- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:668.12-669.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯详细阐述了虚空论者试图从稀化、密化、直线运动及元素转化来确立散布的虚空的论证脉络,并解释了亚里士多德如何重构其前提。
Τὸ μὲν οὖν συνημμένον ἐκ ταύτης κατεσκεύαζον τῆς ἐννοίας, τὴν δὲ πρόσληψιν, λέγω δὴ τὸ ‘ἀλλὰ μὴν ἔστι μάνωσις καὶ πύκνωσις’, κατασκευάζει ὁ Ἀριστοτέλης οὕτως· εἰ μὴ ἔστι μάνωσις καὶ πύκνωσις, οὐδὲ πίλησις ἔστι τῶν σωμάτων, εἰ δὲ μὴ ἔστι πίλησις, ἢ παντελῶς ἀνῄρηται ἡ κατ’ εὐθεῖαν κίνησις (τὰ γὰρ κινούμενα κατ’ εὐθεῖαν τῷ ὠθεῖν τὸν ἔμπροσθεν ἀέρα ἢ τὸ ὕδωρ οὕτω κινεῖται· ὠθούμενον οὖν τὸ σῶμα δι’ οὗ ἡ κίνησις γίνεται καὶ συστελλόμενον εἰς τὰ παρακείμενα κενὰ παρέχει χώραν τοῖς δι’ αὐτοῦ διοῦσιν, ὥσπερ ἔχει καὶ ἐπὶ τῶν διὰ πλήθους βαδιζόντων), εἰ τοίνυν μὴ πυκνοῦται τὰ σώματα μηδὲ συμπιλεῖται εἰς τὰ κατεσπαρμένα κενά, ἢ παντελῶς ἀναιρεθήσεται ἡ κίνησις ἡ κατ’ εὐθεῖαν (ποῦ γὰρ κινηθήσεται χώρας οὐκ οὔσης, οὐδὲ ἔχοντος τοῦ ὠθουμένου ὅποι χωρῆσαν ἀκώλυτον τῷ κινουμένῳ παρέχοι τὴν δίοδον;),1 ἢ εἰ ἔστι κίνησις, ἀνάγκη, φασί, κυμαίνειν τὸ πᾶν, τουτέστιν ἐξίστασθαι καὶ ὑπερεκπίπτειν τῶν οἰκείων ὅρων· ἀνάγκη γὰρ κινουμένου τινὸς τὸ ἔμπροσθεν ὠθεῖσθαι σῶμα, κἀκεῖνο ἐφεξῆς ὠθεῖν, καὶ τοῦτο μέχρι τοῦ ἐσχάτου, καὶ οὕτω λοιπὸν οἷον ὑπερεκχεῖσθαι τὸν οὐρανὸν εἰς τὰ ἔξω καὶ οἷον σαλεύειν, ὅπερ καὶ ἐν ταῖς κολυμβήθραις συμβαίνει, ὅταν τι κινῆται ἐν αὐταῖς σῶμα. ταῦτα δὲ ἔλεγον διὰ τὸ μήπω ἐπιστῆσαι τῇ ἀντιπεριστάσει τῶν σωμάτων. οὐ μόνον δὲ ταῦτα τῇ ἀναιρέσει τοῦ κενοῦ ἕψεται τὰ ἄτοπα, λέγω δὴ τὸ ἀναιρεῖσθαι μάνωσιν καὶ πύκνωσιν, καὶ διὰ τὸ ταύτην ἀναιρεῖσθαι ἢ μηδ’ ὅλως εἶναι τὴν