- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:669.20-671.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯区分了将散布的虚空视为宏观分立间隙与视为如同性质般内在的微观虚空这两种观点,阐述了亚里士多德对将后者假定为运动动力因的驳斥(指出其无法解释重的原因、虚空本身的运动以及纯虚空以最快速度运动等荒谬推论),并针对即使虚空仅用于解释稀化而非运动原因的假设,依据连续性、共感及营养增长的取消进行了驳斥。
ἀνάγκη γὰρ τοῦτο, φησίν, ἤτοι μεγαλομερὲς εἶναι ἐν τοῖς σώμασιν, ὡς δύνασθαι ἕτερον σῶμα χωρεῖν ἐν αὐτῷ, ἢ κατὰ σμικρὰ πάνυ διεσπαρμένον, ὡς μὴ ἐνδέχεσθαι παρείσδυσιν ἐν αὐτῷ γενέσθαι σώματος, οἷόν τι ἔλεγον καὶ οἱ τοὺς πόρους ὑποτιθέμενοι. εἰ μὲν οὖν ἀμερὲς εἴη τὸ κενόν,1 οὐδὲν διοίσει τοῦτο κεχωρισμένου κενοῦ· τοῖς αὐτοῖς οὖν λόγοις καὶ τοῦτο ἀναιρήσομεν, οἷσπερ κἀκεῖνο. οὐδὲν γὰρ διοίσει τὸ οὕτω κατακερματίζειν αὐτοὺς τὸ κενὸν πρὸς τὸ διαφυγεῖν ἐκείνας τὰς ἀπορίας,2 αἷς περιέπιπτον οἱ τὸ ἀθρόον κενὸν ὑποτιθέμενοι· διάστημα γὰρ ποιοῦσι κεχωρισμένον καὶ οὗτοι. εἰ δ’ οὕτω λέγοιεν τὸ κενὸν ἐγκατεσπάρθαι τοῖς σώμασι λεπτομερῶς, ὡς ἄν εἴποι τις ἐγκεκρυμμένον καὶ συγκεχυμένον τοῖς σώμασι τοῖς μανοτέροις, καὶ οἱονεὶ ποιότητα αὐτῶν εἶναι, λέγουσι μέν τι, φησί, πιθανώτερον οἱ οὕτω λέγοντες, οὐ μὴν ἀληθές. ἐπεὶ δέ, φησίν, οἱ οὕτω τὸ κενὸν ὑποτιθέμενοι αἴτιον αὐτὸ κινήσεως ὑποτίθενται, πρῶτον μὲν ἰστέον ὅτι ἀδύνατον ἄλλως αὐτὸ κινήσεως αἴτιον ὑποθέσθαι ἢ ὡς ποιητικόν.3 οὐ γὰρ ὡς τόπος οὐδὲ ὡς τὸ δι’ οὗ κινήσεως ἂν εἴη αἴτιον· οὐ γὰρ χωρεῖ ἐν ἑαυτῷ σῶμά τι, τοιαῦτα δὲ ἦν τὰ ἤτοι ὡς τελικὰ κινήσεως αἴτια, λέγω δὴ οἱ κατὰ φύσιν τόποι, ἢ ὡς [τὸ] δι’ ὧν ἡ κίνησις. μόνως ἄρα ὡς ποιητικὸν ἂν εἴη κινήσεως αἴτιον. καὶ λέγουσί γε οὕτως οἱ τοῦτο ὑποτιθέμενοι· φασὶ γὰρ τὰ κοῦφα τῶν σωμάτων τῇ τοῦ κενοῦ παρεμπλοκῇ τοιαῦτα εἶναι, καὶ ὅσῳ πλείονα