- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:65.25-67.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解亚里士多德《物理学》第1卷第3章(186a23),考察对巴门尼德论证的双重反驳(前提虚假与推论不成立)。他阐明,即便假定“存在”仅具有像“白”这样单一的意义,无论从属、种、连续性还是定义来看,存在者依然是多数而非单一。
" Καὶ ἡ λύσις πῇ μὲν ὅτι ψευδής, πῇ δὲ ὅτι οὐ συμπεραίνεται." Ἐπιλυσόμεθα, φησί, τὸν Παρμενίδου λόγον διττῶς, καὶ ὅτι ψευδεῖς εἴληφε προτάσεις καὶ ὅτι οὐδ’ οὕτως συμπεραίνει ἐξ αὐτῶν τοῦτο ὃ βούλεται. καὶ γὰρ ἐξ ἀρχῆς ἔλεγεν ὅτι ἀμφότεροι ὅ τε Μέλισσος καὶ ὁ Παρμενίδης “καὶ ψευδῆ λαμβάνουσι καὶ ἀσυλλόγιστοί εἰσι”. ψευδεῖς μὲν γὰρ λαμβάνει τὰς προτάσεις, ὅτι τὸ ὂν πολλὰ σημαῖνον ὡς ἕν τι σημαῖνον οὕτω παρείληφεν ἐν τῇ ἐλάττονι προτάσει· τὸ γὰρ ἁπλῶς ἐνταῦθα ἀντὶ τοῦ μοναχῶς, καὶ δῆλον ἐκ τοῦ ἀντιδιαστεῖλαι αὐτῷ τὸ πολλαχῶς· ἢ ἁπλῶς γάρ φησι λαμβάνει τὸ ὂν λέγεσθαι, ἀντὶ τοῦ μοναχῶς, λεγόμενον πολλαχῶς. εἴπομεν δὲ ὅτι καὶ ἡ μείζων πρότασις ψευδής ἐστι. τὸ μὲν ψεῦδος ἐν ταῖς προτάσεσι τοιοῦτον, τὸ δὲ ἀσυμπέραντον οὐκ ἔοικε διὰ τὴν ἀντιστροφὴν λαμβάνειν ὁ Ἀριστοτέλης· ἔχει γὰρ ἡ λέξις οὕτως· ἀσυμπέραντος δὲ ὅτι, εἰ μόνα τὰ λευκὰ ληφθείη σημαίνοντος ἓν τοῦ λευκοῦ, οὐδὲν ἧττον πολλὰ τὰ λευκὰ καὶ οὐχ ἕν.1 τουτέστι κἂν συγχωρήσωμεν αὐτῷ ἀληθῆ λαβεῖν τὴν ἐλάττονα πρότασιν καὶ τὸ ὂν ἕν τι σημαίνειν, οἷον τὸ λευκόν, ἀληθὲς μὲν τὸ εἰπεῖν ὅτι τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τουτέστι τὸ παρὰ τὸ λευκὸν οὐ λευκόν, οὐκέτι δὲ ἕξει χώραν ἡ μείζων πρότασις ἡ λέγουσα τὸ οὐκ ὂν οὐδέν, τουτέστι τὸ οὐ λευκὸν οὐδέν ἐστιν. οὐκ ὂν μὲν γὰρ τὸ οὐ λευκόν, διότι τὸ ὂν ἓν μόνον σημαίνει τὸ λευκόν· οὐ μέντοι ἤδη καὶ οὐδὲν ἔσται, ἐπεὶ καὶ ἡμεῖς τὴν ὕλην ἑτέραν τῶν ὄντων πάντων λέγοντες εἶναι (τουτέστι τῶν εἰδοπεποιημένων) διὰ τὸ πᾶσιν ὑπεστρῶσθαι, ὅμως οὔ φαμεν αὐτὴν οὐδὲν εἶναι. ὥστε ἀνῃρημένης τῆς μείζονος προτάσεως οὐδὲν συμπερανθήσεται· ἐκ μιᾶς γὰρ προτάσεως