← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§675.12-676.33

作为场所的虚空立场与介质阻力论证的概述

菲洛波庞总结了亚里士多德反驳虚空的论述,随后声明了自己的立场:既否定独立分离的虚空,又维护作为场所的被充满的虚空,并概述了亚里士多德基于介质阻力与时间比例反对在虚空中运动的两个论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.204#1

Μέχρι μὲν οὖν τῶν ἐνταῦθα πέρας ἔχουσι τῷ Ἀριστοτέλει οἱ περὶ τοῦ κενοῦ λόγοι, δεῖ δὲ ἡμᾶς ἄνωθεν ἀναλαβόντας τὸν λόγον ἕκαστον τῶν ἐπιχειρημάτων ἐπισκέψασθαι. ποιησόμεθα δὲ τὴν ἀρχὴν οὐκ ἐξ οὗ τὸν περὶ κενοῦ καὶ αὐτὸς ἤρξατο ποιεῖσθαι λόγον (πρὸς τινὰ γὰρ ἔφθημεν ἤδη τῶν ἐπιχειρημάτων ἐν τῷ ἑκάστου τόπῳ ὑπαντήσαντες), ἀλλ’ ὅθεν ἤρξατο ἐπιχειρεῖν ὡς οὐ δυνατὸν κενοῦ ὄντος δι’ αὐτοῦ γενέσθαι κίνησιν, ὡς νῦν δι’ ἀέρος ἢ δι’ ὕδατος, ἅπερ μάλιστα τῶν ἐπιχειρημάτων γλαφυρά τέ ἐστι καὶ πάντας σχεδὸν εἷλε τῇ πιθανότητι, λέγω δὴ τὰ ἐκ τῆς ἀνισοταχοῦς τῶν κινουμένων κινήσεως. πρὶν δὲ τοῦ λόγου ἄρξασθαι, ἐκεῖνό φημι ὅπερ ἤδη καὶ ἐν τοῖς περὶ τοῦ τόπου λόγοις εἶπον, ὅτι ὁ παρ’ ἡμῶν λόγος οὐ τοῦτο κατασκευάζειν βούλεται, ὅτι ἔστι τι κενὸν αὐτὸ καθ’ αὑτὸ κεχωρισμένον καὶ μηδὲν ἔχον σῶμα, καὶ δι’ αὐτοῦ τὴν κίνησιν γίνεσθαι· οὐδαμῶς, ἀλλ’ ὅτι μὲν οὐδὲν ἔστι κενὸν κεχωρισμένον πάντῃ σώματος καὶ αὐτὸς ὁμολογῶ πειθόμενος ἔκ τε τῆς καλουμένης τοῦ κενοῦ βίας καὶ πολλῶν ἄλλων, ἡ δὲ ἔνστασίς μοι πρὸς τὰ Ἀριστοτέλους ἐπιχειρήματα δεικνύναι πειρωμένου,1 ὅτι εἰ ἦν κενόν, οὐκ ἂν ἐκινήθη τι δι’ αὐτοῦ, καὶ ὅτι εἰ καὶ μὴ κενὸν ἔστι2 κεχωρισμένον πάντῃ τῶν σωμάτων, ἀλλ’ οὖν ἔστι τὸ ὡς πεπληρωμένον κενόν, ὅπερ καὶ τόπος ἐστὶ τῶν σωμάτων, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. καὶ νῦν δὲ τοὺς ἀναιροῦντας τοῦτο λόγους δείξομεν οὐδεμίαν ἀνάγκην ἔχοντας, εἰ καὶ τῷ πιθανῷ συναρπάζουσι. πρῶτον δὲ ἐν συντόμῳ τῶν ἐπιχειρημάτων ἐπιμνησθῆναι ἀναγκαῖον. Τῆς ἀνίσου τῶν σωμάτων κινήσεως δύο εἰσὶν αἰτίαι, μία μὲν τὸ διάφορον εἶναι τὸ δι’ οὗ κινοῦνται, κἂν ἴσα καὶ ὅμοια ᾖ τὰ κινούμενα, ἑτέρα δὲ ἡ τῶν κινουμένων