ὑπάρχει τὰ κατεσπαρμένα κενά, τοσούτῳ κουφότερά ἐστι τὰ σώματα. πρῶτον μέν, φησίν, τοῦ κούφου ταύτην λέγοντες εἶναι τὴν ποιητικὴν αἰτίαν, τοῦ βαρέος τίνα φήσουσιν αἰτίαν εἶναι; ἔδει γὰρ ὥσπερ τὸ κενὸν παρεσπαρμένον τοῖς κούφοις τῶν σωμάτων, οἷον τῷ πυρί, ποιεῖ αὐτὰ κοῦφα, οὕτως καὶ ἄλλο τι τοῖς βαρέσι κατεσπαρμένον βαρέα αὐτὰ ποιεῖν. ἔπειτα εἰ τὸ κενόν φασι κοῦφον εἶναι, καὶ τῷ αὐτὸ φέρεσθαι ἐπὶ τὸ ἄνω, οὕτω φέρειν τὰ σώματα οἷς κατέσπαρται, πολλὰ ἄτοπα συμβήσεται· πρῶτον μὲν γὰρ τίς ἂν ἐπινοηθείη κενοῦ κίνησις; ἔπειτα συμβήσεται τὸ κενὸν ἐν κενῷ γενέσθαι. καὶ πῶς οἷόν τε κενοῦ τόπον εἶναι ἢ κενὸν ἐν κενῷ γίνεσθαι; ἔπειτα εἰ ὅσῳ μανότερόν τί ἐστι, ταὐτὸν δὲ εἰπεῖν ὅτι ὅσῳ πλείονα ἔχει τὰ κατεσπαρμένα κενά, τοσούτῳ κουφότερόν ἐστι πλείονος οὔσης τῆς ἀνωφόρου αἰτίας, λέγω δὴ τοῦ κενοῦ, δῆλον ὅτι, φησίν, ἐὰν ὅλον ᾖ κενόν, τάχιστα οἰσθήσεται. ἀλλ’ ἀδύνατον, φησί, τὸ κενὸν κινηθῆναι· τῷ γὰρ αὐτῷ λόγῳ δειχθήσεται, ᾧπερ καὶ πρότερον ἐχρησάμεθα. εἰ γὰρ κινοῖτο τὸ κενόν, ἕξει λόγον τινὰ πρὸς τὸ πλῆρες, τοῦτο δὲ ἀδύνατον· ἀδύνατον ἄρα κινεῖσθαι τὸ κενόν. ἀλλ’ οὕτω μὲν ὁ Ἀριστοτέλης ἐλέγχει τοὺς λέγοντας παρεσπάρθαι τοῖς σώμασι τὸ κενὸν διὰ τὸ τοὺς οὕτω λέγοντας κινήσεως αὐτὸ αἴτιον ὑποτίθεσθαι, εἰ δέ τις λέγοι κατεσπάρθαι μὲν τοῖς σώμασι τὸ κενὸν διὰ τὴν μάνωσιν, μὴ μέντοι κινήσεως αὐτὸ αἴτιον εἶναι, τί ἐροῦμεν; φημὶ ὅτι ἅπερ ὁ αὐτὸς Ἀριστοτέλης πολλαχοῦ εἴρηκεν,4 ὅτι πρῶτον μὲν ἀναιρεθήσεται ἡ τῶν σωμάτων συνέχεια, ἀναιρεθήσεται ἡ συναίσθησις, ἀναιρεθήσεται τροφὴ καὶ αὔξησις (πλήρωσις γὰρ ἔσται τῶν κενῶν, οὐ τροφὴ οὐδὲ αὔξησις), καὶ ὅσα ἄλλα αὐτὸς ἐν τῷ Περὶ γενέσεως πρὸς ταύτην εἴρηκε τὴν δόξαν.
