← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§673.8-675.11

对虚空作为向上运动动力因的驳斥

菲洛波诺斯注解了亚里士多德《物理学》217a2–217a19。他梳理了亚里士多德对将虚空视为向上运动的动力因(如浮囊比喻)之观点的驳斥(指出虚空发生位移的荒谬性、无法解释向下运动以及导致无时间运动的不可能性),并结合自身先前的解释印证了若无虚空则必须发生体积代偿的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.196

" Ἀλλ’ ὥσπερ οἱ ἀσκοὶ τῷ φέρεσθαι αὐτοὶ ἄνω φέρουσι τὸ συνεχές,1 οὕτω τὸ κενὸν ἀνώφορον." Οὐχ οὕτω, φησίν, αἴτιον κινήσεως τὸ τοιοῦτον κενὸν ὥσπερ αἴτιον λέγεται τὸ διάστημα ἐν ᾧ κινεῖται, ἀλλ’ ὥσπερ οἱ ἀσκοὶ οἱ ἔχοντες ἠρτημένον τι βάρος ὑποβρύχιον ἐν ὕδατι ἢ καὶ ἐπικείμενον τῷ φέρεσθαι αὐτοὶ εἰς τὴν ἐπιφάνειαν τοῦ ὕδατος φέρουσι κἀκεῖνο, οὕτως ἂν μόνως εἴη καὶ τὸ τοιοῦτον κενὸν κινήσεως αἴτιον τοῖς μανοῖς σώμασι· τῷ γὰρ φέρεσθαι αὐτὸ ἄνω φέροι ἂν κἀκεῖνα. οὕτω δὲ δῆλον ὅτι ὡς ποιητικὸν ἂν εἴη αἴτιον.

“但是,正如皮囊通过自身向上运动而带动与[它们]相连贯之物那样,虚空也是向上运动的。” 他说,这样一种虚空并不是以运动在其中发生的那种间隔被称作原因的方式作为运动的原因,而是正如系有浸入水中的重物或上方载有重物的皮囊,通过自身向上运动到水面而连带带动那个重物一样,唯有以这种方式,这样一种虚空才能成为稀薄物体运动的原因;因为通过自身向上运动,它也会带动那些物体。而这样一来,显然它是作为动力因的。

§4.197

"Καίτοι πῶς οἷόν τε φορὰν εἶναι κενοῦ ἢ τόπον; κενοῦ γὰρ γίνεται κενόν, εἰς ὃ φέρεται.2" Ἀνάγκη γάρ, εἰ κινεῖται τὸ κενόν, τόπον ἐκ τόπου μεταβάλλειν· ὥστε ἐν ἄλλῳ κενῷ γενήσεται. καὶ τί τούτου καταγελαστότερον; βουλόμενος δὲ πληκτικώτερον ποιῆσαι τὸν λόγον, οὐκ εἶπε ‘κενοῦ γὰρ γίνεται τόπος εἰς ὃν φέρεται’, ἀλλὰ κενοῦ γίνεται κενόν· τὸν γὰρ τόπον καὶ τὸ κενὸν ταὐτὸν ὑπολαμβάνουσιν εἶναι οἱ οὕτω λέγοντες.

“然而,虚空的位移或场所怎可能是可能的呢?因为将产生作为其运动所至目标的虚空的虚空。” 因为如果虚空运动,就必然从一个场所换到另一个场所;以致它将存在于另一个虚空之中。而有什么比这更荒谬的呢?他为了使论证更具冲击力,并没有说‘因为将产生作为其运动所至目标的虚空的场所’,而是说了‘产生虚空的虚空’;因为那些这样说的人把场所和虚空假定为同一个东西。

§4.198

"Ἔτι δὲ καὶ πῶς ἐπὶ τοῦ βαρέος ἀποδώσουσι τὸ φέρεσθαι κάτω;" Εἰ γὰρ τῆς ἐπὶ τὸ ἄνω φορᾶς τοῖς κούφοις αἴτιον τὸ κενόν, τί ἔσται τῆς ἐπὶ τὸ κάτω κινήσεως τοῖς βαρέσι τὸ αἴτιον; εἰ γὰρ εἴποιεν τὴν φύσιν τῶν βαρέων σωμάτων ἐξαρκεῖν πρὸς τὸ κάτω φέρεσθαι, διὰ τί μὴ καὶ τοῖς κούφοις ἡ φύσις εἰς τὴν ἄνω φορὰν ἐξήρκεσε καὶ οὐδὲν τοῦ κενοῦ ἐδεήθησαν· ἤλεγξε δὲ ἐν ἄλλοις τοῦτον τὸν λόγον ἱκανῶς ὁ Ἀριστοτέλης.

