- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:671.3-673.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德《物理学》216b24–33中关于若否认物体压缩将产生的荒谬后果(如宇宙整体波荡,或水与空气相互代偿性转变为等量之物的虚构要求),驳斥了特米斯蒂乌的解释,并阐明了在驳斥散布虚空之前将其区分为“分离的间隔”与“微小不可入的空隙”两种假说的论证脉络。
" Εἰ δὲ τοῦτο, ἢ ὅλως κίνησις οὐκ ἔσται, ἢ κυμανεῖ τὸ ὅλον, ὥσπερ ἔφη Ξοῦθος." Εἰ τοῦτο, τουτέστιν εἰ μὴ ἔστι πίλησις τῶν σωμάτων καὶ συνίζησις εἰς ἑαυτά. Ξοῦθος δὲ σοφιστής τις ἦν.
“但如果是这样,要么运动完全不存在,要么如克苏托斯所说,整体将发生波荡。” “如果是这样”,即如果没有物体的压缩和向它们自身的退缩。克苏托斯则是一位智者。
"Ἢ εἰς ἴσον ἀεὶ μεταβάλλειν ἀέρα καὶ ὕδωρ,1 λέγω δὲ οἷον εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀήρ, ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι." Τὸ μὲν λέγειν εἰς ἴσον ἀεὶ μεταβάλλειν ἀέρα καὶ ὕδωρ δόξειεν ἂν εἰς ἰσόογκα μεταβάλλειν τὸν ἀέρα καὶ τὸ ὕδωρ, τὸ κυαθιαῖον ἀέρα κυαθιαῖον γίνεσθαι ὕδωρ, ἐμοὶ δὲ οὐ τοῦτο δοκεῖ λέγειν, ἀλλ’ ὅτι εἰς ἴσον ὕδωρ μεταβάλλει, ὅσον ἦν καὶ τὸ εἰς τὸν ἀέρα μεταβάλλον, ἵνα οὕτως ἐξίσωσις γένηται τῶν ὄγκων καὶ ἀνταπόδοσις. καὶ ὅτι τοῦτο λέγει, ἐσαφήνισε δι’ ὧν ἐπήγαγεν· οἷον, φησίν, εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀήρ, καὶ οὐκ εἶπε ‘γέγονεν τοσοῦτος ἀήρ’, δεῖ, φησίν, ἅμα ἐξ ἴσου ἀέρος, ὅσος ἦν ὁ μεταβάλλων ἐκ τοῦ ὕδατος, ὕδωρ γενέσθαι, ἐπεί, φησίν, εἰ μὴ τοῦτο εἴη, ἀλλὰ μόνον μεταβάλλοι τὸ ὕδωρ εἰς ἀέρα, ἐπειδὴ προφανῶς εἰς μεῖζον σῶμα μεταβάλλει, ἀνάγκη πᾶσα κενὸν εἶναι εἰς ὃ ἐχώρει τὸ γινόμενον σῶμα. καὶ ἄλλως εἰ μὴ τοῦτο ἔλεγεν, ἀλλ’ ὅτι εἰς ἰσόογκα ἔσται ἡ μεταβολὴ τῶν σωμάτων, ὥσπερ καὶ Θεμιστίῳ ἔδοξεν, ἤρκει εἰπεῖν ὅτι ἐξ ὕδατος κυάθου γενήσεται ἀὴρ τοσοῦτος, καὶ μὴ προσθεῖναι ὅτι ἅμα καὶ ἐξ ἀέρος τοσοῦτον ὕδωρ γενήσεται. εἰ γὰρ εἰς ἰσόογκα γίνεται ἡ μεταβολή, κἂν τὸ ὅλον ὕδωρ μετέβαλεν εἰς ἀέρα, οὐδὲν ἀδύνατον ἠκολούθει τὸν αὐτὸν τόπον κατέχοντος τοῦ ἀέρος, ὅνπερ καὶ τὸ ὕδωρ, νῦν δὲ εἰπὼν εἰ ἐξ ὕδατος κυάθου γέγονεν ἀὴρ πρὸς τῷ μὴ προσθεῖναι ὅτι τοσοῦτος, ὅσον ἦν καὶ τὸ ὕδωρ (καίτοι ἔδει γε προσθεῖναι, εἰ τοῦτο ἐβούλετο λέγειν), εἶτα καὶ ἐπήγαγεν ὅτι ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι,2 ἢ κενὸν εἶναι ἐξ ἀνάγκης. καίτοι εἰ εἰς ἰσόογκα μεταβάλλουσι, κἂν τὸ ὕδωρ μόνον μεταβάλλοι, οὐδὲν τῶν ἄλλων ἕψεται, οὔτε δὲ κενὸν ἀνάγκη εἶναι, ὥσπερ εἶπον· τὸν αὐτὸν