因为他说,这种[散布的虚空]必然要么以大块形式存在于物体之中,以致另一个物体能够容纳在其中;要么以极其微小的形式分散,以致一个物体的侵入不可能发生于其中,正如那些假定细孔的人所说的那样。那么,如果虚空是由分立的大块构成的,这与分离的虚空将毫无二致;因此我们将用取消那一种虚空的同样论据来取消这一种虚空。因为他们这样把虚空细碎化,对于摆脱那些假定整体虚空的人所陷入的难题而言,并不会产生任何差别;因为这些人也同样制造出了分离的间隔。但如果他们说虚空是以细微部分散布在物体之中,正如人们可以说它隐藏并混合于较稀薄的物体中,仿佛是它们的一种性质,他说,这样说的人虽然说出了某种更有说服力的东西,却绝非真理。他说,由于这样假定虚空的人将它假定为运动的原因,首先必须知道,除了作为动力因之外,不可能将它假定为运动的原因。因为作为场所或作为运动穿过其中的媒介,它不可能成为运动的原因;因为它自身之中并不容纳任何物体,而那些或者作为运动的目的论原因(我是说天然场所),或者作为运动穿过其中的媒介的事物,原本正是这样一类[能容纳物体的]东西。因此,它只有作为动力因才可能是运动的原因。而假定这一点的人也确实是这样说的;因为他们说,轻的物体是由于虚空的编织穿插而成为轻的,并且散布的虚空存在得越多,物体就越轻。他说,首先,当他们说这是轻的物体的动力因时,他们将说重的原因是什么呢?因为正如散布在诸如火等轻的物体之中的虚空使它们变轻一样,某种散布在重物之中的其他东西也理应使它们变重。其次,如果他们说虚空是轻的,并且由于它自身向上运动,从而带动它散布于其中的物体如此运动,那么许多荒谬之后果将会随之产生:因为首先,虚空的何种运动能够被想象出来呢?其次,将会得出虚空产生于虚空之中的后果。然而虚空怎么可能有场所,或者虚空怎么可能产生于虚空之中呢?再者,如果某物越是稀薄——这等于说它拥有的散布虚空越多——由于向上承载的原因(我是说虚空)越多它就越轻,那么显而易见,他说,如果全是虚空,它将被运送得最快。但是他说,虚空运动是不可能的;因为这可以通过我们先前所用的同样论据来证明。因为如果虚空运动,它相对于充满之物将具有某种比例,而这是不可能的;因此,虚空运动是不可能的。亚里士多德就是这样驳斥那些说虚空散布在物体之中的人的,其依据是这样说的人将虚空假定为运动的原因;但如果有人说,虚空虽然由于稀化而散布在物体之中,然而并不是运动的原因,我们将说什么呢?我说,我们将陈述同一个亚里士多德在多处所说过的话:首先物体的连续性将被取消,共感将被取消,滋养与增长将被取消(因为这将是虚空的填充,既非滋养亦非增长),以及他自己在《论生成与消灭》中针对这一见解所说的所有其他话。
- 4.191εἰ μὲν οὖν ἀμερὲς εἴη τὸ κενόν
此处的条件从句呼应前文的选项 μεγαλομερὲς εἶναι ἐν τοῖς σώμασιν。在句法上,εἰ 搭配祈愿语气 εἴη 构成潜势条件从句。在文意上,它与后文的 λεπτομερῶς 相对,指的是具有可分割/离散之独立部分的虚空。
- 4.191οὐδὲν γὰρ διοίσει τὸ οὕτω κατακερματίζειν αὐτοὺς τὸ κενὸν πρὸς τὸ διαφυγεῖν ἐκείνας τὰς ἀπορίας
主语是带冠词的不定式短语 τὸ ... κατακερματίζειν αὐτοὺς τὸ κενόν,其中 αὐτούς 是不定式的逻辑主语,τὸ κενόν 是宾语。οὐδέν 是与动词 διοίσει 搭配的副词性内宾格/程度宾格,介词短语 πρὸς τὸ διαφυγεῖν 表示目的。
- 4.191ἐπεὶ δέ, φησίν, οἱ οὕτω τὸ κενὸν ὑποτιθέμενοι αἴτιον αὐτὸ κινήσεως ὑποτίθενται, πρῶτον μὲν ἰστέον ὅτι ἀδύνατον ἄλλως αὐτὸ κινήσεως αἴτιον ὑποθέσθαι ἢ ὡς ποιητικόν.
主句以动词性形容词 ἰστέον 引出 ὅτι 从句,由 ἐπεί 从句表达原因。在 ὅτι 从句中,无人称的 ἀδύνατον 统摄不定式 ὑποθέσθαι,αὐτό 为其宾语,αἴτιον 为补足成分(宾语补足语)。
- 4.191εἰ δέ τις λέγοι ... τί ἐροῦμεν; φημὶ ὅτι ἅπερ ὁ αὐτὸς Ἀριστοτέλης πολλαχοῦ εἴρηκεν
这是注释者斐洛波诺斯设想对手的反驳(即假定虚空只为解释稀化而非作为运动因)并以第一人称(φημί)作出回应的对话式论辩结构。φημὶ ὅτι 统摄由关系代词 ἅπερ 引导的从句作为宾语,其具体内容在后文由数个平行的 ὅτι 从句展开。
