← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§664.6-665.22

介质的退让压缩与虚空间隔的相互穿透

注解亚里士多德《物理学》216a29–33,菲洛波庞详细阐明了当一个物体放入另一种介质(如水、火、空气等)中时介质退让或被压缩的机制,讨论了经文中的异读,并指出在虚空中这种退让不可能发生,从而必然导致虚空间隔与物体间隔的相互穿透。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.187

" Καὶ ἀεὶ δὴ ἐν παντὶ σώματι ἔχοντι μετάστασιν, ἐφ’ ὃ πέφυκε συνίστασθαι,1 ἀνάγκη, ἂν μὴ συμπιλῆται, μεθίστασθαι." Ἔχοντι μετάστασιν εἶπε διὰ τὰ μαθηματικὰ μεγέθη· ταῦτα γὰρ δηλονότι μετάστασιν οὐκ ἔχει, ἐπεὶ μηδὲ βάρος μηδὲ κουφότητα· ἐξ ἀφαιρέσεως γάρ ἐστι καὶ ἐν ἐπινοίᾳ. ἐν παντὶ οὖν σώματι, φησίν, ἐν ᾧ ἂν τεθῇ ὁ κύβος, ἐπ’ ἐκεῖνο ὑπεξίσταται τῷ κύβῳ τὸ σῶμα, ἐφ’ ὃ καὶ πέφυκε φέρεσθαι, οἷον εἰ ἐν ὕδατι ἐντεθῇ, ἐπὶ τὸ κάτω ὑπεξίσταται τῷ κύβῳ τὸ ὕδωρ (κατώφορον γὰρ τὸ ὕδωρ), εἰ δὲ ἐν πυρὶ τεθῇ λίθινος κύβος, ἐπὶ τὸ ἄνω ἐξίσταται καὶ μεταχωρεῖ τῷ λίθῳ τὸ πῦρ· ἀνώφορον γὰρ δηλονότι, εἰ μὴ ἄρα βιάζοιτο· εἰ γὰρ μὴ ἔχοι τὸ πῦρ ποῦ χωρῆσαι ἐπὶ τὸ ἄνω κωλύοντος στερεωτέρου σώματος τὴν ἐπὶ τὸ ἄνω πρόοδον, ἐπὶ τὸ κάτω δηλονότι χωρεῖ ἀντιπαραχωρῆσαν τῷ ἐντεθέντι. ὁμοίως καὶ ἐν τῷ ὕδατι τῷ ἐν τῇ λεκάνῃ οὐκ ἐπὶ τὸ κάτω μεταστήσεται τὸ ὕδωρ (κωλύεται γὰρ ὑπὸ τοῦ ἀνέχοντος σώματος στερεωτέρου ὄντος), ἀλλ’ ἐπὶ τὸ ἄνω διὰ τὴν βίαν. τὸ δὲ ἂν μὴ συμπιλῆται, οἷον ὡς ἐπὶ τοῦ ἐρίου· τοῦτο γὰρ συμπιλούμενον εἰς ἑαυτὸ ἀντιπαραχωρεῖ μὲν τῷ ἐντεθέντι, οὐ μέντοι ἐπὶ τὸ κάτω ἢ ἐπὶ τὸ ἄνω κινεῖται, ἀλλὰ μόνον εἰς ἑαυτὸ συμπιλεῖται. κἂν ἀὴρ δὲ τὸ αὐτὸ ὑπομείνειεν· δυνατὸν γὰρ ἅμα τῷ ἐντεθέντι κύβῳ τὸν ἀέρα μήτε ἄνω μήτε κάτω χωρῆσαι, ἀλλὰ πυκνωθῆναι εἰς ἑαυτὸν συμπιλούμενον, οὐχ ὡς τὸ ἔριον δηλονότι, ἀλλὰ ἀλλοιούμενον τῷ πυκνότερον γίνεσθαι. τὸ δὲ ἢ ἐπ’ ἄμφω, εἰ τὸ ἐν ᾧ ἐντίθεται μήτε ἄγαν βαρὺ μήτε μὴν κοῦφον, ἀλλ’ οἷον μέσον πως καὶ δυνάμενον ῥᾳδίως ἐφ’ ἑκάτερα χωρῆσαι, οἷός ἐστιν ὁ ἀήρ· εἰ γὰρ ἐν τούτῳ ἐντεθείη ὁ κύβος, δυνατὸν τὸν ἀέρα καὶ ἐπὶ τὸ ἄνω θλιβόμενον χωρῆσαι καὶ ἐπὶ τὸ κάτω, ὅποι ἂν ῥᾳδίαν εὕροι τὴν πάροδον. τὸ δὲ ἢ ὁποῖον ἄν τι ᾖ2 τὸ ἐντιθέμενον, εἰ μὲν οὕτως ἔχοι ἡ γραφή, λέγοι ἂν περὶ τοῦ σχήματος τοῦ ἐντιθεμένου, ὅτι τὸ αὐτὸ συμβήσεται, κἂν μὴ κύβος ᾖ τὸ ἐντεθέν, ἀλλὰ ἄλλο ὁποιονοῦν σχῆμα. εἰ δὲ ἔστιν ὅποι ἂν ᾖ, τουτέστιν ἐφ’ ὃ ἄν ἔχοι τὴν κίνησιν τὸ ἐντιθέμενον, λέγοι ἂν ὅτι τὸ σῶμα ἐν ᾧ ἐντίθεται ὁ κύβος, ἐπὶ τοῦτο χωρήσει, ἐφ’ ὃ ἂν καὶ τὸ ἐντιθέμενον χωρῇ, δηλονότι δραστικωτέρας οὔσης τῆς ῥοπῆς τοῦ ἐντιθεμένου· εἰ γὰρ μὴ εἴη δραστικωτέρα ἡ τοῦ ἐντιθεμένου δύναμις, οὐδὲ ὑποχωρήσει αὐτῷ τὸ ἐν ᾧ ἐντίθεται. εἰ μὲν γὰρ ἀνώφορον ᾖ τὸ ἐντιθέμενον, ἐπὶ τὸ ἄνω κἀκεῖνο ὠθήσει· ὁμοίως καὶ εἰ κατώφορον, ἐπὶ τὸ κάτω. τὸ δὲ ἢ ἐπ’ ἄμφω οὐ πάνυ ἁρμόσει κατὰ ταύτην τὴν ἐξήγησιν. ἢ τὸ ἐπ’ ἄμφω ὡς ἐν ὑποθέσει εἴρηται, ὅτι εἰ εἴη τοιοῦτον, ὥστε καὶ ἄνω καὶ κάτω χωρεῖν. τὸ δὲ ἐφ’ ὃ πέφυκε συνίστασθαι ἴσον ἐστὶ τῷ μεθίστασθαι. τὸ δὲ ἔχοντι μετάστασιν, τουτέστι πεφυκότι μετακινεῖσθαι· ἂν γὰρ ἀκίνητον ᾖ, οὐδ’ ὅλως γενήσεται ἐν τῷ τόπῳ αὐτοῦ τὸ ἐντιθέμενον.