γὰρ καθέξει τόπον ὁ ἀήρ, ὅνπερ καὶ τὸ ὕδωρ πρὶν μεταβληθῆναι. ὅτι μὲν οὖν τοῦτο λέγει, σαφὲς οἶμαι εἶναι ἐξ αὐτῶν τῶν Ἀριστοτελικῶν λέξεων, τοῦτο δὲ οὐχ ὡς ἑπόμενον τῷ ἀνῃρῆσθαι τὴν μάνωσιν ἐπήγαγεν (τῇ γὰρ ἀναιρέσει τῆς μανώσεως εἵπετο ἢ μὴ κίνησιν εἶναι ἢ κυμαίνειν τὸ πᾶν), ἀλλ’ ἤτοι ἁπλῶς 〈ὡς〉 τῇ ἀναιρέσει τοῦ κενοῦ ἑπόμενον, ἢ ἵνα ὡς ἐκ διαιρέσεως προάγηται ὁ λόγος. οἷον ἢ ἔστι μάνωσις καὶ πύκνωσις, ἢ οὐκ ἔστιν· εἰ μὲν οὖν 〈μὴ〉 ἔστιν, ἕψεται τὰ εἰρημένα, εἰ δὲ [μὴ] ἔστιν, ἢ κενὸν ἔσται εἰς ὃ συστέλλεται τὰ πυκνούμενα καὶ ἐξ οὗ διαστέλλεται τὰ μανούμενα, μᾶλλον δὲ καὶ εἰς ὃ ἔξωθεν ὂν χωρεῖ, ἢ ἀνάγκη ἅμα τό τε ὕδωρ μεταβάλλειν εἰς ἀέρα καὶ τοσοῦτον ἀέρα μεταβάλλειν εἰς ὕδωρ, καὶ τοῦτο δοκεῖ πλασματῶδες εἶναι.
“或者空气和水始终转变为相等之物,我是说,例如若从一杯水生成了空气,同时从等量的空气生成了如此多的水。” 说空气和水始终转变为“相等之物”,似乎可以被认为是空气和水转变为体积相等之物,即一杯空气变成一杯水;但依我看,他所说的并不是这个,而是说[空气]转变为同等数量的水,其数量等于转变为空气的水的数量,以便体积的均等和代偿由此得以实现。而他所说的正是这一点,这一点通过他随后补充的话得到了澄清:他说,例如若从一杯水生成了空气——他并没有说‘生成了如此多的空气’——那么他说,必须同时从等量的空气(其量等于从水中转变而来的空气)生成水;因为他说,如果不这样,而仅仅是水转变为空气,那么既然它显而易见转变为更大的物体,生成出来的物体所容纳于其中的虚空就全然必然存在了。此外,如果他不是在说这一点,而是正如特米斯蒂乌所认为的那样,是指物体的转变将是转变为体积相等之物,那么只消说从一杯水将生成如此多的空气就足够了,而无需补充说同时从空气也将生成如此多的水。因为如果转变是转变为体积相等之物,即使全部的水都转变为空气,由于空气占据着与水相同的场所,也不会随之产生任何不可能的后果;然而现在,他在说了“若从一杯水生成了空气”之后,不仅没有补充说空气与水的量相等(尽管如果他想要表达这个意思,原本应该补充的),随后还补充说“同时从等量的空气生成了如此多的水,否则必然存在虚空”。然而,如果它们转变为体积相等之物,即使仅仅是水发生转变,也不会随之产生其他后果,亦如我所言无需存在虚空;因为空气将占据水在转变之前所占据的相同场所。因此,我认为根据亚里士多德的原话本身,他所说的正是这一点是显而易见的;而他补充这一点,并非作为取消稀化的后果(因为伴随取消稀化而来的后果,是要么不存在运动,要么宇宙全体发生波荡),而是要么纯粹作为取消虚空的后果,要么是为了使论证能够依划分法而展开。例如,稀化和浓缩要么存在,要么不存在;那么如果它们不存在,上述后果将会随之产生;如果它们存在,则要么将存在浓缩之物收缩于其中、稀化之物从中膨胀出来的虚空(或者更确切地说,是作为外在于物体的、供其进入容纳的虚空),要么必然同时水转变为空气且如此多的空气转变为水,而这看来是一种虚构之说。
"Εἰ μὲν οὖν τὸ μανὸν λέγουσι τὸ πολλὰ κενὰ κεχωρισμένα ἔχον." Ἐντεῦθεν δείκνυσιν ὅτι ἀδύνατον εἶναι τὸ κατεσπαρμένον κενόν, φησὶ δὲ ὅτι 〈εἰ〉 οὕτως ὑποτίθενται ἐν τοῖς σώμασι κατεσπάρθαι τὸ κενόν, ὡς εἶναι ἐν τῷ μανῷ σώματι διαστήματα κενὰ κεχωρισμένα σώματος τηλικαῦτα, ὡς δύνασθαι εἰς αὐτὰ χωρεῖν ἕτερον, οἷοί εἰσι καὶ οἱ τῶν σπόγγων 〈πόροι〉, εἰ καὶ ἀέρος εἰσὶ πλήρεις, οἱ αὐτοί, φησίν, ἁρμόσουσι καὶ ἐπὶ τούτων λόγοι, οἵτινες καὶ πρὸς τοὺς τὸν τόπον διάστημα οἰομένους εἶναι, καὶ πρὸς τοὺς τὸ ἀθρόον κενὸν καὶ κεχωρισμένον ὑποτιθεμένους.