οὐδὲν συμπεραίνεται. ἄλλως τε κἂν δῶμεν τὸ ὂν ἓν εἶναι, τοῦτο δὲ τὸ ὂν λευκόν ἐστιν, οὐδὲν ἧττον καὶ οὕτω πολλὰ ἔσονται τὰ ὄντα· τὰ γὰρ λευκὰ πολλά. τὸ γὰρ λευκὸν ἓν εἶναι ἢ γένει ἢ εἴδει μόνον δυνατόν, εἰ δὲ οὕτως ἓν τὸ λευκόν, πολλὰ δηλονότι καὶ οὐχ ἓν τὰ λευκά· πλειόνων γὰρ περιεκτικὸν τὸ γένος καὶ τὸ εἶδος. οὐ γὰρ δὴ τὸ λευκὸν ὡς ἕν τι ἄτομον ληψόμεθα· ἀδύνατον γάρ, φησί, τοῦτο. [ἀδύνατον γὰρ] ἀνάγκη γάρ, εἰ ἓν εἴη ἄτομον, ἢ ὡς συνεχὲς εἶναι ἓν ἢ ὡς τῷ λόγῳ ταὐτόν, ἀδύνατον δὲ ἀμφοτέρως. οὔτε γὰρ ἕν τι συνεχές ἐστι τὸ λευκόν (ἐναργῶς γὰρ διακεκριμένα εἰσὶν ἀπ’ ἀλλήλων), οὔτε τῷ λόγῳ εἰσὶ ταὐτά· ἄλλος γὰρ ὁ τοῦ λευκοῦ λόγος, καὶ ἄλλος ὁ τοῦ ὑποκειμένου τοῦ δεδεγμένου αὐτό. Ἴδωμεν δὲ καὶ ἐπὶ λέξεως αὐτῆς πῶς φησιν. ἄλλο γὰρ ἔσται τὸ εἶναι λευκῷ καὶ τὸ δεδεγμένῳ.2 εἰπὼν ὅτι εἰ καὶ ἓν σημαίνει τὸ λευκόν, οὐδὲν ἧττον πολλὰ τὰ λευκά, διότι ἢ γένει ἓν ἔσται ἢ εἴδει, ἐπήγαγεν· οὔτε γὰρ τῇ συνεχείᾳ ἓν ἔσται τὸ λευκόν, οὔτε τῷ λόγῳ. ταὐτὸν δὲ εἰπεῖν ‘οὔτε γὰρ ὡς καθ’ ἕκαστον ἓν ἔσται τὸ λευκόν’, τὸ δὲ καθ’ ἕκαστον ἢ ὡς συνεχὲς ἐλέγετο ἓν εἶναι ἢ ὡς ἀδιαίρετον ἢ ὡς τῷ λόγῳ ταὐτόν. ἐπεὶ οὖν οὐδὲν αὐτῷ συντείνει τὸ ἀδιαίρετον, παρῆκεν αὐτὸ νῦν. διχῇ οὖν διελὼν τὸ καθ’ ἕκαστον, δείκνυσιν ὅτι κατ’ οὐδέτερον δυνατὸν ἓν εἶναι λέγειν τὸ ὄν, τουτέστι τὸ λευκόν· τοῦτο γὰρ ὑπόκειται νῦν τὸ ὂν σημαίνειν. καὶ ὅτι μὲν οὐ δυνατὸν ὡς τῷ λόγῳ ταὐτὸν εἶναι, φησίν· ἄλλο γὰρ ἔσται τὸ εἶναι λευκῷ καὶ τὸ δεδεγμένῳ, τουτέστιν οὐ δυνατὸν ἕνα ὁρισμὸν τοῦ λευκοῦ ἀποδοῦναι. τὸ γὰρ λευκὸν σῶμά ἐστι τοιῶσδε κεχρωσμένον, καὶ ὁρισμὸς ἄλλος μὲν ἀποδίδοται τοῦ ὑποκειμένου, ἄλλος δὲ αὐτῆς τῆς λευκότητος· οὐ γάρ ἐστι τῶν καθ’ αὑτὸ ὑφεστηκότων τὸ λευκόν, ἀλλὰ τῶν ἐν σώματι ἐχόντων τὸ εἶναι. εἰ τοίνυν μὴ δυνατὸν ἕνα ὁρισμὸν τοῦ ὑποκειμένου καὶ τῆς λευκότητος ἀποδοῦναι, οὐκ ἄρα ὡς τῷ λόγῳ ταὐτὸν ἓν ἔσται τὸ λευκόν.
