαὶ οὐ διὰ τὴν πρὸς ἄλλο σχέσιν, ἀλλὰ δι’ ἑαυτάς, διαφόρου οὔσης τῆς βαρύτητος ἐν τοῖς σώμασι διάφορον ἀνάγκη καὶ τὴν κάτω φορὰν εἶναι, οὐ δι’ ἄλλο τι ἢ δι’ ἑαυτήν· οὐδεμία γὰρ ῥοπὴ τῶν πρός τι. τὰ αὐτὰ καὶ ἐπὶ κουφότητος ἐροῦμεν. Ὅτι μὲν οὖν καὶ εἰ διὰ κενοῦ ἐγίνετο ἡ κίνησις, οὐκ ἦν ἀνάγκη ἰσοταχῶς πάντα κινεῖσθαι, οὐδὲ ἔχει τι ἀναγκαῖον τὸ ἐπιχείρημα δι’ οὗ τοῦτο δοκεῖ κατασκευάζειν ὁ Ἀριστοτέλης, μετρίως δέδεικται, τούτου δὲ δεδειγμένου καὶ τὸ πρότερον πρόβλημα ἂν εἴη συναποδεδειγμένον, λέγω δὴ ὅτι ἐνδέχεται διὰ κενοῦ κίνησιν γενέσθαι ἐν χρόνῳ. εἰ γὰρ ὅλως τὸ θᾶττον καὶ βραδύτερον τῶν κινήσεων καὶ κενοῦ ὄντος οὐδὲν ἧττον σῴζεται, τὸ δὲ θᾶττον καὶ βραδύτερον χρόνῳ κρίνεται (τὸ γὰρ ἐν πλείονι χρόνῳ τὸ αὐτὸ κινηθὲν διάστημα βραδυκινητότερον, ὥσπερ οὖν τὸ ἐν ἐλάττονι ταχυκίνητον), δῆλον ὅτι καὶ τὰ ἐπὶ κενοῦ κινούμενα, εἴ γε κενὸν ἦν δι’ οὗ ἡ κίνησις ἐγίνετο, ἐν χρόνῳ πάντως ἂν ἐκινήθη. ὅτι δὲ οὐδ’ ἃ δοκεῖ συνάγειν ἄτοπα ὁ Ἀριστοτέλης ὡς ἑπόμενα τῷ λόγῳ τῷ λέγοντι διὰ κενοῦ δύνασθαι κίνησιν γενέσθαι, οὐχ ἕπεται τῷ λόγῳ τούτῳ, δείξομεν ἐφεξῆς.1 εἰ γὰρ τὸ κατώφορα εἶναι τὰ σώματα μὴ δι’ ἄλλο τι ἔχουσιν ἢ διὰ τὰς ἐμφύτους ῥοπάς, καὶ διὰ τοῦτο τὸ μᾶλλον βαρὺ ἐν πλείονι χρόνῳ καταφέρεται,2 κἂν διὰ κενοῦ ἡ κίνησις γίνηται, καὶ ἔτι εἰ τὸ σῶμα, δι’ οὗ κινοῦνται τὰ διὰ σώματος κινούμενα, ἐμποδιστικόν ἐστι τῶν φερομένων, ἔστι δηλονότι ὁ χρόνος, ὃς δαπανᾶται ἐν ἑκάστῃ κινήσει, κατὰ τὴν ἀναλογίαν τῶν ἐνυπαρχουσῶν ῥοπῶν ἐν τοῖς σώμασι, κἂν μηδὲν ᾖ τὸ ἐμποδίζον, λέγω δὴ σῶμά τι δι’ οὗ ἡ κίνησις γίνεται, οἷον ἀὴρ ἢ ὕδωρ. εἰ γὰρ τὸ δι’ οὗ ὡς ἐμποδιστικὸν τῆς ἀνίσου κινήσεως αἴτιόν ἐστιν, αἱ ἄρα φυσικαὶ ῥοπαὶ ὡς ποιητικαὶ αἰτίαι ἂν εἶεν. ὥστε κἂν ἀναιρεθῇ τὸ ἐμποδίζον, δαπανᾶταί τις χρόνος ἐν τῇ ἑκάστου κινήσει κατὰ τὴν ἀναλογίαν τῆς μείζονος ἢ ἐλάττονος ῥοπῆς ἢ πλείων ἢ ἐλάττων. εἰ δὲ δαπανᾶταί τις χρόνος δι’ ἑκάστην τῶν ῥοπῶν αὐτὴν καθ’ αὑτὴν ἐν τῇ κινήσει, οὐδέποτε συμβήσεται ἐν τῷ αὐτῷ χρόνῳ τὸ ἴσον διάστημα πλῆρές τε ὂν καὶ κενὸν ἓν καὶ τὸ αὐτὸ κινηθῆναι. εἰ γὰρ σταδιαῖόν τι διάστημα κινηθείη τι πεπληρωμένον ἀέρος, καὶ μὴ ἔστι τὸ κινούμενον καθ’ ἓν καὶ τὸ αὐτὸ νῦν ἔν τε τῇ ἀρχῇ τοῦ σταδίου καὶ ἐν τῷ τέλει, δαπανᾶται μέν τις χρόνος καὶ διὰ ταῦτα καθ’ αὐτὰ [τὰ] φερόμενα σώματα, καὶ εἰ κενὸν ἦν τὸ διάστημα, μέχρις ἂν ἐκ τῆς ἀρχῆς ἀφίκηται ἐπὶ τὴν τελευτήν (οὐ γάρ, ὡς εἶπον, ἐν τῷ αὐτῷ νῦν ἐν ἀμφοτέροις ἐστὶ τοῖς ἄκροις), δαπανᾶται δέ τις καὶ ἄλλος χρόνος διὰ τὸ ἐμποδίζον· ἡ γὰρ ὦσις, ἤγουν διαίρεσις, δυσκινητότερον ποιεῖ τὸ φερόμενον.