κατ’ εὐθεῖαν κίνησιν ἢ κυμαίνειν τὸ πᾶν, ἀλλὰ πάλιν ἀνάγκη κενοῦ ἀνῃρημένου ἢ μηδ’ ὅλως εἶναι μεταβολὴν εἰς ἄλληλα τῶν σωμάτων, ἢ εἰ τοῦτο ἐναργές, ἢ εἰς ἰσόογκα τὴν μεταβολὴν τῶν σωμάτων γίνεσθαι, λέγω δὴ ἵνα ὁ κυαθιαῖος ἀὴρ μεταβαλὼν εἰς ὕδωρ κυαθιαῖον ποιήσῃ ὕδωρ, ὁμοίως δὲ καὶ τὸ ὕδωρ ἴσον ἀέρα ποιήσῃ (ποῦ γὰρ χωρήσει τὸ μεῖζον σῶμα μηδενὸς ὄντος κενοῦ;), ἢ εἰ τοῦτο παρὰ τὴν ἐνάργειαν (ὁρᾶται γὰρ ἡ εἰς μεῖζον τῶν σωμάτων μεταβολή· πόθεν γὰρ ῥήγνυνται ὑπὸ τοῦ γλεύκους οἱ πίθοι τε καὶ οἱ ἀσκοί, εἰ μὴ εἰς πνεῦμα τοῦ γλεύκους μεταβάλλοντος, ὅπερ διὰ τὸ μεῖζον εἶναι τοῦ μεταβεβλημένου μὴ χωροῦντα τὰ ἄγγη ῥήγνυνται,2 ὅπερ καὶ ἐπὶ τῶν ἁπτομένων συμβαίνει;), ἀλλ’ εἰ εἰς μεῖζον ἡ μεταβολή, πάλιν δύο ἀτόπων θάτερον οὐκ ἐκφεύξεται· ἢ γὰρ ἀνάγκη ὅσον ἐνταῦθα μεταβάλλει ὕδωρ εἰς ἀέρα, ἀλλαχοῦ τοσοῦτον ἀέρα μεταβάλλειν εἰς ὕδωρ (ὅπερ καὶ αὐτὸ πλασματῶδες, τὸ λέγειν ὅτι ἐπειδὴ δοκεῖ μοι νῦν ἐξατμίσαι τοσόνδε ὕδωρ ἕψοντα, ἀνάγκη ἀλλαχοῦ τοσοῦτον μεταβαλεῖν ἀέρα, κἂν πλεῖόν μοι δόξῃ, πλείω καὶ ἀέρα μεταβάλλειν), ἢ πάλιν εἰ μὴ τοῦτο, ἀνάγκη κυμαίνειν τὸ πᾶν, ὅπερ καὶ αὐτὸ μὲν καθ’ αὑτὸ γελοῖον, ἐπειδὴ κεκίνηται τόδε τι, τὸν οὐρανὸν τῶν οἰκείων ἐξίστασθαι τόπων, καὶ ὅτι φεύγοντες τὸ ἔλαττον κενὸν ὁμολογεῖν τὸ πλέον ἐξ ἀνάγκης δώσουσι.3 ποῦ γὰρ κυμαίνει ὁ οὐρανός; εἰς σῶμα μὲν γὰρ ἀδύνατον· ἀνάγκη οὖν εἰς κενὸν ἀθρόον ἔξωθεν περικεχυμένον τῷ οὐρανῷ· εἰ τοίνυν πάντα ταῦτα ἄτοπον, ἀνάγκη δήπου εἶναι τὸ κατεσπαρμένον κενὸν ἐν τοῖς σώμασιν. Οἱ μὲν οὖν δι’ ὧν κατεσκεύαζον τὸ κενὸν λόγοι τοιοῦτοί εἰσιν, ἐφεξῆς δὲ δείκνυται ὅτι ἀδύνατον εἶναι τὸ κατεσπαρμένον κενόν.
