- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:676.33-678.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯总结了亚里士多德对虚空的驳斥(即由重量或形状差异导致的速度差异在虚空中会消失,从而导致一切物体均等速运动的荒谬结论),并指出速度差异的动力因在于运动物体自身的重力,进而驳斥了仅将介质阻碍视为速度差原因的观点及亚里士多德的自我矛盾。
ἡμεῖς μὲν γάρ, φησίν, ὅταν ἐπὶ τοῦ αὐτοῦ δύο ἄνισα ἢ ἀνόμοια κινῶνται μὴ ἐν τῷ αὐτῷ χρόνῳ, ἔχομεν τὴν αἰτίαν ἀποδιδόναι, ὅτι τὸ βαρύτερον θᾶττον διαιροῦν τὸ μεταξὺ ἐν ἐλάττονι χρόνῳ καταφέρεται (ὁμοίως δὲ καὶ ἐν τοῖς ἰσοόγκοις, ἀνομοιοσχήμοσι δέ, τὸ πλείονα διαιροῦν ἀέρα, τοιοῦτον δέ ἐστι τὸ πλατύ, βραδύτερον καταφέρεται, τὸ δὲ ἐλάττονα ταχύτερον· θᾶττον γὰρ ὁ ἐλάττων διαιρεῖται ἢ ὁ πλείων), εἰ δὲ διὰ κενοῦ εἴη ἡ κίνησις, μηδενὸς ὄντος τοῦ διαιρουμένου πάντα ἰσοταχῆ ἔσται· διὰ τί γὰρ τὸ μὲν μᾶλλον, τὸ δὲ βραδύτερον κινηθήσεται; ἀλλ’ ἀδύνατον ἰσοταχῶς πάντα κινεῖσθαι· ἀδύνατον ἄρα ἐπὶ κενοῦ γενέσθαι κίνησιν. Τὰ μὲν οὖν ἐπιχειρήματα, δι’ ὧν ἐκ τῆς κινήσεως ἀναιρεῖ τὸ εἶναι κενόν, ταῦτά ἐστι. πρῶτον δὲ τὸ τελευταῖον ἐπισκεψώμεθα, λέγω δὴ εἰ ἀνάγκη κενοῦ ὑποτεθέντος ἰσοταχῆ εἶναι πάντα τὰ δι’ αὐτοῦ κινούμενα, ὡς ἔνθεν τὸ εἶναι κίνησιν διὰ κενοῦ ἀνῃρῆσθαι.1 ἐκείνῳ δὲ τέως ἐπιστῆσαι χρή, ὅτι δι’ ὧν τοῦτο κατασκευάζει, αὐτὸς τὰς ἑαυτοῦ θέσεις ἀναιρεῖ· εἰ γὰρ ἡ διαφορὰ τῶν κινήσεων γίνεται μὴ μόνον παρὰ τὸ διαφέρειν τὰ σώματα δι’ οὗ ἡ κίνησις, ἀλλὰ καὶ παρ’ αὐτὰ τὰ κινούμενα, εἰ τὸ μὲν βαρύτερον εἴη τὸ δὲ κουφότερον, ἔστι τις δηλονότι καὶ ἐν τοῖς κινουμένοις αἰτία τῆς ἀνίσου κινήσεως καὶ παρὰ τὴν ἐγγινομένην τῆς κινήσεως διαφορὰν ἐκ τοῦ διαφέρειν τὰ σώματα2 δι’ ὧν ἡ κίνησις γίνεται. εἰ δὲ τοῦτο, κἂν διὰ κενοῦ δηλονότι κινῷντο, διαφόρου οὔσης τῆς κινητικῆς ἐν αὐτοῖς αἰτίας διάφορον ἀνάγκη εἶναι καὶ τὴν κίνησιν. εἰ δὲ δύο ἀνίσων ὄντων ὄγκων, τοῦ μὲν εἰ τύχοι ταλαντιαίου τοῦ δὲ λιτριαίου, καὶ ἐπὶ κενοῦ γινομένης αὐτῶν τῆς κινήσεως οὐδεμία γίνεται αὐτῶν διαφορὰ κατὰ τὸ θᾶττον καὶ βραδύτερον, ἀλλὰ τῶν ἀνίσων ἰσοταχὴς ἡ κίνησις γίνεται ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς φύσεως τοῦ κενοῦ γινομένη, ἐὰν ἄρα τὸ κενὸν τοῦτο, δι’ οὗ τὰ ἀνισόρροπα ἰσοταχῶς