“而其解决,一方面是因为[前提]虚假,另一方面是因为推论不成立。” 他说,我们将从两个方面消解巴门尼德的论证:既因为他采用了虚假的前提,也因为即使如此,他也未能从中得出他所意图的结论。因为他从一开始就说过,麦里梭与巴门尼德两者“既采取了虚假的前提,又是无推论性的”。说他采取了虚假的前提,是因为“存在”虽指示诸多事物,他却在小前提中将其当作指示某种单一事物来采用;因为这里的“单纯地”代替了“以单一方式”,而这一点从他将“以多种方式”与它对立起来看是很清楚的;因为他说,他假定了“存在”被“单纯地”说——代替了“以单一方式”——尽管它是以多种方式被说的。我们也曾说过,大前提同样是虚假的。前提中的虚假就是如此,但亚里士多德似乎并不是由于换位法而认为推论不成立的;因为原文文句如下:“推论不成立是因为,即使只假定白的事物,而‘白’指示单一事物,白的事物依然是多而不是一。”这就是说,即使我们向他让步,承认他采取了真实的小前提,且“存在”指示某种单一事物(例如白),那么说“在存在之外的东西是非存在”(即在白之外的东西是非白)固然是真实的,但那主张“非存在是无”(即非白是无)的大前提便不再有立足之地。因为非白固然是非存在(因为“存在”仅仅指示单一事物即白),然而它却绝不会因此便已经也是无;因为我们自己虽然说质料由于居于一切事物之下因而是不同于一切存在物(即被赋予形式之物)的,但我们仍然不说它是无。因此,大前提既被推翻,便什么也推论不出来;因为从单个前提是什么也推论不出来的。此外,即使我们承认存在是一,且这一存在是白,存在物即使如此依然会是多数;因为白的事物是多数。因为白成为一,仅仅或者在属上或者在种上是可能的;但如果白是以这种方式成为一,白的事物显然是多而不是一;因为属和种包含更多的东西。因为我们绝不会把白当作某种个别的不可分事物来采用;因为他说,这是不可能的。因为必然的是,如果它是一个不可分的事物,它要么作为连续之物是一,要么作为在定义上同一之物是一,但以这两种方式都是不可能的。因为白并非某种连续的一(因为它们显而易见地彼此分离),在定义上也不是同一的;因为白的定义是一回事,接受了它的主体的定义是另一回事。让我们也看看他在原文中究竟是如何说的:“因为对白而言的存在与对接受了它的事物而言的存在将是不同的。”在说过即使白指示一,白的事物依然是多(因为或者在属上是一,或者在种上是一)之后,他接着说:“因为白既不会因连续性而是一,也不会在定义上是一。”但这也等同于说:“因为白也不会作为个别事物而是一”;而个别事物曾被说成要么作为连续之物是一,要么作为不可分之物是一,要么作为在定义上同一之物是一。既然不可分之物对他毫无助益,他现在就将其略去。因此,在把个别事物划分为二之后,他表明以这两种方式中的任何一种,都不能说存在(即白)是一;因为现在假定“存在”指示这个。至于它不可能作为在定义上同一之物而是一,他说:“因为对白而言的存在与对接受了它的事物而言的存在将是不同的”,这就是说,不可能给出白的一个单一的定义。因为白的事物是以某种方式具有颜色的物体,对于主体给出的定义是一回事,对于白性本身给出的定义是另一回事;因为白并不属于自存的事物,而属于在物体中具有其存在的事物。因此,如果不可能为主体和白性给出一个单一的定义,那么白就不会作为在定义上同一之物而是一。
- 1.38ἀσυμπέραντος δὲ ὅτι, εἰ μόνα τὰ λευκὰ ληφθείη σημαίνοντος ἓν τοῦ λευκοῦ, οὐδὲν ἧττον πολλὰ τὰ λευκὰ καὶ οὐχ ἕν
引用并概括亚里士多德原文(186a25–26)的句式。句首阳性形容词 ἀσυμπέραντος 作表语,省略了主语(如 ὁ λόγος),统摄由 ὅτι 引导的名词性从句(“[论证]推论不成立是因为……”)。随后的 σημαινοντος ἓν τοῦ λευκοῦ 为属格独立结构,与条件从句 εἰ μόνα τὰ λευκὰ ληφθείη 并列,表相伴的让步或条件限定。
- 1.38ἄλλο γὰρ ἔσται τὸ εἶναι λευκῷ καὶ τὸ δεδεγμένῳ
亚里士多德表达本质的特有结构“冠词+不定词+与格”(τὸ εἶναι + 与格)。两个这样的短语作为复合主语形成并列与对比,由谓语 ἄλλο ἔσται(将是不同的)统摄:即 τὸ εἶναι λευκῷ(对白而言的本质)与 τὸ [εἶναι] δεδεγμένῳ(对接受了它的主体而言的本质)。注意在 τὸ δεδεγμένῳ 中,中性冠词 τὸ 名词化的是省略了 εἶναι 的不定词短语,而非直接修饰完成时与格分词 δεδεγμένῳ。