“并且在任何具有退让性质的物体中,只要它不被压缩,就必然总是朝着它本性所趋向的方向退让。” 由于数学大小的缘故,他说了“具有退让性质”;因为显而易见,数学大小不具有退让性,因为它们既无重量也无轻量;因为它们是通过抽离且在思想中存在的。因此他说,在放入立方体的任何物体中,该物体都会朝着它本性上被运载的方向,为立方体让路而退让;例如,如果放入水中,水就为了立方体朝下方让路而退让(因为水是趋下的),但如果把一个石头立方体放入火中,火就为了石头朝上方退让并移开;因为显而易见它是趋上的,除非它受到强迫;因为如果由于一个更坚硬的物体阻碍了火朝上方的推进,使得火没有地方朝上方移动,它显而易见就会朝下方移动,为放入其中的物体让出位置。同样,在盆中的水中,水也不会朝下方移开(因为受到更坚硬的支撑物体的阻碍),而是由于强迫而朝上方[移动]。而“只要它不被压缩”,就像在羊毛的情形中一样;因为羊毛在向自身内部被压缩时,虽然为放入其中的物体让出位置,然而并不向下方或向上方运动,而只是向自身内部被压缩。而空气也可以经受同样的情况;因为在立方体放入的同时,空气完全有可能既不向上也不向下移动,而是通过向自身内部压缩而凝聚——显然不像羊毛那样[压缩],而是通过变密而发生质变。至于“或者向两个方向”,意思是如果它被放入其中的介质既不是过重也不是过轻,而是在某种程度上处于中间并且能够轻易地向任何一个方向移动,正如空气一样;因为如果立方体放入其中,空气受到挤压,有可能既向上方也向下方,向着它能找到容易通道的任何地方移动。而“或者放入之物无论是什么”,如果文本是这样写的,那就是在谈论放入之物的形状,即即使放入的不是立方体而是任何其他形状,同样的事情也会发生。但如果是“无论它前往何处”,即放入之物的运动指向无论何处,他就是在说,放入立方体的物体将朝着放入之物所移动的同一方向移动,这显然是在放入之物的倾向更为强有力的情况下;因为如果放入之物的力量不够强有力,它被放入于其中的介质也就不会为它退让。因为如果放入之物是趋上的,它就会把那介质也推向上方;同样,如果是趋下的,就会推向下方。但是“或者向两个方向”这句话按照这种解释就不太适用了。或者“向两个方向”是作为假定而说的,即如果它是那种既能向上又能向下移动的东西。而“朝着它本性所趋向的地方[聚集]”等同于“退让”。至于“具有退让性质”,意思是本性上容易被移开;因为如果它是不动的,放入之物就根本不会进入它的场所之中。