διαφορά, κἂν τὸ δι’ οὗ κινοῦνται ἓν ᾖ καὶ τὸ αὐτό. λαμβάνει οὖν πρῶτον μὲν τὸ κινούμενον τὸ αὐτό, φερόμενον δὲ τοῦτο ποτὲ μὲν δι’ ὕδατος ποτὲ δὲ δι’ ἀέρος ἴσων ὄντων τοῖς διαστήμασι, καὶ εὑρίσκει ὅτι ἐν πλείονι χρόνῳ κινεῖται διὰ τοῦ ὕδατος ἢ διὰ τοῦ ἀέρος, καὶ λαμβάνει ὅτι ὃν λόγον ἔχει ὁ χρόνος πρὸς τὸν χρόνον, τοῦτον τὸν λόγον ἔχει καὶ τὸ ὕδωρ πρὸς τὸν ἀέρα κατὰ τὴν σύστασιν· ὅσῳ γὰρ ὑπερέχει ὁ διὰ τοῦ ὕδατος χρόνος τοῦ χρόνου τοῦ διὰ τοῦ ἀέρος, τοσούτῳ παχύτερον καὶ δυσδιαιρετώτερον τὸ ὕδωρ τοῦ ἀέρος. οὔσης οὖν, φησί, ταύτης τῆς ἀναλογίας τῶν κινήσεων καὶ τῶν χρόνων αὐτῶν καὶ ἔτι τῶν δι’ ὧν κινοῦνται (εἰ γὰρ ἔστι, φησί, διὰ κενοῦ κίνησις, ἐν χρόνῳ πάντως γενήσεται), ἕξει οὖν λόγον τινὰ ὁ χρόνος ὁ διὰ τοῦ κενοῦ πρὸς τὸν χρόνον τὸν διὰ τοῦ πλήρους. οὐκοῦν καὶ τὸ κενὸν πρὸς τὸ σῶμα ἕξει λόγον τινά. τοῦτο δὲ ἀδύνατον· οὐδένα γὰρ λόγον ἐνδέχεται ἔχειν τὸ μηδὲν πρὸς τὸ ὄν· οὐδὲ ἄρα οἱ χρόνοι τῶν κινήσεων ἕξουσι λόγον πρὸς ἀλλήλους. ἀλλὰ μὴν πᾶς χρόνος πεπερασμένος πρὸς πάντα χρόνον πεπερασμένον λόγον ἔχει τινά· ἐν οὐδενὶ ἄρα χρόνῳ διὰ τοῦ κενοῦ κινηθήσεται, ταὐτὸν δὲ εἰπεῖν οὐ κινηθήσεται· οὐδεμία γὰρ κίνησις ἄχρονος. καὶ τὸ ἕτερον δὲ ἐπιχείρημα δῆλον, ὅτι εἰ διὰ κενοῦ κίνησις εἴη, συμβήσεται διὰ κενοῦ καὶ διὰ πλήρους τὸ αὐτὸ διάστημα κινηθῆναι, ὅπερ ἄτοπον. ἐὰν γὰρ λάβω λεπτομερέστερον τοῦ ἀέρος σῶμα τοῦτον τὸν λόγον ἔχον πρὸς τὸν ἀέρα, ὃν ὁ χρόνος τοῦ κενοῦ λόγον ἔχει πρὸς τὸν χρόνον τοῦ ἀέρος, καὶ ἐναποθῶμαι τοῦτο ἐν τῷ διαστήματι τοῦ κενοῦ, ἐν τοσούτῳ χρόνῳ κινηθήσεται διὰ τοῦ λεπτοτάτου σώματος, ἐν ὅσῳ ἐκινεῖτο διὰ τοῦ κενοῦ· ὥστε ἐν τῷ αὐτῷ χρόνῳ ἴσον διάστημα πλῆρές τε ὂν καὶ κενὸν κινηθήσεται, ὅπερ ἀδύνατον. ταῦτα μὲν οὖν τὰ ἐπιχειρήματα ἐκ τῆς διαφορᾶς τῶν δι’ οὗ ἡ κίνησις τίθησιν, ἀλλὰ κἂν τὸ αὐτὸ μὲν λάβωμεν δι’ οὗ ἡ κίνησις, διάφορα δὲ τὰ κινούμενα, εὑρήσομεν πάλιν, φησίν, ἀδύνατον τὸ ἐπὶ κενοῦ κίνησιν γενέσθαι.

