← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§667.6-668.12

基于稀化与密化主张散布虚空的论证

菲洛波诺斯梳理了那些依据稀化与密化主张物体中存在散布虚空之人的论据,并阐明了其假言三段论及各前提的结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.191#1

" Εἰσὶ δέ τινες οἳ διὰ τοῦ μανοῦ καὶ πυκνοῦ οἴονται φανερὸν εἶναι ὅτι ἔστι κενόν." Δείξας ὅτι οὐκ ἔστι τὸ χωριστὸν κενόν, νῦν βούλεται δεῖξαι ὅτι οὐδὲ τὸ κατεσπαρμένον κενὸν ἔστιν. ἐπειδὴ δὲ οἱ τὸ κενὸν τὸ κατεσπαρμένον λέγοντες εἶναι ἐκ τῆς μανώσεως καὶ πυκνώσεως τῶν σωμάτων τοῦτο ἐπειρῶντο δεικνύναι, τίθησι πρῶτον μὲν τοὺς λόγους δι’ ὧν ἐπειρῶντο κατασκευάζειν ὅτι ἔστι κατεσπαρμένον κενὸν ἐν τοῖς σώμασι, δεύτερον δὲ πρὶν ἐλέγξει1 τοὺς λόγους αὐτῶν δείκνυσιν ὅτι ἀδύνατον εἶναι τὸ κατεσπαρμένον κενόν, καὶ τρίτον δείκνυσιν ὅτι καὶ κενοῦ μὴ ὄντος ἐνδέχεται εἶναι μάνωσιν καὶ πύκνωσιν, ἐξ ὧν καὶ τοὺς λόγους δι’ ὧν κατεσκεύαζον εἶναι τὸ κενὸν ἐλέγχει. εἰσὶν οὖν οἱ λόγοι, δι’ ὧν κατεσκεύαζον εἶναι τὸ κενόν, τοιοῦτοι· εἰ μὴ ἔστι, φησί, τὸ κενόν, οὐκ ἔστι μάνωσις καὶ πύκνωσις, ἀλλὰ μὴν ἔστι μάνωσις καὶ πύκνωσις, ἔστιν ἄρα τὸ κενόν. κατασκευάζει δὲ τὴν πρόσληψιν,2 λέγω δὴ ὅτι ἔστι μάνωσις καὶ πύκνωσις, οὕτως· εἰ γὰρ μὴ ἔστι, φησί, μάνωσις καὶ πύκνωσις, οὐδὲ συνιέναι καὶ πιλεῖσθαι εἰς ἑαυτὰ τὰ σώματα δύναται (οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ πύκνωσις ἢ πίλησις εἰς ἑαυτὰ τῶν σωμάτων), εἰ δὲ μὴ ἔστι πίλησις, ἀνάγκη πᾶσα ἢ μὴ εἶναι ὅλως κίνησιν, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν, ἢ εἰ κίνησις εἴη, ἀνάγκη κυμαίνειν τὸ πᾶν. καὶ ἔτι πρὸς τούτοις, ἢ οὐκ ἔσται εἰς ἄλληλα τῶν στοιχείων μεταβολή, ἢ εἰ ἔσται, ἢ εἰς ἰσόογκα γενήσεται ἡ τῶν στοιχείων μεταβολή, οἷον τὸν κυαθιαῖον ἀέρα εἰς κυαθιαῖον ὕδωρ μεταβάλλειν καὶ τὸ ὕδωρ ὁμοίως εἰς ἴσον ἀέρα, ἤγουν ὅσον ἐνταῦθα μεταβέβληται εἰς ἀέρα ὕδωρ, τοσοῦτον ἀλλαχοῦ ἀνάγκη ἀέρα μεταβάλλειν εἰς ὕδωρ. ὁ μὲν οὖν Ἀριστοτέλης τὴν πρόσληψιν μόνον τοῦ συλλογισμοῦ κατασκευάζει, ὡς τοῦ συνημμένου δήλου ὄντος, ἵνα δὲ σαφέστερον ποιήσωμεν τὸν λόγον, ἄνωθεν εἴπωμεν οὕτως· εἰ ἔστι μάνωσις καὶ πύκνωσις, ἔστι κενόν, ἀλλὰ μὴν τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα. πόθεν δὲ ὅτι εἰ ἔστι μάνωσις καὶ πύκνωσις, ἔστι κενόν; ὅτι ἡ πύκνωσις πίλησίς ἐστι καὶ συνίζησις εἰς ἑαυτὰ τῶν σωμάτων, τὰ δὲ πιλούμενα καὶ εἰς ἑαυτὰ συνιζάνοντα εἰς τὰ κατεσπαρμένα ἐν αὐτοῖς κενὰ συνιζάνει, ὡς ἐπὶ σπόγγου καὶ ἐρίου καὶ τῶν τοιούτων· εἰ γὰρ μὴ εἰς κενά τινα συνιζάνει τῶν πιλουμένων τὰ μόρια, εἰς ἑαυτὰ χωρήσει, ἀδύνατον δὲ σῶμα διὰ σώματος χωρῆσαι. τὰ αὐτὰ καὶ ἐπὶ μανώσεως ἐροῦμεν· τὸ γὰρ μανούμενον καὶ εἰς μείζονα ὄγκον ἐκτεινόμενον, εἰ μὴ τῷ ἐναπολαμβάνειν κενά τινα ἐν αὑτῷ, ταύτῃ μανότερον γίνοιτο, συμβήσεται πρὶν μανωθῆναι σῶμα εἶναι ἐν σώματι·3 τὰ γὰρ μόρια τὰ νῦν ἄλλον κατειληφότα τόπον, εἰ μὴ ἐν κενῷ πρὸ τούτου ἦν, δι’ ἀλλήλων δήπου ἐχώρει. ἀλλὰ καὶ ὃν κατειλήφασι τόπον κενὸν ἀνάγκη πρὸ τούτου εἶναι.