然而在空气中木头是向下移动的,因为每一事物处于其自身的整体中时,按其本性并不按照其天赋的重力发生现实作用;因此,当木头中的空气在空气中并不按照其天赋的重力发生现实作用时,木头本性的重量便由于处于违背本性的处所而使木头向下运动。而这种在现实中散布于木头之中的空气,按其本性不沉于水下,而是向其固有的整体移动,并以此方式使木头浮于水面(正如我所说,这也发生在皮囊上),这一点由较致密的木材所证明,例如黄杨木和乌木;因为由于其实体的致密性,它们内部并未散布混入向上推挤的空气,在没有任何阻碍者的情况下,凭借天赋的重量即使穿过水也是向下移动的。因此,在任何情况下,天赋的重力若无阻碍者,都绝非因任何其他事物,而是因其自身而向固有的[处所]移动。如果诸趋向倾向于下坠或倾向于上升并非由于对他者的关系,而是由于它们自身,那么在诸物体中的重量各异时,向下的移动也必然各异,这绝非因任何其他事物,而是因其自身;因为没有任何重力属于关系者。关于轻,我们也将同样这样说。 因此,即使运动是穿过虚空发生的,也并不必然所有事物都以相同的速度运动,亚里士多德似乎借以确立这一点的论证也不具有任何必然性,这已被适度地证明了;而这一点既然已被证明,先前的问题(我的意思是穿过虚空的运动可以在时间中发生)也就连带得到了证明。因为如果运动的较快与较慢即使在存在虚空时也完全同样得以保留,而较快与较慢是由时间来判定的(因为在较多时间内运动同一间隔者运动得较慢,正如在较少时间内运动者运动得较快一样),那么显然,在虚空上运动的事物(假如确实存在运动穿过的虚空的话)无论如何也本将在时间中运动。至于亚里士多德似乎推导出来的那些悖谬之事,即作为声称穿过虚空能够发生运动的论说之后果者,其实并不跟随这一论说,我们接下来将会指明。因为如果诸物体倾向于下坠并非由于任何其他事物,而是由于天赋的重力,且正因此较重者在[较少]时间内下坠(即使运动是穿过虚空发生的),而且此外,如果穿过物体运动之物所穿过的物体对于被带动之物而言是具有阻碍性的,那么显而易见,在每次运动中所花费的时间是按照物体中内在的诸重力的比例而定的,即使没有任何阻碍者(我的意思是运动穿过的某种物体,例如空气或水)。因为如果穿过之物作为阻碍者是不平等运动的原因,那么本性的重力便将作为动力因。因此,即使阻碍者被取消,在每一事物的运动中也会按照较大或较小重力的比例花费某种时间(或多或少)。而如果由于每一种重力本身在运动中都会花费某种时间,那么就绝不可能发生同一事物在相同的时间内运动既充满又虚空的等长间隔。因为如果某物运动一段充斥着空气的一斯塔德间隔,且运动之物在斯塔德的起点和终点并不是在同一个“现在”存在,那么由于这些被带动的物体本身,即使该间隔是虚空的,直到它从起点到达终点为止也会花费某种时间(因为正如我所说,它并不是在同一个“现在”存在于两端),而由于阻碍者,还会花费某种别的时间;因为推挤(即分割)使被带动之物更难以运动。

语法注2 条
  1. 4.204ὅτι δὲ οὐδ’ ἃ δοκεῖ συνάγειν ἄτοπα ὁ Ἀριστοτέλης ὡς ἑπόμενα τῷ λόγῳ τῷ λέγοντι διὰ κενοῦ δύνασθαι κίνησιν γενέσθαι, οὐχ ἕπεται τῷ λόγῳ τούτῳ, δείξομεν ἐφεξῆς.

    此句包含与动词前的 οὐχ 对应的双重否定结构(οὐδ’ ... οὐχ ἕπεται),表达了强调的否定(“亚里士多德似乎推导出的那些悖谬之事……其实并不跟随这一论说”)。关系从句 ἃ δοκεῖ... 实词化并充当 οὐχ ἕπεται 的主语。

  2. 4.204καὶ διὰ τοῦτο τὸ μᾶλλον βαρὺ ἐν πλείονι χρόνῳ καταφέρεται

    传抄文本作 ἐν πλείονι χρόνῳ(在较多时间内),但根据前文(较重者速度较快,因而在较少时间内下坠)及后续论证的逻辑,此处显然系传抄讹误,理应指“在较少时间内”(ἐν ἐλάττονι χρόνῳ)。译文中依据上下文的逻辑要求用方括号补出“[较少]时间”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:680.7-681.24