那么,假言前提他们是从这一概念来确立的,而小前提,我是说“但是稀化和密化确实存在”,亚里士多德是这样确立的:如果稀化和密化不存在,物体的压紧也不存在;但如果没有压紧,要么直线运动被彻底取消(因为作直线运动的物体是通过推挤前方的空气或水来如此运动的;因此,运动发生于其中的那个物体,由于被推挤并向邻近的虚空收缩,从而为穿过它的物体提供空间,正如在人群中行走的人的情形中一样);所以,如果物体既不密化,也不向散布的虚空压紧,要么直线运动将被彻底取消(因为在没有空间,且被推挤的物体也没有任何可退入的地方以便为运动的物体提供不受阻碍的通路的情况下,它究竟要在哪里运动呢?),要么假如有运动,他们说,整个宇宙必然会涌动,也就是说脱离并溢出其固有的界限;因为当某物运动时,前方的物体必然被推挤,而该物体又依次推挤下一个,如此直到最末端,这样天界从此便仿佛向外溢出并仿佛摇荡,这也正是在浴池中无论何时有任何物体在其中运动时所发生的情形。他们这样说,是因为他们尚未注意到物体的相互代位。然而,不仅这些荒谬之后果会随虚空的取消而产生——我是说稀化和密化被取消,并且由于这一点的被取消,要么根本没有直线运动,要么整个宇宙涌动——而且一旦取消虚空,要么各物体之间必然根本没有相互转化;要么如果这一点是明白显见的,物体的转化就必然化为等体积,我是说以便一勺的空气转化为水后产生一勺的水,水同样产生等量的空气(因为如果没有任何虚空,更大的物体究竟要容纳于何处呢?);要么如果这违背显然的事实(因为物体向更大体积的转化是肉眼可见的;事实上,若非因为新酿葡萄汁转化成气,而容器因气大于转化前之物而容纳不下从而破裂,大缸和皮囊凭什么会被新酿葡萄汁胀裂呢,这在被点燃的事物的情形中也是如此?);但如果转化是向着更大体积进行的,它又将免不了陷入两种荒谬之一:因为要么这里有多少水转化为空气,别处就必然有同样多的空气转化为水(这也本身就是捏造之谈,说什么由于我现在想要煮沸蒸发这么多水,别处就必然有同样多的空气转化,假如我想要蒸发更多,也必然有更多的空气转化),要么如果不是这样,整个宇宙就必然会涌动,这本身也是可笑的,竟然因为某物运动了,天界就要脱离其固有的场所,而且他们本想逃避承认较小的虚空,却必然招致承认更大的虚空。因为天界究竟向哪里涌动呢?涌入物体中是不可能的;因此必然是涌入从外部环绕着天界的整体虚空之中;所以,如果所有这些都是荒谬的,那么在物体之中存在散布的虚空大概就是必然的了。他们据以确立虚空的论据就是这些,接下来将表明散布的虚空存在是不可能的。
- 4.191ὅποι χωρῆσαν ἀκώλυτον τῷ κινουμένῳ παρέχοι τὴν δίοδον
表示方向的间接疑问副词 ὅποι 与不定过去分词 χωρῆσαν(表先后或方式)结合,统辖从句中的祈愿式动词 παρέχοι,构成无先行词的关系从句或间接疑问从句,作为 ἔχοντος 的宾语从句。
- 4.191μὴ χωροῦντα τὰ ἄγγη ῥήγνυνται
τὰ ἄγγη 是被动态动词 ῥήγνυνται 的主语,分词 μὴ χωροῦντα 作为中性复数主格与主语一致。整个结构意为“容器因容纳不下而破裂”。χωρέω 在此处作及物动词使用,意为“容纳、容得下”。
- 4.191φεύγοντες τὸ ἔλαττον κενὸν ὁμολογεῖν τὸ πλέον ἐξ ἀνάγκης δώσουσι
δώσουσι 在此具有论辩中的“让步、承认”之意,以 τὸ πλέον [κενόν] 为宾语。分词短语 φεύγοντες τὸ ἔλαττον κενὸν ὁμολογεῖν 统辖不定式 ὁμολογεῖν,表示对照的情境(“为了逃避承认较小的虚空”),整体构成了由于逃避较小虚空反而必然导致承认更大虚空的荒谬推论。
