← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§678.21-680.7

重量的固有性与虚空中的不等速运动

菲洛波诺斯论证了重力是向下运动固有的动力因,且独立于介质的阻力,从而证明即使在虚空中,依据重量的差异也会产生不等速的运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.204#3

ἐὰν ἄρα ὑπεξαιρεθῇ τὸ ἐμποδίζον, μένει οὐδὲν ἧττον ἡ ἐν τοῖς κινουμένοις τῆς ἀνίσου κινήσεως αἰτία ποιητικὴ οὖσα. οὐ γὰρ δὴ ἡ βαρύτης ἐν σχέσει ἄλλου τὸ εἶναι ἔχει· ποιότης γάρ ἐστιν αὐτὴ καθ’ αὑτὴν ὑπάρχουσα τοῖς σώμασιν. ἐπεὶ οὖν ἡ βαρύτης τὸ ποιητικόν ἐστιν αἴτιον τῆς ἐπὶ τὸ κάτω κινήσεως, ὡς καὶ αὐτῷ δοκεῖ, ὄντος καὶ διαστήματος δι’ οὗ ἐνεχθείη τὸ κινούμενον, λέγω δὴ τοῦ κενοῦ, οὔσης καὶ τῆς ποιητικῆς αἰτίας τῆς κινήσεως διαφόρου, καὶ μηδενὸς ὄντος τοῦ ἐμποδίζοντος, ἀνάγκη πᾶσα ἄνισον γενέσθαι καὶ τὴν διὰ τοῦ κενοῦ κίνησιν· ὥστε καὶ εἰ κενὸν ἦν, οὐκ ἀνῄρητο ἡ ἄνισος κίνησις. καὶ ἄλλως εἰ μὴ αὐτὰ καθ’ αὑτὰ τὰ ἄνισα σώματα, κἂν μὴ διὰ σώματος κινῶνται ἀλλὰ διὰ κενοῦ, ἔχουσι τὸ αἴτιον τῆς ἀνίσου κινήσεως, τί δήποτε διὰ τοῦ ἀέρος κινουμένου τοῦ ταλαντιαίου βάρους καὶ τοῦ λιτριαίου θᾶττον καταφέρεται τὸ ταλαντιαῖον; ὁμοίου γὰρ ὄντος ἑαυτῷ τοῦ ἀέρος, καὶ τῶν σωμάτων αὐτῶν καθ’ αὑτὰ ἰσοταχῶν ὄντων, τί ἐστι τῆς ἀνίσου κινήσεως τὸ αἴτιον; εἷς γὰρ ὢν καὶ αὐτὸς ὁ ἀὴρ τῶν αὐτῶν αἴτιος ὤφειλεν εἶναι. δῆλον οὖν ὅτι αἱ ῥοπαὶ τῶν σωμάτων πεφυκυῖαι ἡ μὲν μᾶλλον φέρεσθαι κάτω ἡ δὲ ἧττον, ταύτῃ τὴν διαφορὰν τῆς ἀνίσου κινήσεως ἴσχουσιν· ἡ γὰρ μᾶλλον κατώφορος μᾶλλον διαιρεῖ. τίνα γὰρ ἄλλην ἀποδώσομεν αἰτίαν τοῦ θᾶττον διαιρεῖσθαι ὑπὸ τοῦ βαρυτέρου τὸν ἀέρα, ἢ ὅτι τὸ μείζονα ἔχον τὴν ῥοπὴν1 τὴν βαρεῖαν μᾶλλον κατώφορόν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν, κἂν μὴ διὰ σώματος κινῆται; μᾶλλον δὲ κατώφορον ὂν μᾶλλον ὠθεῖ τὸν ἀέρα τῇ βίᾳ τῆς ῥύμης, μᾶλλον δὲ ὠθούμενος ὁ ἀὴρ θᾶττον ὑπεξίσταται. ὥστε εἰ τῷ μᾶλλον κατώφορον εἶναι μᾶλλον τέμνει, κἂν μηδὲν ᾖ τὸ τεμνόμενον, μᾶλλον ἔσται κατώφορον οὐδὲν ἧττον. οὐδὲ γὰρ τὸ μείζονα ῥοπὴν ἔχον διὰ τὸ μᾶλλον τέμνειν μᾶλλόν ἐστι κατώφορον, ἀλλὰ διὰ τὸ μᾶλλον εἶναι κατώφορον μᾶλλον τέμνει· ἕπεται γὰρ οὐ τὸ φέρεσθαι τῷ τέμνειν, ἀλλὰ τὸ τέμνειν τῷ φέρεσθαι, ὅταν διὰ σώματος ἡ φορὰ γίνηται. εἰ δὲ τὸ μᾶλλον εἶναι κατώφορα ἢ ἧττον ἐξ αὑτῶν ἔχει τὰ σώματα, κἂν ἐπὶ κενοῦ δηλονότι κινηθῶσιν, ἕξουσιν ἐν ἑαυτοῖς τὴν τοιαύτην διαφοράν, καὶ κινηθήσεται τὸ αὐτὸ διάστημα κενὸν ὂν τὸ βαρύτερον ἐν ἐλάττονι χρόνῳ ἐν πλείονι δὲ τὸ ἧττον βαρύ, οὐ διὰ τὸ ἧττον ἐμποδίζεσθαι ἢ μᾶλλον, ἀλλὰ διὰ τὸ κατώφορον εἶναι μᾶλλον ἢ ἧττον κατὰ τὴν ἀναλογίαν τοῦ ἐμφύτου βάρους. οὐ γὰρ τῶν πρός τι αἱ ποιότητες, οὐδὲ ἐν σχέσει τῇ πρὸς ἀλλήλας τὸ εἶναι ἔχουσιν, ὥσπερ τὸ ὁρατὸν καὶ ἡ ὄψις. τὸ γοῦν χρῶμα ὡς μὲν ὁρατὸν τῶν πρός τί ἐστιν, ὡς μέντοι χρῶμα λευκὸν ἢ μέλαν ἄλλο τί ἐστι καὶ οὐ τῶν πρός τι· οὐ γὰρ τὸ εἶναι χρώματι αὐτῷ δι’ ἄλλο ὑπάρχει, ἀλλὰ δι’ αὑτό· ποιότης γὰρ τὸ χρῶμα. οὕτω καὶ ἡ βαρύτης καὶ ἡ κουφότης οὐ δι’ ἄλλο τι ὑπάρχει τοῖς ἔχουσι2 βάρος ἢ κουφότητα, ἢ δι’ αὑτά, ἔστι δὲ βαρύτης μὲν ποιητικὸν αἴτιον τῆς ἐπὶ τὸ κάτω φορᾶς, κουφότης δὲ τῆς ἐπὶ τὸ ἄνω, ὅταν οὖν ἐν τῷ παρὰ φύσιν ὑπάρχωσι τόπῳ τὰ ἔχοντα βάρος ἢ κουφότητα μηδενὸς ὄντος τοῦ ἐμποδίζοντος.3 ἡ γὰρ ἀνεχομένη βῶλος ἢ κρεμαμένη ἐν τῷ ἀέρι, ἐν τῷ παρὰ φύσιν οὖσα τόπῳ, ὅμως οὐ φέρεται ἐπὶ τὸ κάτω διὰ τὸ ἐμποδίζον. καὶ ἐν τῷ ὕδατι δὲ τὸ ξύλον οὐ πέφυκε κινεῖσθαι καὶ φέρεσθαι ἐπὶ τὸ κάτω, ἀλλ’ ἐποχεῖται τῷ ὕδατι4 διὰ τὸ μανότερον εἶναι κατὰ τὴν τῶν μορίων θέσιν, καὶ πολὺν ἔχειν κατεσπαρμένον ἐνεργείᾳ ἀέρα· ἐπεὶ οὖν οὐ πέφυκεν ὑφιζάνειν τῷ ὕδατι ὁ ἀήρ, ἐπιπολάζειν δὲ αὐτῷ, διὰ τοῦτο οὐ φέρεται τὸ ξύλον δι’ ὕδατος ἐπὶ τὸ κάτω, ἀλλ’ ἀνέχεται ὑπὸ τοῦ ἐν αὐτῷ ἀέρος πολλοῦ ὄντος, ὅπερ καὶ ἐπὶ τῶν πεφυσημένων ἀσκῶν γίνεται. ὥστε καὶ ἐν τούτοις βιαιότερον ὂν τὸ ἐμποδίζον, ὁ ἀήρ, κωλύει τὴν κατὰ φύσιν τοῦ ξύλου ἐπὶ τὸ κάτω φορὰν ἐν τῷ ὕδατι.