至此,亚里士多德关于虚空的论证便告一段落,但我们必须从头重新拾起这一讨论,并审察每一个论证。然而,我们的开端并不取自他本人开始展开关于虚空的讨论之处(因为针对其中的某些论证,我们在各自的场所已经预先遇到并作了处理),而是取自他开始论证如果存在虚空,运动就不可能像现在穿过空气或水那样穿过它之处——这些论证在所有论证中最巧妙,并且因其说服力几乎俘获了所有人,我指的是那些基于运动之物的不等速运动的论证。但在开始讨论之前,我要说明我在关于场所的讨论中已经说过的那个观点:即我们这方的论辩并不试图确立存在某种自身独立分离且不含任何物体的虚空,并且运动穿过它而发生——绝非如此;相反,全然不存在完全与物体分离的虚空,这一点我自己也承认,我是被所谓‘虚空之力’以及许多其他事实所说服的;但我的异议是针对试图表明‘如果存在虚空,没有任何东西能穿过它运动’的亚里士多德的论证,并且[我们的主张是],即使不存在完全与诸物体分离的虚空,然而作为被充满状态的虚空是存在的,这正是诸物体的场所,正如我们在前文中也已证明的那样。而现在我们也将表明,取消这一点的那些论证并不具有任何必然性,即使它们以其说服力将人们裹挟而去。但首先,有必要简要地重述这些论证。 诸物体的不等速运动有两个原因:其一是它们穿过运动的介质不同,即使运动之物是相等且相似的;其二是运动之物自身的差异,即使它们穿过运动的介质是一个且相同的。因此,他首先假定运动之物是相同的,但它有时穿过水,有时穿过空气被带动,而它们在间距上是相等的,并发现它穿过水运动的时间比较穿过空气运动的时间更多;并且他假定,时间相对于时间具有怎样的比例,水依照其稠度相对于空气也具有怎样的比例;因为穿过水的时间超出穿过空气的时间有多少,水就比空气更稠密且更难以被分割多少。因此,既然存在着各运动、它们的时间以及它们穿过运动的介质之间的这种比例关系(他说,因为如果存在穿过虚空的运动,它无论如何都将在时间中发生),那么穿过虚空的时间相对于穿过充满体的时间就将具有某种比例。从而,虚空相对于物体也将具有某种比例。但这不可能;因为无相对于存在不可能具有任何比例;因而运动的时间彼此之间也不会具有比例。然而,任何有限时间相对于任何有限时间都具有某种比例;因此它将在无时间中穿过虚空运动,这与说它不运动是一回事;因为没有任何无时间的运动。 另一个论证也是显然的:即如果存在穿过虚空的运动,就会导致穿过虚空和穿过充满体运动了相同的间距,这是荒谬的。因为如果我选取一个比空气更稀薄的物体,它相对于空气所具有的比例恰好是虚空的时间相对于空气的时间所具有的比例,并将它置于虚空的间距之内,那么穿过这个最稀薄物体运动的时间,就将等于穿过虚空运动的时间;以致在相同的时间内,它将穿越相等的既是充满又是虚空的间距,而这是不可能的。这些论证是他从运动穿过的介质之差异出发建立的;但是,他说,即使我们假定运动穿过的介质是相同的,而运动之物是不同的,我们同样会发现,在虚空中产生运动是不可能的。

语法注2 条
  1. 4.204πειρωμένου

    阳性单数属格分词 πειρωμένου 在语法上与前面的属格所有者 Ἀριστοτέλους(亚里士多德的)相一致,而非修饰其紧邻的中性复数宾格名词 ἐπιχειρήματα(论证)。句法关系为“试图表明……的亚里士多德的诸论证”。

  2. 4.204καὶ ὅτι εἰ καὶ μὴ κενὸν ἔστι

    καὶ ὅτι 引导的从句并非顺承前面亚里士多德试图证明的内容(δεικνύναι πειρωμένου),而是表达作者本人的主张。它承接上文作者阐明立场的结构(“我的异议针对……”或“我们这方的论辩企图……”),意为“[我的异议/主张在于]即使不存在完全分离的虚空,然而被充满的虚空是存在的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:675.12-676.33