“此外,对于沉重之物,他们又将如何解释其向下运动呢?” 因为如果对于轻的事物而言,向上位移的原因是虚空,那么对于沉重之物而言,向下运动的原因将是什么呢?如果他们说重物的自然本性足以使其向下运动,那么为什么对于轻的事物而言,自然本性就不足以使其向上位移,以致它们根本不需要虚空呢?亚里士多德在其他地方已充分反驳了这种论调。

§4.199

"Καὶ δῆλον ὅτι εἰ ὅσῳ ἂν μανότερον καὶ κενώτερον ᾖ ἄνω οἰσθήσεται." Ἕτερον ἐπιχείρημα. εἰ τὸ πλείονα ἔχον κενὰ μᾶλλον ἐπὶ τὸ ἄνω κινεῖται, τὸ ὅλον κενὸν τάχιστα ἂν κινηθήσεται· ἀλλ’ ἀδύνατον κινεῖσθαι τὸ κενόν.

“并且显然,如果越是稀薄和更具虚空,它就越会被向上带动。” 这是另一个论证。如果拥有更多虚空的东西更多地向上运动,那么完全由虚空构成的东西将运动得最快;但虚空运动是不可能的。

§4.200

"Λόγος δ’ ὁ αὐτός, ὥσπερ ὅτι καὶ ἐν κενῷ ἀκίνητα πάντα, οὕτω καὶ τὸ κενὸν ὅτι ἀκίνητον· ἀσύμβλητα γὰρ ταῦτα." Ὧι λόγῳ, φησίν, ἐδείξαμεν ὅτι ἀδύνατον ἐπὶ κενοῦ κινηθῆναι (διότι λόγον οὐκ εἶχε τὸ κενὸν πρὸς τὸ πλῆρες, ἀνάγκη δὲ τὸν αὐτὸν λόγον εἶναι τῶν χρόνων καὶ τῶν κινήσεων, οἷος ἦν καὶ ὁ τῶν μεγεθῶν· συνέβαινεν οὖν ἀχρόνως ἐπὶ κενοῦ κινεῖσθαι, τοῦτο δὲ ταὐτὸν ἦν τῷ μὴ κινεῖσθαι), τῷ αὐτῷ οὖν λόγῳ δειχθήσεται ὅτι οὐδὲ κινηθῆναι οἷόν τε τὸ κενόν. τὸ γὰρ πάντῃ κενὸν οὐδένα ἕξει λόγον πρὸς τὸ κενά τινα κατεσπαρμένα ἔχον· ὥστε ἐν χρόνῳ ἐκείνου κινουμένου τὸ πάντῃ κενὸν ἀχρόνως κινηθήσεται. οὐδεμία δὲ ἄχρονος κίνησις· ἀδύνατον ἄρα τὸ κενὸν κινηθῆναι, καὶ οὐδὲν διοίσει εἴτε κεχώρισται εἴτε κατέσπαρται πρὸς τὸ μὴ πεφυκέναι κινεῖσθαι ὅλως.3

“论证也是相同的:正如在虚空中一切皆静止不动一样,虚空本身也是不动的;因为这些是不可比的。” 他说,正如我们据以表明在虚空中不可能运动的论证那样(因为虚空相对于充满体没有比例,而时间的比例和运动的比例必然与量度的大小的比例相同;因此随之而来的是在虚空中无时间地运动,而这与不运动是一回事),根据完全相同的论证,也将表明虚空甚至不可能运动。因为全然的虚空相对于含有散布的某些虚空之物没有任何比例;以致在后者于时间中运动时,全然的虚空将无时间地运动。但没有任何无时间的运动;因此虚空运动是不可能的,无论它是分离的还是散布的,就其根本不具有运动的本性而言,没有任何区别。

§4.201

"Τὰ ἄλλα δὲ ἠπορῆσθαι καλῶς." Εἰ καὶ τὸ εἶναι κενόν, φησίν, ἀνείλομεν, ἀλλ’ οὖν ἐπειδὴ ἔχουσι τὸ πιθανόν πως καὶ τὸ εὔλογον αἱ ἀπορίαι, οὐ δίκαιον οὐδὲ ταῦτα περιιδεῖν. διὰ τοῦτο γοῦν καὶ ἀναλαμβάνει αὐτάς, ἵνα εὐθὺς καὶ τὴν λύσιν ἐπάγῃ.