因此,如果抽去阻碍者,运动之物中不平等运动的原因作为动力因仍旧留存。因为重绝非在对他者的关系中拥有其存在;因为它是凭其自身归属于诸物体的性质。因此,既然重正如他本人所认为的那样,是向下运动的动力因,而且也存在着运动之物得以被带动的间隔(我的意思是虚空),且运动的动力因也是各异的,又没有任何阻碍者存在,那么穿过虚空的运动也变得不相等就是完全必然的;因此,即使存在虚空,不平等的运动也不会被取消。另外还可以这样说:如果不等的物体即使并非穿过物体而是穿过虚空运动,它们凭其自身并不具有不平等运动的原因,那么究竟为何一塔兰同之重与一磅之重穿过空气运动时,一塔兰同的物体下坠得更快呢?因为如果空气本身是均匀划一的,而诸物体凭其自身也是等速的,那么不平等运动的原因是什么呢?因为空气自身既是一,就本应是相同结果的原因。由此可见,诸物体的重力本性上一个更倾向于向下移动而另一个较不倾向,它们正是在这方面具有不平等运动的差异;因为越倾向于下坠者,分割得越多。因为对于空气被更重者更快地分割,除了拥有更大沉重重力者按照其自身本性更倾向于下坠(即使它并非穿过物体运动)之外,我们还能指出什么别的原因呢?而既然它更倾向于下坠,它便以冲力的力量更大地推挤空气,而受到更大推挤的空气便更快地让位。因此,如果它因更倾向于下坠而切割得更多,那么即使没有任何被切割之物,它也同样会更倾向于下坠。因为拥有更大重力者并非由于切割得更多才更倾向于下坠,而是由于更倾向于下坠才切割得更多;因为在穿过物体进行移动时,被带动并不跟随切割,相反,切割乃是跟随被带动。而如果诸物体更倾向于下坠或较不倾向是源于自身,那么显然,即使它们在虚空中运动,它们自身内部也将具有这样的差异,而且较重者将在较少的时间内运动同一段虚空的间隔,较不重者则在较多的时间内运动,这并非由于受到的阻碍较少或较多,而是由于按照其天赋重量的比例或多或少倾向于下坠。因为性质并不属于关系者,它们的存在也并非在于彼此相对的关系之中,正如可见者与视觉那样。无论如何,颜色作为可见者是属于关系者的,然而作为颜色(白的或黑的),它则是某种别的东西,并不属于关系者;因为成其为颜色本身对于它而言并非因他者而存在,而是因其自身而存在;因为颜色是一种性质。同样,重与轻对于拥有重量或轻量者而言,也不是因某种别的东西而存在,而是因其自身而存在,且重是向下移动的动力因,轻则是向上移动的动力因,因此,当拥有重量或轻量者处于违背本性的处所且没有任何阻碍者存在时[,它们便向固有处所移动]。因为被托住或悬挂在空气中的土块,虽处于违背本性的处所,却由于阻碍者的缘故并未向下移动。在水中也是如此,木头按其本性并不是要运动并向下移动的,而是由于按照其微粒的排布更为稀疏、且在现实中含有大量散布的空气而浮在水面上;因此,既然空气按其本性不是沉于水下,而是浮于水面,木头正因此不穿过水向下移动,而是被其内部大量的空气所托住,这正是充气皮囊上所发生的情况。因此,在这些情形中,阻碍者(即空气)也更为强力,阻止了木头在水中顺应本性的向下移动。

