- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:665.23-667.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》216b4–12,阐明物体之所以占据场所是由于其间隔(体积)而非性质,因此若允许虚空的间隔与物体相互穿透,将荒谬地推导出物体之间亦可相互穿透;并论证物体运动时自带本己的间隔,设立外部虚空作为场所既是徒劳的又会导致无穷倒退。
" Ὃ εἰ καὶ θερμὸν καὶ ψυχρόν ἐστιν ἢ βαρὺ ἢ κοῦφον, οὐδὲν ἧττον ἕτερον τῷ εἶναι πάντων τῶν παθημάτων ἐστί.1" Ἐπειδὴ εἶπεν ὅτι ὥσπερ ἂν εἰ μὴ ὑπεξίσταται τῷ κύβῳ τὸ ὕδωρ, ἐχώρησαν ἂν δι’ ἀλλήλων τὰ δύο σώματα, οὕτως ἐπειδὴ τὸ κενὸν οὐχ ὑπεξίσταται, χωρήσουσι δηλονότι δι’ ἀλλήλων τό τε τοῦ κύβου διάστημα καὶ τὸ τοῦ κενοῦ, ἵνα μή τις εἴπῃ ‘ἀλλὰ σῶμα μὲν διὰ σώματος ἀδύνατον χωρῆσαι, τὸ μέντοι κενὸν σῶμα μὲν οὐκ ἔστιν (ἀπαθὲς γάρ), διάστημα δέ· ὥστε οὐκ εἰ σῶμα διὰ σώματος χωρῆσαι ἀδύνατον, ἤδη διὰ τοῦτο καὶ διάστημα 〈διὰ〉 διαστήματος ἀδύνατον χωρῆσαι’, φησὶν ὅτι2 κατ’ οὐδὲν ἄλλο ἐν τόπῳ ἐστὶ τὰ σώματα ἢ καθὸ διαστήματά εἰσιν. εἰ γὰρ καὶ συμβέβηκε τῷ ἐν τόπῳ τὸ ἔχειν βάρος ἢ κουφότητα ἢ τῶν ἄλλων τινὰ ποιοτήτων, ἀλλ’ οὐχ ᾗ πεποίωται, ταύτῃ ἐν τόπῳ ἐστίν, ἀλλ’ ᾗ διάστημα ἔχει· φέρει μὲν γὰρ ἡ βαρύτης ἢ ἡ κουφότης εἰς τὸν αὐτοῦ τόπον, τὸ δὲ ἐν τόπῳ εἶναι κατ’ οὐδὲν ἄλλο ἔχει ἢ κατὰ τὸν ὄγκον. καὶ τὰ σώματα γοῦν ἀδύνατόν φαμεν χωρεῖν δι’ ἀλλήλων, οὐχ ὅτι πεποίωται, ἀλλ’ ὅτι διάστημα ἔχει. τὸ οὖν ἀδύνατον τοῦτό ἐστι, τὸ χωρῆσαι δύο διαστήματα δι’ ἀλλήλων. ἐπεὶ τοίνυν ἕτερόν ἐστι τῷ κύβῳ τὸ διαστήματι εἶναι καὶ ἕτερον τὸ πεποιῶσθαι, ἐν τόπῳ δέ ἐστιν οὐχ ᾗ πεποίωται, ἀλλ’ ᾗ ὄγκον ἔχει, ἐὰν γυμνωθῇ πασῶν τῶν ποιοτήτων, οὐδὲν διοίσει τοῦ διαστήματος τοῦ κενοῦ· ὥστε εἰ δύο διαστήματα ὅμοια ἐχώρησαν δι’ ἀλλήλων, καὶ πλείονα δηλονότι δυνατὸν χωρῆσαι. τοῦτο δὲ ἀδύνατον· εἰ γὰρ διάστημα ἐν διαστήματι δυνατὸν χωρῆσαι, καὶ σῶμα ἐν σώματι χωρῆσαι δυνατόν· κατ’ οὐδὲν γὰρ ἄλλο τὰ σώματα ἐν τόπῳ ἐστὶν ἢ κατὰ τοὺς ὄγκους· εἰ οὖν δυνατὸν ὄγκον ἐν ὄγκῳ εἶναι, τά γε ἄλλα συμβεβηκότα οὐδὲν κωλύει τὸ σῶμα ἐν σώματι εἶναι. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐδ’ ἄρα σῶμα ἐν κενῷ δυνατὸν εἶναι· ὄγκοι γὰρ ἀμφότερα μόνῳ τῷ πεποιῶσθαι ἢ μὴ διαφέροντα. ὥστε εἰ τὸ κενὸν ὑφιστᾶσιν, ἵνα δέξηται τὰ σώματα καὶ ἡ κίνησις δι’ αὐτοῦ γένοιτο, ταῦτα δὲ ἀδύνατον ἐν τῷ κενῷ γενέσθαι, μάταιον ἄρα τὸ κενόν.