κινοῦνται, πληρώσωμεν ἀερίου σώματος, εὔλογον καὶ διὰ τοῦ ἀέρος ἰσοταχῶς αὐτὰ κινεῖσθαι. οὐ γὰρ δὴ ἡ τοῦ ἀέρος φύσις ἐπεισελθοῦσα δέδωκέ τι τῇ οὐσίᾳ αὐτῶν, καὶ ἐποίησε τὸ μὲν μᾶλλον κατώφορον τὸ δὲ ἧττον· οὐδὲν γὰρ ἔδρασέ τι εἰς τὴν οὐσίαν αὐτῶν, οὐδὲ μείζονα ῥοπὴν ἔν τινι αὐτῶν ἐνεποίησεν. ἀλλὰ τοῦτο ἀδύνατον, ἰσοταχῶς ἐπὶ τοῦ αὐτοῦ κινεῖσθαι τὰ ἄνισα. εἰ δὲ προσφιλονεικοῦντες λέγοιεν ὅτι ‘ναί, τὰ ἄνισα διὰ μὲν κενοῦ κινούμενα ἰσοταχῶς κινηθήσονται, διὰ δὲ σώματος ἀνισοταχῶς’, εὔδηλον δήπου ὅτι τὸ ὑποτεθὲν σῶμα δι’ οὗ ἡ κίνησις μόνον τῆς ἀνίσου κινήσεως αἴτιον οὐδεμιᾶς οὔσης διαφορᾶς παρ’ αὐτὰ τὰ κινούμενα (οὗ γὰρ ἀναιρεθέντος ἡ διαφορὰ τοῦ θάττονος καὶ βραδυτέρου ἀνῄρηται, τοῦτο τῆς διαφορᾶς ταύτης μόνον ἂν εἴη αἴτιον· μόνον ἄρα τὸ δι’ οὗ ἡ κίνησις τῆς ἀνίσου κινήσεως αἴτιον ἔσται), τοῦτο δέ, πρὸς τῷ καὶ τὰς αὐτοῦ Ἀριστοτέλους ἀναιρεῖν θέσεις, καὶ ψεῦδος προφανῶς ὂν ἐλέγχεται. εἰ γὰρ τοῦτο ἦν μόνον τῆς ἀνίσου κινήσεως αἴτιον, ἔδει τὰ ἄνισα σώματα κατὰ τὰς ῥοπὰς δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενα σώματος ἰσοταχῶς κινεῖσθαι μηδεμιᾶς γινομένης παρὰ τὰς ῥοπὰς διαφορᾶς, μόνον δὲ γίνεσθαι ἄνισον κίνησιν διαφόρων ὄντων τῶν δι’ οὗ, τοῦτο δὲ παρὰ τὴν ἐνάργειαν· ἐναργῶς γὰρ τὰ ἄνισα διὰ τοῦ αὐτοῦ κινούμενα ἀνισοταχῶς κινοῦνται, ὡς δὴ διαφόρων οὐσῶν ἐν αὐτοῖς τῶν κινητικῶν αἰτιῶν, ἃς ἀνάγκη διαφόρους οὔσας αὐτὰς δι’ ἑαυτὰς διαφόρους ποιεῖσθαι καὶ τὰς ἐνεργείας, κἂν μὴ διὰ σώματος ἀλλὰ διὰ κενοῦ κινῶσι τὰ ὑποκείμενα αὐταῖς σώματα. ἄλλως τε αὐτὸς εἰρηκὼς δύο εἶναι αἰτίας τῆς ἀνισοταχοῦς κινήσεως, τό τε διαφέρειν τὸ δι’ οὗ καὶ τὸ διαφέρειν τὸ φερόμενον, πῶς ἐστι τὸ δι’ οὗ διαφόρου κινήσεως αἴτιον προσέθηκε·3 “τὸ μὲν οὖν δι’ οὗ φέρεται” φησὶν “αἴτιον, ὅτι ἐμποδίζει καὶ ἀντιφερόμενον καὶ μένον”, διὰ τὸ δεῖσθαι διαιρέσεως. εἰ τοίνυν δύο μὲν αἴτια τοῦ μὴ ἰσοταχῶς πάντα κινεῖσθαι τὰ κινούμενα, ἥ τε διαφορὰ τῶν δι’ οὗ καὶ ἡ διαφορὰ τῶν φερομένων, ἡ δὲ παρὰ τὸ δι’ οὗ αἰτία ὡς ἐμποδιστικὴ αἰτία ἐστίν, ἡ ἄρα παρὰ τὴν διαφορὰν τῶν κινουμένων αἰτία ὡς ποιητικὴ αἰτία ἔσται· οὐ γὰρ ἂν ἄλλην ἐπινοήσειέ τις.