语法注4 条
  1. 4.204τὰ μείζονα ἔχον τὴν ῥοπὴν

    中性复数冠词 τὰ 与中性单数分词 ἔχον 出现语法不一致,此为 τὸ μείζονα ἔχον 的排印或 OCR 讹误,在句中充当后随单数谓语 μᾶλλον κατώφορόν ἐστι 的主语。

  2. 4.204τοῖς ἔχουσι

    文本中的 τοʹ 属于换页处混入的 OCR 冗余字符,正文应将其剔除并直接连读其后的 ἔχουσι τὸ αἴτιον τῆς ἀνίσου κινήσεως。

  3. 4.204ὅταν οὖν ἐν τῷ παρὰ φύσιν ὑπάρχωσι τόπῳ τὰ ἔχοντα βάρος ἢ κουφότητα μηδενὸς ὄντος τοῦ ἐμποδίζοντος.

    此处为一个破格句(anacoluthon),ὅταν 从句在论述转向后文(ἡ γὰρ ἀνεχομένη βῶλος...)之前缺少明确的主句。依上下文理,需补足如“它们即向固有处所移动”之类的结论主句。

  4. 4.204ἐποχεῖται v τῷ ὕδατι

    文本中的字母 v 属于换页处混入的 OCR 冗余字符,ἐποχεῖται 直接支配与格 τῷ ὕδατι,构成“浮在水上(ἐποχεῖται τῷ ὕδατι)”的结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:678.21-680.7