§4.188

"Ἐν δὲ δὴ τῷ κενῷ τοῦτο μὲν ἀδύνατον." Τὸ ὑπεκστῆναι δηλονότι τῷ ἐντιθεμένῳ σώματι· οὐ γάρ ἐστι σῶμά τι τὸ κενόν, ἵνα καὶ ὑπεκστῇ τῷ κύβῳ ἐντιθεμένῳ ἐν αὐτῷ. ἀνάγκη οὖν ἐντιθεμένου τοῦ κύβου μὴ μετακινεῖσθαι τὸ κενόν, ἀλλὰ μένειν· πῶς γὰρ ἂν τὸ κενὸν κινηθείη; εἰ δὲ μένει, δῆλον ὅτι ἴσον διάστημα τοῦ κενοῦ, ὅσον ἐστὶ καὶ τὸ τοῦ κύβου,3 ἐχώρησε δι’ ὅλου τοῦ κύβου, ἤτοι καὶ τὸ τοῦ κύβου διάστημα διὰ ἴσου διαστήματος τοῦ κενοῦ· ταὐτὸν γάρ ἐστι.

“而在虚空中,这显然是不可能的。” 显而易见,是指为放入其中的物体让路退让;因为虚空并不是某种物体,以至于能为放入其中的立方体让路退让。因此,当立方体放入时,虚空必然不是被移开,而是留存;因为虚空怎么可能运动呢?而如果它留存,显而易见,虚空中与立方体同样大的等量间隔,穿透了立方体的全体,或者说立方体的间隔穿透了虚空的等量间隔;因为这是同一回事。

语法注3 条
  1. 4.187ἐφ’ ὃ πέφυκε συνίστασθαι

    关于亚里士多德传世文本中的句式 ἐφ’ ὃ πέφυκε συνίστασθαι,菲洛波诺斯在节末明确指出“ἴσον ἐστὶ τῷ μεθίστασθαι”(等同于退让),在句法和词义上将其等同于退让介质依据本性运动的方向。

  2. 4.187τὸ δὲ ἢ ὁποῖον ἄν τι ᾖ τὸ ἐντιθέμενον... εἰ δὲ ἔστιν ὅποι ἂν ᾖ

    对亚里士多德文本中两种异读的句法分析:按前一种读法(ὁποῖον ἄν τι ᾖ),该从句解释为主语 τὸ ἐντιθέμενον 的“形状”;而按后一种异读(ὅποι ἂν ᾖ),它充当关系副词从句,用以限定放入物体的运动“方向(空间位置)”。

  3. 4.188ἴσον διάστημα τοῦ κενοῦ, ὅσον ἐστὶ καὶ τὸ τοῦ κύβου, ἐχώρησε δι’ ὅλου τοῦ κύβου

    动词 ἐχώρησε 的主语是 ἴσον διάστημα τοῦ κενοῦ,关系分句 ὅσον ἐστὶ καὶ τὸ τοῦ κύβου 规定了其数量。紧接着以“ἤτοι καὶ τὸ τοῦ κύβου διάστημα...”并列补充,表明这种穿透(χωρεῖν διά)无论是从虚空方面还是从立方体方面来描述,在结构上都是对称的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:664.6-665.22