“因为我们,”他说,“当两个不等或不相似的物体在同一[介质]中于不同时间内运动时,能够指出其原因,即更重者更快地分割其间的介质,在更少的时间内下坠(同样,在体积相等但形状不相似的物体中,分割更多空气的——扁平者即是此类——下坠得更慢,而分割更少[空气]的下坠得更快;因为较少者比较多者更快被分割);但如果运动是穿过虚空,由于没有任何东西被分割,一切物体都将具有相同的速度;因为何以这一个运动得较快,而另一个运动得较慢呢?但是一切物体都以相等的速度运动是不可能的;因此,在虚空中产生运动是不可能的。” 以上这些就是他据以从运动出发取消虚空之存在的论证。但让我们首先审察最后一个论证,我的意思是,如果设定了虚空,穿过它运动的一切物体是否必然具有相等的速度,以致穿过虚空之运动的存在就此被取消。然而眼下应当注意的是,他借以确立这一点的那些前提,正取消了他自己的立论。因为,如果运动的差异不仅由于运动穿过的物体不同而产生,而且也由于运动之物本身在一方较重而另一方较轻时产生,那么显然在运动之物内部也存在着不等运动的某种原因,它独立于因运动穿过的诸物体不同而产生的运动差异。如果这是如此,显然,即使它们穿过虚空运动,由于它们内部的推动原因不同,其运动也必然是不同的。但是,如果当有两个不等的体积(假定一个重一塔兰同,另一个重一磅),且它们的运动在虚空中发生时,它们在快慢上不产生任何差异,反而不等的物体由于在虚空的一个且相同的本性中发生而运动速度相等,那么,如果我们用空气的物体充满重力不等的诸物体以相等速度运动于其中的这个虚空,它们穿过空气以相等速度运动也应当是合乎情理的。因为后介入的空气本性并未给予它们的实体任何东西,使一方更倾向于下坠而另一方较不倾向;因为它对它们的实体毫无作用,也未在它们之中的任一个里植入更大的重力。但这是不可能的,即不等的物体在同一[介质]中以相等速度运动。 如果他们出于好争辩而说:‘是的,不等的物体穿过虚空运动时将以相等速度运动,但穿过物体时则以不等速度运动’,那么显而易见,运动穿过的设定物体就是不等运动的唯一原因,运动之物本身没有任何差异(因为取消了它就取消了快慢差异的那个东西,应当就是这种差异的唯一原因;因此只有运动穿过的介质才会是不等运动的原因);但这除了取消亚里士多德自己的立论之外,也被驳斥为显然是虚假的。因为如果这是不等运动的唯一原因,那么重力不等的诸物体穿过一个且相同的物体运动时就应当以相等速度运动,不因重力而产生任何差异,并且只有当穿过的介质不同时才会产生不等运动;但这违背了明摆的事实。因为显然,不等的物体穿过相同的[介质]运动时是以不等速度运动的,这正是由于它们内部的推动原因不同,而这些原因既然凭其自身就是不同的,就必然使其现实活动也是不同的,即使它们并非穿过物体而是穿过虚空推动作为其基底的诸物体。此外,他本人在说过不等运动的原因有两个——即运动穿过的介质不同与被带动之物不同——之后,补充了运动穿过的介质如何是不同运动的原因:“因此,它穿行通过的介质,”他说,“之所以是原因,是因为无论在逆向移动时还是在静止时它都在阻碍”,这是由于需要分割。因此,如果一切运动之物不以相等速度运动的原因有两个,即运动穿过之介质的差异与被带动之物的差异,而来自穿过介质的原因是作为阻碍因的原因,那么来自运动之物差异的原因就将是作为动力因的原因;因为任何人都不可能构想出别的因。
- 4.204ὡς ἔνθεν τὸ εἶναι κίνησιν διὰ κενοῦ ἀνῃρῆσθαι
连词 ὡς 引导带有表示结果的动词不定式结构(ἔνθεν ... ἀνῃρῆσθαι)。ἔνθεν 意为“由此”、“结果”,指示出前述间接疑问从句(εἰ ἀνάγκη ... ἰσοταχῆ εἶναι πάντα τὰ δι’ αὐτοῦ κινούμενα)在亚里士多德逻辑中所导致的结论。
- 4.204καὶ παρὰ τὴν ἐγγινομένην τῆς κινήσεως διαφορὰν ἐκ τοῦ διαφέρειν τὰ σώματα
介词短语 παρὰ τὴν ... διαφορὰν 意为“不同于……”或“在……的差异之外”。虽然前文中的 παρὰ 表原因(“由于物体的差异”),但在此处它表示区分或除外,表明除了由介质差异所引起的运动差异之外,运动物体自身内部还存在着导致不等运动的另一种独立原因。
- 4.204πῶς ἐστι τὸ δι’ οὗ διαφόρου κινήσεως αἴτιον προσέθηκε
主要动词 προσέθηκε(“他补充道”)后置,并统辖前置的间接疑问从句 πῶς ἐστι τὸ δι’ οὗ διαφόρου κινήσεως αἴτιον(“运动穿过的介质如何是不同运动的原因”)作为其直接宾语。此处语序有倒装。