“关于其余的问题,疑难提出得很好。” 他说,即使我们取消了虚空的存在,但既然这些疑难在某种程度上具有说服力和合理性,忽视这些也是不公允的。正因如此,他重新拾起这些疑难,以便立即提出解决方案。

§4.202

"Ἢ ἀεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται καὶ ἀὴρ ἐξ ὕδατος· δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίνεται." Καὶ ἐντεῦθεν δῆλον τὸ παρ’ ἐμοῦ ἔμπροσθεν εἰρημένον, ὅτι οὐκ εἰς ἰσόογκα μεταβάλλει τὰ σώματα, ἀλλὰ ἀνταπόδοσιν γίνεσθαι· τὴν γὰρ αἰτίαν τούτου ἐπάγων φησὶ δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίνεται· ἀνάγκη οὖν ἅμα γενέσθαι τὴν ἀνταπόδοσιν τοῦ ἀέρος εἰς ὕδωρ μεταβάλλοντος, εἴπερ μὴ ἔστι κενόν. ἔτι δὲ σαφέστερον προϊὼν αὐτὸ τοῦτο ἐδήλωσεν εἰπών· ἢ ἄλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ.

“或者始终由空气生成相等的水,由水生成空气;因为显然从水生成更多的空气。” 从这里也可以明显看出我此前所说的事情,即诸物体并不是转变为体积相等之物,而是发生了代偿;因为他接着指出了这一点的原因,说“因为显然从水生成更多的空气”;因此,如果确实不存在虚空,空气转变为水的代偿就必然同时发生。他在下文进一步说“或者在别处某个地方从空气转变为相等的水,以使整体的总容积保持相等”,从而把这一点表达得更加清楚。

§4.203

"Οὐκ ἀεὶ δὲ εἰς τὸ κύκλῳ ἡ φορά, ἀλλὰ καὶ εἰς εὐθύ." Εἰ μὲν γὰρ πάντα κύκλῳ ἐκινεῖτο, οὐδὲν τούτων ἀνάγκη ἦν συμβαίνειν, ὧν ἀπηριθμήσατο (οὐ γὰρ ἀμείβει τὸν τόπον τὸ κύκλῳ κινούμενον), ἐπειδὴ δὲ ἔστι καὶ ἡ κατ’ εὐθεῖαν κίνησις, ἀνάγκη πᾶσα ἢ κενὸν εἶναι ἢ τῶν ἀπηριθμημένων ἄτοπόν τι συμβήσεσθαι.

“但位移并不总是在圆周上,而是在直线上也有。” 因为如果一切事物都作圆周运动,那么他所列举的后果(因为作圆周运动之物并不改变场所)就绝无必然发生之理,但既然也存在直线运动,就全然必然要么存在虚空,要么所列举的荒谬后果之一将会发生。

语法注3 条
  1. 4.196τῷ φέρεσθαι αὐτοὶ ἄνω φέρουσι τὸ συνεχές

    与格冠词不定式 τῷ φέρεσθαι 表示手段,其逻辑主语为主格代词 αὐτοί(与主句动词 φέρουσι 的主语一致)。后续的中性单数宾格 τὸ συνεχές(相连贯之物)作 φέρουσι 的直接宾语。

  2. 4.197κενοῦ γὰρ γίνεται κενόν, εἰς ὃ φέρεται

    属格 κενοῦ 为所属或关系属格,意为“属于虚空的虚空”。关系从句 εἰς ὃ φέρεται 修饰主格主语 κενόν,表明产生另一个虚空作为其运动目标的荒谬后果。

  3. 4.200πρὸς τὸ μὴ πεφυκέναι κινεῖσθαι ὅλως

    介词 πρός 与冠词完成时不定式 τὸ μὴ πεφυκέναι 连用,表示限定或方面(“关于……方面”)。不定式 πεφυκέναι 带补充不定式 κινεῖσθαι,意为“根本不具备运动的本性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:673.8-675.11