“那么,如果他们称稀薄之物是具有许多分离虚空的东西。” 从这里开始,他表明散布的虚空是不可能存在的;他说,如果他们假定虚空散布在物体中的方式,是指稀薄物体中存在着与物体分离的虚空间隔,其大小足以使另一个物体能够容纳在其中(正如海绵的细孔那样,即使它们充满了空气),他说,针对那些认为场所是间隔的人以及针对那些假定整体而分离的虚空的人所用的同样论据,也将适用于这些情况。
"Εἰ δὲ μὴ χωριστόν, ἀλλ’ ὅμως ἐνεῖναί τι κενόν, ἧττον μὲν ἀδύνατον." Τουτέστιν εἰ μὴ εἴη ἀποκεκριμένον, ἀλλ’ οἷον εἰς οὕτω λεπτὰ κατακεκερματισμένον, ὡς μὴ δύνασθαι παρείσδυσιν ἄλλου σώματος γενέσθαι ἐν αὐτῷ, οἷον εἰ ἐπινοήσεις σφαιρικάς τινας ἀτόμους ἁπτομένας ἀλλήλων. δῆλον γὰρ ὅτι τῷ μὴ καθ’ ὅλην τὴν περιφέρειαν ἅπτεσθαι ἀλλήλων, ἀλλὰ κατὰ σημεῖον, ἔστι μεταξύ τινα κενὰ λεπτά, ἐγγενέσθαι δὲ ἐν αὐτοῖς ἄλλην ἄτομον ἀδύνατον· οὐ χωρήσει γὰρ διὰ τὴν λεπτότητα. αὕτη δέ, φησίν, ἡ ὑπόθεσις, εἰ καὶ ἧττον δοκεῖ ἀδύνατος, ἀλλ’ οὖν καὶ αὐτὴ ὡς ἀδύνατος ἐλεγχθήσεται.
“如果它不是分离的,但其中仍然存在某种虚空,那么不可能性要小一些。” 这就是说,如果它不是分离开来的,而是仿佛细碎化为如此微小的部分,以致另一个物体的侵入不可能发生于其中,就像你设想相互接触的球形原子那样。因为很明显,由于它们不是沿着整个圆周接触而是接触于一点,它们之间存在着某些微小的虚空,但在它们之中生成另一个原子是不可能的;因为由于其狭小,它是容纳不下的。然而他说,这一假设即使看来不可能性要小一些,但最终它本身也将作为不可能之物而被驳斥。
- 4.193εἰς ἴσον ἀεὶ μεταβάλλειν ἀέρα καὶ ὕδωρ
介词短语 εἰς ἴσον 初看似乎可以解释为“转变为相等的体积”(正如特米斯蒂乌所理解的,指水和空气在转变前后体积不变)。然而菲洛波诺斯根据随后的说明句(ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι)以及关于虚空之必然性的上下文,将其解释为保持总量平衡的“相互代偿性的等量转变”。
- 4.193πρὸς τῷ μὴ προσθεῖναι ὅτι τοσοῦτος, ὅσον ἦν καὶ τὸ ὕδωρ ... εἶτα καὶ ἐπήγαγεν ὅτι ἅμα ἐξ ἴσου ἀέρος ὕδωρ τοσοῦτον γεγενῆσθαι
πρὸς τῷ μὴ προσθεῖναι 由介词 πρός 支配带冠词的与格不定式构成,意为“除未补充说……之外”。该结构与分词 εἰπών 相配合构成前提分句,在句法上接入主句动词 ἐπήγαγεν(“随后又补充说”)。这一长句结构是菲洛波诺斯以亚里士多德的措辞次序作为证据来反驳特米斯蒂乌的核心句法框架。