“然而有些人认为,由于稀和密,显而易见存在着虚空。” 在表明了分离的虚空并不存在之后,他现在想要表明散布的虚空也不存在。既然那些主张散布的虚空存在的人试图从物体的稀化和密化来证明这一点,他就首先列出他们据以试图确立物体中存在散布的虚空的论据;其次,在驳斥他们的论据之前,他表明散布的虚空存在是不可能的;第三,他表明即使不存在虚空,稀化和密化也可能存在,通过这些他也驳斥了他们据以确立虚空存在的论据。那么,他们据以确立虚空存在的论据是这样的:他说,“如果虚空不存在,稀化和密化就不存在;但是稀化和密化确实存在;因此,虚空存在。”而他按如下方式确立小前提,我是说稀化和密化存在:他说,因为如果稀化和密化不存在,物体就甚至不可能向自身收缩并被压紧(因为密化不是别的,正是物体向自身的压紧);但如果没有压紧,就完全必然要么根本没有运动——这是违背显然的事实的——要么假如有运动,整个宇宙必然会涌动。此外,除这些之外,要么元素之间不能相互转化,要么假如有转化,元素的转化要么将化为等体积,例如一勺的空气转化为一勺的水,水同样转化为等量的空气,或者至少,这里有多少水转化为空气,别处就必然有同样多的空气转化为水。因此,亚里士多德仅仅确立了该三段论的小前提,因为假言前提是显而易见的;但为了使论据更清晰,让我们从头这样说:“如果稀化和密化存在,虚空就存在;但是前者存在;因此后者也存在。”那么凭什么说如果稀化和密化存在,虚空就存在呢?因为密化是物体向自身的压紧和凝缩,而被压紧并向自身凝缩的东西,就像在海绵、羊毛和此类事物的情形中一样,是凝缩进散布于它们内部的虚空之中的;因为如果被压紧之物的各部分不是凝缩进某些虚空之中,它们就会相互穿透,但物体穿透物体是不可能的。对于稀化我们也将说同样的话;因为被稀化并延展为更大体积的东西,如果不以在其自身之内容纳某些虚空的方式变稀,那么在被稀化之前就会导致物体处于物体之内;因为现在占据了另一场所的各部分,如果在此之前不是处于虚空之中,大概就曾相互穿透了。不仅如此,它们所占据的场所,在此之前也必然曾是虚空。

语法注3 条
  1. 4.191πρὶν ἐλέγξει

    接在 πρίν 之后的动词形式 ἐλέγξει 属于不定过去时虚拟式(ἐλέγξῃ)的同音字异写,或者为将来时直陈式。古典希腊语在肯定主句之后通常使用 πρίν 搭配不定式,但在后世希腊语中可见接虚拟式或直陈式的用法。在句法上,它构成从属于主动词 δείκνυσιν 的时间状语从句,表示“在驳斥他们的论据之前”。

  2. 4.191τὴν πρόσληψιν

    此处的 τὴν πρόσληψιν 是斯多亚逻辑学中的假言三段论术语(小前提、副前提),不可与认识论术语 πρόληψις(前概念)相混淆。它指在假言条件命题(συνημμένον,大前提)之后,用于肯定前件的附加前提(即“稀化与密化存在”)。

  3. 4.191συμβήσεται πρὶν μανωθῆναι σῶμα εἶναι ἐν σώματι

    非人称动词 συμβήσεται(“将导致……”)的主语是“宾格加不定式”结构 σῶμα εἶναι ἐν σώματι(“物体处于物体之内”),而时间短语 πρὶν μανωθῆναι(“在被稀化之前”)作为插入成分置于其中。句法骨架为 συμβήσεται 引导 σῶμα εἶναι ἐν σώματι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:667.6-668.12