“这[体积]即使既是热的又是冷的,或是重的或是轻的,其在本性上仍然不同于所有这些受动性质。” 在说过正如如果水不给立方体让路退让,两个物体就会相互穿透一样,同样由于虚空不退让,显而易见立方体的间隔和虚空的间隔就会相互穿透之后,为了不让人说“然而物体穿透物体是不可能的,但虚空并不是物体(因为它是无受动的),而是间隔;因此,不能因为物体穿透物体是不可能的,就立刻由于这一点断定间隔穿透间隔也是不可能的”,他[亚里士多德]说,物体处于场所之中不是由于任何别的原因,而只是由于它们是间隔。因为即使对于处于场所中的东西而言,具有重或轻或任何其他性质是偶性的,然而并不是在它具有性质的方面它处于场所之中,而是在它具有间隔的方面;因为重或轻将它运送到它自己的场所,但处于场所之中它并不是由于任何别的原因,而是由于其体积。至少我们说物体不可能相互穿透,不是因为它们具有性质,而是因为它们具有间隔。因此,这件不可能的事,就是两个间隔相互穿透。因此,既然对立方体而言,作为间隔与具有性质是不同的,而且它处于场所之中不是在它具有性质的方面,而是在它具有体积的方面,那么如果剥除所有性质,它就与虚空的间隔毫无差异;从而如果两个相似的间隔相互穿透了,显而易见更多的间隔也可能相互穿透。但这不可能;因为如果一个间隔可能在另一个间隔之内穿透,一个物体也可能在另一个物体之内穿透;因为物体处于场所之中不是由于任何别的原因,而是由于其体积;因此,如果体积可能处于体积之内,那么至少其他偶性决不阻碍物体处于物体之内。但这确实不可能;从而物体也不可能处于虚空之中;因为两者都是体积,仅仅在具有性质与否上有所不同。因此,如果他们设立虚空是为了容纳物体并且让运动通过虚空发生,但这些事情不可能在虚空中发生,那么虚空就是徒劳的。
"Ἔτι δὲ φανερὸν ὅτι τοῦτο ὁ κύβος ἕξει καὶ μεθιστάμενος, ὃ καὶ τὰ ἄλλα σώματα πάντα ἔχει." Ἄλλη ἐπιχείρησις. ἕκαστον, φησί, τῶν σωμάτων κινούμενον καὶ μεταβαλλόμενον κατὰ τόπον συμμεταφέρει ἑαυτῷ καὶ τὸ οἰκεῖον διάστημα· εἰ τοίνυν τὸ ἐν ἑκάστῳ διάστημα χωριζόμενον τῷ λόγῳ τῶν παθῶν οὐδὲν διαφέρει τοῦ κενοῦ, κινούμενα δὲ τὰ σώματα σὺν τοῖς οἰκείοις κινεῖται διαστήμασι, τί δεῖ τοῖς σώμασιν ἄλλων τοιούτων ἔξωθεν διαστημάτων; εἰ γὰρ τὸ διάστημα ὁ τόπος, ἕκαστον δὲ ἐν ἑαυτῷ ἔχει τὸ οἰκεῖον διάστημα, μάταιον τὸ ἄλλο ἔξωθεν ὅμοιον ἐπινοεῖν· εἰς οὐδὲν γὰρ αὐτῷ συμβάλλεται. ὅτι δὲ καὶ ἀδύνατον, εἴπομεν ἤδη· εἰ γὰρ ἢ διάστημά ἐστιν ἕκαστον ἑτέρου δεῖται διαστήματος,3 διάστημα δὲ καὶ τὸ κενόν, καὶ αὐτὸ ἄλλου δεηθήσεται διαστήματος, καὶ ἐκ τούτου ἐπ’ ἄπειρον. ἔσται δὲ καὶ τὸ κενὸν ἐν κενῷ.
“此外显然的是,立方体在移动时也将具有所有其他物体也都具有的这同一个东西。” 另一个论证。他说,诸物体的每一个在运动并且按照场所改变时,都将自己本己的间隔随同自身一起运移;因此,如果每个物体中的间隔在理智上从受动性质中分离出来时与虚空毫无差异,并且诸物体运动时伴随着本己的间隔而运动,那么诸物体何须从外部获得其他此类间隔呢?因为如果间隔就是场所,并且每样东西在自身之内具有本己的间隔,那么从外部构想另一个类似的间隔就是徒劳的;因为这对它毫无助益。至于这也是不可能的,我们已经说过了;因为如果在作为间隔的方面每一个都需要另一个间隔,而虚空也是间隔,那么它本身也将需要另一个间隔,并且由此将导致无穷倒退。而且虚空也将处于虚空之中。
- 4.189ἕτερον τῷ εἶναι πάντων τῶν παθημάτων ἐστί
与格 τῷ εἶναι 是限定或视角的与格,意为“在其实质/存在定义上”。πάντων τῶν παθημάτων 是受 ἕτερον 支配的分离或比较属格(“不同于所有的受动性质”)。整句话表明,物体的体积/间隔本身在本质定义上不同于附随在其上的温冷轻重等性质。
- 4.189ἵνα μή τις εἴπῃ ‘ἀλλὰ σῶμα μὲν διὰ σώματος ἀδύνατον χωρῆσαι... ὥστε οὐκ εἰ σῶμα διὰ σώματος χωρῆσαι ἀδύνατον, ἤδη διὰ τοῦτο καὶ διάστημα 〈διὰ〉 διαστήματος ἀδύνατον χωρῆσαι’, φησὶν ὅτι
整个句子的主句动词是 φησὶν ὅτι(他[亚里士多德]说……),其前插入了一个目的从句 ἵνα μή τις εἴπῃ……(为了不让人说……)以阻止可能的假想反驳。在假想反驳内部,ὥστε οὐκ εἰ... ἤδη διὰ τοῦτο... 构成否定推论:“因此,不能因为……就立刻由于这一点断定……”。
- 4.190εἰ γὰρ ἢ διάστημά ἐστιν ἕκαστον ἑτέρου δεῖται διαστήματος
写本传抄的 ἢ 在此不通,应当理解为关系副词 ᾗ(即 ᾗ διάστημά ἐστιν ἕκαστον,“在每一个物体是间隔的方面”),与 §4.189 中的 ᾗ διάστημα ἔχει 相对称。它在条件从句 εἰ 内部充当视角状语,整个结构为“因为如果每一个物体在作为间隔的方面都需要另一个间隔”。
